Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

ἔστι δέ πως ἀεὶ θεωρῆσαι τοὺς τῷ λόγῳ τοῦ θεοῦ ἐπιβουλεύοντας, ὅτι ἀποκτεῖναι ζητοῦσιν καὶ ἐξαφανίσαι αὐτόν, ἄνθρωπον αὐτόν, τουτέστιν ἀνθρώπινον καὶ θνητόν, εἶναι ὑπολαμβάνοντες, ἢ καὶ τῷ ἀνθρωπινωτέρῳ αὐτοῦ καὶ βλεπομένῳ ἐπιτίθενται· ἵνα δὲ καὶ ἀποκτείνωσιν τὸ σῶμα τοῦ λόγου, σαφὲς ὅτι μετὰ ταῦτα οὐδὲν δύνανται ποιῆσαι περισσότερον.

διόπερ οὐ φοβητέον ἡμῖν ἀπὸ τῶν ἀποκτιννύντων τὸ σῶμα, μετὰ δὲ ταῦτα μὴ ἐχόντων περισσότερόν τι ποιῆσαι, οὐδὲ φοβητέον ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν τοῦ λόγου ἀποκτεῖναι μὴ δυναμένων.

ἀλλ’ εἰ τοιοῦτός τίς ἐστιν ὁ λόγος ὥστε καὶ αὐτοῦ καὶ τὴν ψυχήν, τῷ ἄξια εἶναι ἀπωλείας, ἀπόλλυσθαι δύνασθαι, φοβητέον τὸν δυνάμενον θεὸν λόγον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι καὶ ἐξαφανίσαι, εἴτε ἐν γεέννῃ εἴτε ὅπως βούλεται· ὁ κύριος γὰρ Ἰησοῦς ἀναλοῖ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ καὶ καταργεῖ τῇ ἐπιφανείᾳ τῆς παρουσίας ἑαυτοῦ τὸν ἀντικείμενον λόγον καὶ ἐπαιρόμενον ἐπὶ πάντα λεγόμενον θεὸν ἢ σέβασμα.

καὶ ζητοῦσί γε οὑτοι πρὸς οὓς ὁ λόγος ἀποκτεῖναι ἄνθρωπον ὃς τὴν ἀλήθειαν λελάληκεν, ἣν ἤκουσεν παρὰ τοῦ θεοῦ καὶ εἴληφεν.

κἂν ἁπλούστερον μέντοι γε [*](2 Gen. 15, 15. — Weish. Sal. 4, 9. — 3 Prov. 16, 31. — 4 Vgl. Prov. 20, 23. — 16. 23 Vgl. Matth. 10, 28; Luk. 12, 4. — 24 Vgl. Il Thess. 2, 8 (Jes. 11, 4). — 26 Vgl. II Thess. 2, 4. — 28 Vgl. Joh. 8, 40. 1 μακροημερῶς, corr. V | 6 nach ζητεῖτε + με V ü. d. Z. Die Zeugen von Τ lesen das Wort einstimmig; nicht anders Orig., C. Gels. VII, 16 VII, 167, 20 K.] u. a. a. Stellen bei Griesbach, Symb. crit. II, 431. Dass es Orig. aber hier in seinem Texte nicht hatte, beweist die folgende Ausführung | 9 10 θεὸν] θεῶ, corr. V | 12 ἀεὶ πῶς ἀεὶ Μ | 15 ᾗ We | 17 σαφῶς | 20 ἀποκτενόντων | 21 <ö> + V | 25 σώματος,)

341
κατὰ τὸν τόπον ἐκλαμβάνωμεν, σαφῶς ἐδίδαξεν ὁ σωτὴρ ὅτι τὸ ζητούμενον ὑπὸ Ἰουδίων ἐπὶ τῷ ἀναιρεθῆναι αὐτὸ θεὸς οὐκ ἠν ἀλλὰ ἄνθρωπος, ὅς καὶ ἀνῃρέθη· θεὸν γὰρ οὐ θεμιτὸν ἀποθνήσκειν λέγειν· διόπερ ὁ ἐν ἀρχῇ πρὸς τὸν θεὸν λόγος, ὅστις καὶ θεὸς λόγος ἦν, οὐκ ἀπέθανεν. ζητήσεις δέ, ἐπεὶ γέγραπται ὅτι »Ὁ λόγος σὰρξ »ἐγένετο«, πότερόν ποτε ὁ γενόμενος σὰρξ λόγος τῷ γεγονέναι σὰρξ γέγονεν καὶ ἄνθρωπος ἢ οὐ γέγονεν ἄνθρωπος.

εἰ μὲν γὰρ γέγονεν ἄνθρωπος, δύναται αὐτὸς ἐζητῆσθαι ἀναιρεθῆναι· εἰ δὲ μὴ γέγονεν ἄνθρωπος, καὶ ὁ γενόμενος σὰρξ λόγος οὐκ ἀναιρεθεὶς ἀποκατέστη, καὶ ἀποκαθίσταται ἕκαστος ἐπὶ τοῦτο ὅπερ ἠν πρὶν γένηται σάρξ.

VIII, 40. Τοῦτο Ἀβραὰμ οὐκ ἐΠοίησεν.

Τὸ μηδαμῶς δυνατὸν πραχθῆναι τῷ Ἀβραάμ, εἰ μὴ πεποίηκεν Ἀβραάμ, ὡς ἔτυχεν ἀνειρῆσθαι δόξει τὸ »Τοῦτο Ἀβραὰμ »οὐκ ἐποίησεν«. εἴποιεν γὰρ ἂν πρὸς τοῦτό τινες ὅτι μάτην λέγεται τὸ »Τοῦτο Ἀβραὰμ οὐκ ἐποίησεν«, εἴπερ οὐκ ἐποίησεν τὸ μηδαμῶς γενόμενον κατὰ τὸν χρόνον αὐτοῦ· οὐ γὰρ γεγόνει κατὰ τὸν χρόνον αὐτοῦ ὁ Ἰησοῦς.

ἀλλ’ ἐπεὶ τὸ »Τοῦτο Ἀβραὰμ οὐκ ἐποίηβσεν« οἱονεὶ ἐν ἐπαίνῳ ὑπολαμβάνω εἰρῆσθαι τῷ περὶ τοῦ Ἀβραάμ, εἴποιμ᾿ ἂν ὅτι κατὰ τὸν διδάξαντα λόγον τὸ »Ἀβραὰμ ὀ πατὴρ ὑμῶν ἠγαλλιά- »σατο ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν, καὶ εἶδεν καὶ ἐχάρη« ἔστιν τὸ γεγονέναι μὲν καὶ ἐπὶ τοῦ Ἀβραὰμ ἄνθρωπον λαλοῦντα ἥν ἤκουσεν παρὰ τοῦ θεοῦ ἀλήθειαν, οὐ μὴν ἐζητῆσθαι αὐτὸν ἀνῃρῆσθαι ὑπὸ τοῦ Ἀβραάμ.

καὶ ἐπίστησον ὅτι οὐκ ἔστιν ὅτε ὁ κατὰ τὸν Ἰησοῦν τροπικῶς νοούμενος ἄνθρωπος οὐκ ἐπεδήμει τῷ βίῳ, καὶ μετὰ τοὺς τῆς περὶ αὐτοῦ ἱστορίας χρόνους καὶ πρότερον. κατὰ τοῦτο δὲ οἴομαι πάντα τὸν ὅπαξ φωτισθέντα καὶ γευσάμενον δωρεᾶς ἐπουρανίου μέτοχόν τε γενηθέντα πνεύματος ἁγίου, καὶ καλον γευσαμενον θεοῦ ῥῆμα δυνάμεις τε μέλλοντος αἰῶνος καὶ παραπεσόντα πάλιν, ἀνακαινίζειν ἑαυτὸν εἰς μετἀνοιαν, ητοι προσταυρουντα η ανασταυροῦντα τὸν υἱὸν τοῦ θεοῦ καὶ παραδειγματίζοντα, εἴτε πρὸ τῆς ἱστορουμένης σωματικῆς τοῦ σωτῆρος ἡμῶν ἐπιδημίας εἴτε καὶ ὕστερον.

οὐ γὰρ ὁ μὲν νῦν μετὰ τὸν φωτισμὸν καὶ τὰς λοιπὰς εἰς αὐτὸν τοῦ θεοῦ εὐεργεσίας ἁμαρτάνων ἀνασταυροῖ τὸν υἱὸν τοῦ [*](4 Vgl. Joh. 1, 1. — 5 Job. 1, 14. — 19 Job. 8, 56. — 21 Vgl. Job. 8, 40. — 26 Vgl. Hebr. 6, 4. — 27 Vgl. Hebr. 6, 5 f. 5 ἐπεὶ] ἐπὶ | 9 ἀποκατέστη] ἀπεκατέστη V; vgl. dazu Winer-Schmiedel § 12, 7; Blass, Gramm, d. neutest. Griecb. § 16, 7. Ob freilich Origenes schon so schrieb, ist fraglich | 10 ἑκάστω, corr. We | 16 γενόμενον] γενέσθαι δυνάμενον We | 18 ἐπαίνῳ] π a. Ras. | 20 ἴδῃ] εἴδη, corr. V | εἶδεν] ἴδεν, corr. V | 28 παραπεσόντας, corr. Ausgg. | 29 ἑαυτῶ, corr. Ru.)

342
θεοῦ διὰ τῶν ἰδίων ἁμαρτημάτων ἐφ’ ἅ ἐπαλινδρόμησεν, οὐδὲν τῆς κοινότερον λεγομένης σωματικῆς πρὸς τὸ σταυρῶσαι τὸν υἱὸν τοῦ θεοῦ ἐνεργείας ἐπιτελῶν, οὐχὶ δὲ καὶ πρότερον τοῦτο ἐγίνετο καὶ ὁ ἁμαρτάνων μετὰ τὸ ἀκοῦσαι Βείων λόγων προεσταύρου τὸν υἱὸν τοῦ θεοῦ.

εἴ τῳ δὲ φίλον παραδέξασθαι τὸ ἐν ταῖς Παύλου Πράξεσιν ἀναγεγραμμένον ὡς ὑπὸ τοῦ σωτῆρος εἰρημένον· »Ἄνωθεν μέλλω »σταυροῦσθαι«, οὗτος, ὡς μετὰ τὴν ἐπιδημίαν παραδέχεται τὸ »Ἄνω- »θεν μέλλω σταυροῦσθαι« γινόμενον, οὕτω καὶ πρὸ τῆς ἐπιδημίας, ὅταν τὰ αὐτὰ αἴτια γίνηται τὸ λέγεσθαι ἄν· >ἤδη τί γὰρ οὐχὶ ὡς >ἄνωθεν< μέλλει σταυροῦσθαι,

καὶ ἐσταύρωτο; ὅρα δὲ εἰ μὴ μόνων τῶν μετὰ τὴν παρουσίαν ἐστὶν ἁγίων φωνὴ τὸ »Χριστῷ συνεσταύρωμαι«, ἀλλὰ καὶ τῶν προτέρων, ἵνα μὴ διαφέρειν λέγωμεν τοὺς μετὰ τὴν παρουσίαν ἁγίους Μωσέως καὶ τῶν πατριαρχῶν.

καὶ τὸ »Ζῶ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν »ἐμοὶ Χριστός« λεγέσθω μὴ μόνον ὑπὸ τῶν μετὰ τὴν παρουσίαν ἀλλὰ καὶ ὑπὸ τῶν προτέρων. ἐφίστημι δὲ καὶ τῷ Θεὸς Ἀβραὰμ »καὶ θεὸς Ἰσαὰκ καὶ θεὸς Ἰακώβ· θεὸς δὲ οὐκ ἔστι νεκρῶν ἀλλὰ »ζώντων« εἰρημένῳ ὑπὸ τοῦ σωτῆρος, μήποτε διὰ τοῦτο ζῶντές εἰσιν Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, ἐπεὶ καὶ αὐτοὶ συνταφέντες τῷ χριστῷ συνανέστησαν αὐτῷ, οὐ πάντως κατὰ τὴν σωματικὴν τοῦ Ἰησοῦ ταφὴν ἢ σωματικὴν ἀνάστασιν αὐτοῦ. ταῦτα πρὸς τὸ »Τοῦτο »Ἀβραὰμ οὐκ ἐποίησε«.

Τί δὲ »τοῦτο« ἢ τὸ ζητεῖν ἀποκτεῖναι ἄνθρωπον ὅς τὴν ἀλήθειαν λελάληκεν ἣν ἤκουσε παρὰ τοῦ θεοῦ; ἀποδίδομεν γὰρ ὡς ἄρα ἡ κατὰ τὸν Ἰησοῦν πνευματικὴ οἰκονομία οὐκ ἔστιν ὅτε τοῖς ἁγίοις οὐκ ἦν.

ἐὰν δὲ ἀνάγαγῃς ταῦτα, ὥσπερ ὑπονενοήκαμεν ἐν ἄλλοις, ἑτέρως παρὰ τὸ κοινότερον ἐπὶ μυστικώτερον Ἀβραάμ, ὀμοίως πάντα τὰ κατὰ τὸν τόπον ἐξομαλίσαι πειράσει ζητῶν τὴν ἑκάστου τούτων ἀκολουθίαν.

VIII, 41. Ὑμεῖς ποιεῖτε τὰ ἔργα τοῦ πατρὸς ὑμῶν.

ΧΙΙΙ. Ὅσον ἐπὶ τῷ ῥητῷ τούτῳ οὐκ ἔστι σαφὲς τίνα θέλει εἰπεῖν πατέρα τῶν πεπιστευκότων αὐτῷ Ἰουδαίων καὶ μηδέπω ἐγνωκότων τὴν ἀλήθειαν· πρὸς αὐτοὺς γὰρ ταῦτα πάντα φησί.

καὶ εἰ μὴ ἐπε- [*](5 Vgl. Hilgeufeld, NT extra canon. recept. IV, 69 sq. — 12 Gal. 2, 19. — 14 Gal. 2, 20. — 16 Matth. 22, 32 (Syr. Sin.) — 19 Vgl. öm. 6, 4. — 21 Joh. 8, 40. — 32 Vgl. Joh. 8, 31 f. 4 θείας, corr. V | τὸ] τοῦ, corr. We | 12 τὸ] τώ Μ, corr. Pr, denn Gal. 2, 19 fehlt der Artikel | 16 τῷ] τὸ, corr. V | 20 συναρέστησαν, corr. V | 26 ἕτερος, corr. We.)

343
φέρετο μετ᾿ ὀλίγα τὸ »Ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστὲ καὶ τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν«, κἂν σαφῶς οὐκ ἐγνώκειμεν τὸ βούλημα τοῦ εἰρημένου.

οὐ θαυμαστὸν δὲ εἰ τοῖς πεπιστευκόσιν αὐτῷ Ἰουδαίοις, μηδέπω μείνασιν αὐτοῦ ἐν τῷ λόγῳ. ἴνα ἀληθῶς αὐτοῦ γένωνται μαθηταὶ καὶ γνῶσιν τὴν ἀλήθειαν ἐπὶ τῷ ἐλευθερωθῆναι ὑπ᾿ αὐτῆς, ἔλεγεν τὸ »Ὑμεῖς ποιεῖτε τὰ ἔργα τοῦ »πατρὸς ὑμῶν« καί, ὡς ἐν τοῖς ἑξῆς ἐπιφέρεται, τὸ »Ὑμεῖς ἐκ τοῦ »πατρὸς τοῦ διαβόλου ἐστέ«.

κἂν γὰρ ἀπηνὲς εἶναι δοκῇ τὸ τοιοῦτο λεγόμενον περὶ πεπιστευκότων μὲν αὐτῷ καὶ μαθητευθέντων πως, οὐ μὴν ἤδη ἀληθῶς χρηματισάντων μαθητῶν τοῦ Ἰησοῦ, ὅμως κατανοητέον καὶ τὸ έν τῇ καθολικῇ ἐπιστολῇ ὑπὸ Ἰωάννου εἰρημένον περὶ υἱῶν θεοῦ καὶ υἱῶν διαβόλου· »Ὁ ποιῶν, γὰρ φησι, τὴν ἁμαρ- »τίαν ἐκ τοῦ διαβόλου ἐστίν, ὅτι ἀπ’ ἀρχῆς ὁ διάβολος ἁμαρτάνει.

»εἰς τοῦτο ἐνεφανερώθη ὁ υἱὸς τοῦ θεοῦ, ἵνα λύσῃ τὰ ἔργα τοῦ »διαβόλου. πᾶς ὁ γεγεννημένος ἐκ τοῦ θεοῦ ἁμαρτίαν οὐ ποιεῖ, ὅτι »σπέρμα αὐτοῦ ἐν αὐτῷ μένει, καὶ οὐ δύναται ἁμαρτἀνειν, ὄτι ἐκ τοῦ θεοῦ γεγέννηται.