Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

καὶ τοῦτό γε ἀκόλουθόν ἐστιν τῷ »Ἔρχεται ὁ ἄρχων τοῦ κόσμου τούτου, καὶ έν ἐμοὶ εὑρίσκει οὐδέν«. [*](1 Joh. 8, 45. — 8 Joh. 8, 45. — 16 Joh. 8, 46. — 17 Vgl. Ι Petr. 2, 22 Hehr. 4, 15. — 19 Joh. 8, 46. — 24 I Kor. 11, 1. — 28 Joh. 8, 46. — 33 Joh. 14, .30. 13 ἀπαιτεῖσθε, corr. We | 16 μόνου δὲ] μὲν οὐδὲ, corr. Hu | 27 χρόνω, corr. We | 30 εἴποι? We | 33 Die Form des Citates auch sonst bei Orig ähnlich: τούτου mit ς zugesetzt; εὑρίσκει stimmt ziemlich mit K. f. Syr. Hcl. marg. Arm. Aeth., die εὑρήσει bieten.)

369

δυνατὸν δὲ καὶ ἡμῖν ἐκ πολλῆς ἐπιμελείας τὴν ἀπό τινος ἀναλαβεῖν χρόνου παρρησίαν πρὸς τὸ εἰπεῖν ἡμᾶς τῷ ζητοῦντι καθ’ ἡμῶν ἀφορμκὴν διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ παρὰ τὸν τῆς ἐξόδου καιρόν· Τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας;‘

VIII, 46. Εἰ ἀλήθειαν λέγω, διὰ τί ὑμεῖς οὐ πιστεύετέ μοι;

Ἄξιον ἰδεῖν τί ὑποφαίνεται ἐκ τοῦ πύσματος. τοῦτο δὲ ὀψόμεθα εἰ καὶ ἐκεῖνοι πρὸς οὕς ὁ λόγος οὐκ ἀπεκρίναντο τὴν δέουσαν ἀπόκρισιν ἐξενεγκόντες.

εἴποι γὰρ ἄν τις· διὰ τοῦτο οὐ πιστεύομεν, ἐπεὶ οὐ θεωροῦμεν τίνα τρόπον ὅ λέγει ἐστὶν ἀλήθεια· οὐ θεωροῦμεν δὲ τῷ μηδέπω κεκαθάρθαι ἡμῶν τὰς τῇ φύσει διορατικὰς τῆς ἀληθείας ὄφεις· καὶ ἐπεὶ τοιοῦτοί ἐσμεν, οὔκ ἐσμεν ἐκ τοῦ θεοῦ· εἰ οὐδέπω ἐσμὲν ἐκ τοῦ θεοῦ. ἀλλὰ καὶ αἱ τῆς ἀληθείας ὄφεις θεωρητικαὶ οὐκ εἰσὶν κεκαθαρμέναι , τῷ ἐπικεκαλύφθαι ἤ πεπαχύνθαι ἢ τεθολῶσθαι αὐτὰς ὑπὸ τῆς κακίας.

κατανοοῦντες δὲ τί τὸ κυρίως πιστεύειν καθ᾿ ὅ »Πᾶς ὁ πιστεύων ὅτι Ἰησοῦς ὁ χριστός ἐστιν, ἐκ τοῦ θεοῦ γεγέννηται«, καὶ αἰσθανόμενοι ὅσῳ τοῦ οὕτως πιστεύειν ἀπολειπόμεθα, ταῦτα ἀποκρινώμεθα, παρακαλοῦντες τὸν τῶν τῆς ψυχῆς ὄψεων ἰατρὸν τῇ ἑαυτοῦ σοφίᾳ καὶ φιλανθρωπίᾳ πάντα ποιῆσαι τὰ ὑπὲρ τοῦ ἀποκαλυφθῆναι τοὺς ὀφθαλμοὺς ἡμῶν, ἔτι κεκαλυμμένους ὑπὸ τῆς διὰ τὴν κακίαν ἀτιμίας ἡμῶν, κατὰ τὸ εἰρημένον που· »Ἐπεκάλυψεν ἡμᾶς ἡ ἀτιμία ἡμῶν‘· ἐπακούσεται γὰρ ἡμῶν ὁμολογούντων τὰ αἴτια τοῦ μηδέπω ἡμᾶς πιστεύειν, καὶ ὡς κακῶς ἔχουσιν καὶ χρῄζουσιν ἐατροῦ βοηθῶν συνεργήσει πρὸς τὸ χωρῆσαι ἡμᾶς τὸ εἰς τὸ πιστεύειν χάρισμα, τρίτον παρὰ τῷ Παύλῳ ἐν τῷ καταλόγῳ τῶν χαρισμάτων τεταγμένον μετὰ τὸν τῆς σοφίας λόγον καὶ τὸν τῆς συνέσεως λόγον, οἷς ἐπιφέρει· »Ἑτέρῳ πίστις ἐν τῷ αὐτῷ πνεύματι«· περὶ οὗ χαρίσματος καὶ ἐν ἄλλοις φησίν· »Ὅτι »ἀπὰ θεοῦ ὐμῖν ἐχαρίσθη οὐ μόνον τὸ εἰς Χριστὸν πιστεύειν ἀλλὰ ·καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν«.

καὶ ἀπὸ τῆς ἐνεργείας δὲ ἐπιστήσαντι σαφὲς ἔσται ὅτι οὐχ ἡ τυχοῦσα δωρεά ἐστιν τοῦ θεοῦ, πλειόνων δογμάτων διαφόρων ὑπὸ πολλῶν κηρυσσομένων τῶν διδάσκειν τὰ ἀληθῆ ἐπαγγελλομένων, τὸ μηδενὶ ἢ μόνῳ τῷ ἀληθεῖ πιστεῦσαι· τοῦτο γὰρ ἤδη καὶ τραπεζίτου τραπεζίτου ἔργον τυγχάνει, ὃν τέλειον ὀνομάζων οὐκ ἂν ἁμάρτοις, ἅτε καὶ ἐν τῇ πρὸς Ἑβραίους γεγραμμένου [*](4 Joh. 8, 46. — 15 Ι Joli. 5, 1. — 18 Vgl. ν. 14, 80. — 21 Jer. 3, 25. 23 Vgl. Matth. 9, 12. — 26 Ι Kor. 12, 9.–27 Phil. 1, 29. — 33 Vgl. ο. XIX, S. 307, 5. Preuschen, Antilegomena S. 44, 33 ff. 9 ἀλήθειαν, corr. V | 10 κεκαθάρται | 12 εἰ δὲ ? We | 141 δὴ? We, der hier den Nachsatz anfangen 1. öchte | 25 τεταγμένων, corr. V | 30 ἔσεσθαι, corr. Hu | δομάτων? We. Origenes IV. 4)

370
τοῦ » Τελείων δέ ἐστιν ἡ στερεὰ τροφή, τῶν διὰ τὴν ἕξιν τὰ σἰσθη- »τήρια γεγυμνασμένα ἐχόντων πρὸς διάκρισιν καλόν τε καὶ κακοῦ‘.

VIII, 47. Ὁ Μοι ἐκ τοῦ θεοῦ τὰ ῥήματα τοῦ θεοῦ ἀκούει· διὰ τοῦτο ὑμεῖς οὐκ ἀκούετε, ὅτι ἐκ τοῦ θεοῦ οὐκ ἐστέ.

ΧΧΧΙΙΙ. Δοκοῦσιν οἱ τὴν περὶ διαφόρων φύσεων εἰσάγοντες μυθοποιίαν καὶ λέγοντες εἶναι φύσει καὶ ἐκ πρώτης κατασκευῆς υἱοὺς θεοῦ, μόνον διὰ τὸ πρὸς θεὸν συγγενὲς δεκτικοὺς τῶν τοῦ θεοῦ ῥημάτων, καὶ ἐντεῦθεν ἀποδεικνύναι τὸ προκείμενον αὐτοῖς.

συναρπάζουσίν γέ τοι καὶ ἀπὸ τούτου τοῦ ῥητοῦ, προσδιατρίβοντες αὐτῷ, τοὺς ἀκρίτους καὶ μὴ δυναμένους πρὸς τὴν πιθανότητα τῆς χρήσεως τοῦ ῥητοῦ ἀπαντᾶν, μηδὲ βλέποντας αὐτοῦ τὴν λύσιν οὕτως ἔχουσαν· εἴπερ ὅσοι ἔλαβον »τὸ φῶς τὸ ἀληθινόν, ὅ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον«, οὐ τῷ εἶναι καὶ] ἐκ τοῦ θεοῦ εἰλήφασιν αὐτό (εἰ γὰρ τῷ εἶναι ἐκ τοῦ θεοῦ εἰλήφεισαν αὐτό, οὐκ ἂν περὶ ἀναγέγραπτο· »Ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ«), δῆλον ὅτι οἱ μὴ ὄντες ἐκ τοῦ θεοῦ, πρὶν μὲν λαβεῖν τὸ φῶς τὸ ἀληθινόν, οὐδὲ ἐξουσίαν πως ἔχουσιν τοῦ τέκνα θεοῦ γενέσθαι· ἐπὰν δὲ λάβωσιν αὐτό, τέκνα μὲν οὐδέπω γίνονται θεοῦ, ἀλλ’ ἐξουσίαν λαμβάνουσιν διὰ τοῦ εἰληφέναι τὸ φῶς γενέσθαι τέκνα θεοῦ. τότε γενόμενοι ἐκ τοῦ Μοῦ καὶ τὰ ῥήματα ἀκούουσιν αὐτοῦ, οὐκέτι ἁπλούστερον πιστεύοντες μόνον ἀλλ᾿ ἤδη καὶ διορτικώτερον κατανοοῦντες τὰ τῆς θεοσεβείας πράγματα.

οἱ δὲ μὴ τοιοῦτοι φιλοτιμησάμενοι εἶναι τέκνα μὲν γίνονται θεοῦ, οὐδὲ ἐκ τοῦ θεοῦ, καὶ διὰ τοῦτο οὐκ ἀκούουσιν τὰ ῥήματα αὐτοῦ οὐδὲ συνιᾶσιν τοῦ βουλήματος αὐτῶν· μένουσιν δὲ ἐν τῇ πρὸ τῶν τέκνων τοῦ θεοῦ καταστάσει τῶν πεπιστευκότων μόνον, δοῦλοι θεοῦ τῷ εἰληφέναι τὸ τῆς δουλείας εἰς φόβον πνεῦμα καὶ μὴ ἐσπουδακέναι προβῆναι καὶ προκόψαι ὥστε καὶ τὸ τῆς υἱοθεσίας χωρῆσαι, ἐν ᾧ κράζουσιν οἱ ἔχοντες αὐτό· »Ἀββᾶ, ὁ πατήρ‘.

ὅτι γὰρ καθόλου οὐδεὶς ἀνθρώπων ἀρχῆθεν υἱός ἐστιν θεοῦ , δῆλον μὲν καὶ ἐκ τοῦ »Ἤμεθα τέκνα φύσει ὀργῆς« ὑπὸ] Παύλου καὶ περὶ ἑαυτοῦ τοῦτο εἰρηκότος· σαφὲς δὲ καὶ ἐκ τοῦ »Ἐγὼ δὲ λέγω ὑμῖν· Ἀγαπή- »σατε τοὺς ἐχθροὺς ὑμῶν. καὶ προσεύχεσθε ὑπὲρ τῶν διωκόντων [*](1 Hebr. 5, 14. — 12 Vgl. Joh. 1, 9. — 15 Joh. 1, 12. — 21 Vgl. Röm. 8 29 Röm. 8, 15. — 31 Eph. 2, 3. — 32 Matth. 5, 44f.) [*](1 στερεόν, corr. V | 6 υἱοὺς] υἱὸς, compend. geschrieben Μ | 13 εἰληφόσιν, corr. Aussg. | 14 εἰλήφεσαν | 17 φῶς τὸ + We | 23 δὲ + We | οἱ] εἰ, corr. 26 κατασταθεῖ, corr. V 1 31 Zum Citat vgl. z. S. 395, 35 | [ὑπὸ] str.)

371
»ὑμᾶς, ὅπως γένησθε υἱοὶ τοῦ πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς«.

εἰ γὰρ Παῦλος »φύσει ὀργῆς υἱός«, τίς ὑπὲρ Παῦλον, ὅσον ἐπὶ τῇ κατασκευῇ, οὐκ ὀργῆς υἱὸς πρὸ τοῦ λαβεῖν ἐξουσίαν τέκνον θεοῦ γενέσθαι καὶ πρὸ τοῦ τέκνον γενέσθαι θεοῦ;

καὶ εἰ οὐκ ἄλλως γίνε- ταί τις υἱὸς τοῦ ἐν οὐρανοῖς πατρὸς ἢ ἐκ τοῦ ἀγαπᾶν τοὺς ἐχθροὺς ἑαυτοῦ καὶ προσεύχεσθαι ὑπὲρ τῶν διωκόντων αὐτόν, δῆλον ὅτι οὐδεὶς τῷ φύσει εἶναι ἐκ τοῦ θεοῦ τὰ ῥήματα τοῦ θεοῦ ἀκούει. ἀλλὰ τῷ λαβεῖν ἐξουσίαν τέκνον θεοῦ γενέσθαι καὶ κεχρῆσθαι εἰς δέον τῇ ἐξουσίᾳ, καὶ τῷ ἡγαπηκέναι τοὺς ἐχθροὺς καὶ προσεύχεσθαι ὑπὲρ τῶν ἐπηρεαζόντων γενόμενος υἱὸς τοῦ ἐν οὐρανοῖς πατρός.

τότε ἐστὶ καὶ ἐκ τοῦ θεοῦ, καὶ τὰ ῥήματα τοῦ θεοῦ ἀκούει, συνιεὶς αὐτῶν καὶ ἐπιστήμην αὐτῶν ἀναλαμβάνων· ὅπερ ἴδιον οὐ δούλων ἀλλὰ τέκνων ἐστὶν θεοῦ, τῶν πᾶσαν μὲν καταργησάντων * * γένεσιν, τὴν δὲ ἀπὸ θεοῦ ἀνειληφότων διὰ τοῦ τῆς υἱοθεσίας πνεύματος«.

ἅμα δὲ ἐπιμελέστερον κατανοητέον πῶς δεῖ δέχεσθαι τὸ Τὰ ῥήματα τοῦ θεοῦ ἀκούει«, ᾡ ὅμοιόν έστιν καὶ τὸ »Τὰ ἐμὰ πρόβατα τῆς »ἐμῆς φωνῆς ἀκούουσι«.

εἰ γὰρ ἐπὶ ψιλῆς συγκαταθέσεως τὸ ἀκούειν λάβοιμεν, καὶ οἱ ψυχικοὶ πρὸς χρόνον πιστεύοντες ἔσονται ἐκ τοῦ θεοῦ, μεμαρτυρημένοι ὑπὸ τοῦ λόγου ὅτι πρὸς καιρόν τινες πιστεύουσιν.

εἰ δὲ καὶ τὸ »Ἀκούει« ἐκλάβοιμεν ἐπὶ τοῦ τηρεῖν τὰς ἐντολάς, δῆλον ὅτι κἂν ἐν ἑνὶ ἀμαρτάνων οὐκ ἔσται υἰὸς θεοῦ· ὅπερ ἡμᾶς μὲν οὐ θλίψει τοὺς λέγοντας ἐκ μεταβολῆς γίνεσθαί τινα υἱὸν θεοῦ, ἐκείνους δέ, μὴ πάνυ δεῖξαι δυναμένους ἀναμαρτήτους ἑαυτοὺς καὶ τοὺς ἐν τοῖς αὐτοῖς μαθήμασι.

εἰ δὲ τὸ »Ἀκούει« λαμ- βάνοιμεν ἐπὶ τοῦ συνιέναι καὶ νοεῖν, δεικνύτωσάν τινα πάντων ἀκούοντα οὕτως τῶν τῆς καινῆς διαθήκης λόγων, ἵνα ἐκεῖνον εἴπωμεν υἱὸν θεοῦ. εἰ μὴ ἐπιδέχοιτο ἀνατροπὴν εἰς τὰ ἅγια γράμματα ἡ ἐκδοχὴ αὐτοῦ· ἡμεῖς γὰρ καὶ κατὰ ταῦτα μέγαν τινὰ καὶ θαυμαστὸν εἶναι φανταζόμενοι τὸν ἤδη υἱὸν θεοῦ, οὐκ ἐλεγχθησόμεθα ἀναξίως τῶν ἐκ τοῦ θεοῦ ἐξειληφότες τὸ »Ὁ ὢν ἐκ τοῦ θεοῦ τὰ ῥήματα τοῦ θεοῦ ἀκούει«.

Ἤδη δὲ καὶ ἐκ τῶν ἐναντίων παράδοξον ἄν τι φανὲν ἀποδειχθῆναι δυνατὸν ἔσται. τί δὲ τὸ παράδοξον ἢ τὸ εἶνακί τινα ἑτέρου υἱοῦ θεοῦ μᾶλλον υἱὸν θεοῦ, καὶ διπλασιόνως ἕτερον ἑτέρου [*](2 Vgl Eph. 2, 3. — 3 Vgl. Joh. 1, 12. — 5 Vgl. Matth. 5, 44 f. — 9 Vgl. Luk. 6, 28. — 12 Vgl. Röm. 8, 15 — 15 Joh. 8, 47. — 16 Joh. 10, 27. — 19 Luk. 8. 13. — 21 Vgl. I Joh. 2, 3; Jak. 2, 10. - 24 Joh. 8, 47. — 30 Joh. 847.) [*](8 λαβῶν, corr. V | 13 τὸν ἐκ διαβόλου> γένεσιν We; vgl. Br | 16 πρόβατα ἐμὰ τῆς φωνῆς μου Τ | 17 ἀκούει V, vgl. Ζ. 20 | 26 κενῆς | ἵνα ἐκεῖνον] εἶναι κείμενον Μ, corr. Ηu | 34 διπλάσιον ὡς, corr. Pr.)

372
εἶναι υἱὸν θεοῦ;

πῶς δὲ τοῦτο ἀπὸ τοῦ ἐναντίου δείκνυται οὕτω παραστήσομεν· ἐν τῷ κατὰ Ματθαῖον ὁ πρὸς τοὺς γραμματεῖς καὶ Φαρισαίους δεύτερος ταλανισμὸς οὕτως ἔχει· »Οὐαὶ ὑμῖν, γραμματεῖς »καὶ Φαρισαῖοι, ὑποκριταί, ὅτι περιάγετε τὴν θάλασσαν καὶ τὴν ξηρὰν »ποιῆσαι ἕνα προσήλυτον, καὶ ὅταν γένηται, ποιεῖτε αὐτὸν υἱὸν γεέν- νης διπλότερον ὑμῶν«.

οὐκοῦν κατὰ τοῦτο οὔτε φύσει φύσει γεέννης εἐσίν τινες, οὔτε ἐπ' ἴσης οἱ τῆς γεέννης υἱοὶ υἱοί εἰσιν αὐτῆς, εἴγε ἕτερος ἑτέρου διπλότερος υἱός ἐστιν αὐτῆς.