Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

διόπερ ἀναγκαῖόν ἐστιν ἐφιστάνειν ἡμᾶς πᾶσιν οἷς θἐλομεν ποιεῖν καὶ ἐξετάζειν μήποτε ὃ ποιεῖν ἐκ τῶν τοῦ διαβόλου ἐπιθυμιῶν ἐστιν· ἕνα ἐκ τοῦ τεθεωρηκέναι τὰ ἐκ τῶν τοῦ διαβόλου ἐπιθυμιῶν παυσώμεθα θέλειν ποιεῖν ἐκεῖναι εἰδότες πάντα τὸν θέλοντα ποιεῖν τὰς τοῦ διαβόλου [*](1 Job. 8, 41. — 2 Vgl. c. 16. — 4 Vgl. Ι Job. 3, 8. — 9 Vgl. Röm. II Petr. 1, 4. — 23 Joh. 8, 44. 16 πορνείας, corr. V | 24 φθαρῆναι] η a. Ras.)

355
ἐπιθυμίας ἐκ πατρὸς μὲν οὐδαμῶς εἶναι θεοῦ, διαβόλου δὲ γεγονέναι τέκνον, καὶ ἀπὸ τοῦ ἐθέλειν ποιεῖν τὰς ἐπιθυμίας τοῦ χείρονος μορφούμενον καὶ κατ᾿ εἰκόνα γινόμενον τοῦ πονηροῦ πατρός. ἀφ’ οὑ ἔρχοντσαι καὶ τυποῦνται αἱ ἐκείνου τοῦ χοϊκοῦ εἰκόνες.

πρῶτος γὰρ χοϊκὸς ἐκεῖνος, τῷ πρῶτος ἀποπεπτωκὼς τῶν κρειττόνων καὶ ἐπιτεθυμηκὼς ἑτέρας παρὰ τὴν κρείττονα ζωῆς ζωὴν ἄξιος γεγονέναι τοῦ ἀρχὴν αὐτὸν εἶναι οὔτε κτίσματος οὔτε ποιήματος ἀλλὰ »πλά- »σματος κυρίου, πεποιημένον ἐγκαταπαίζεσθαι ὑπὸ τῶν ἀγγέλων »αὐτοῦ«. καὶ ἡμῶν δὲ ἡ προηγουμένη ὐπόστασίς έστιν ἐν τῷ κατ εἰκόνα τοῦ κτίσαντος· ἡ δὲ ἐξ αἰτίας ἐν τῷ ληφθέντι ἀπὸ τοῦ χοῖ τῆς γῆς πλάσματι.

καὶ εἰ μὲν ὡσπερεὶ ἐπιλαθόμενοι τῆς ἐν ἡμῖν κρείττονος οὐσίας ὑποτάξομεν ἑαυτοὺς τῷ ἀπὸ τοῦ χοῦ πλάσματι. καὶ τὸ κρεῖττον τὴν εἰκόνα τοῦ χοϊκοῦ λήψεται· εἰ δὲ συνέντες τὸ ποιηθὲν κατ᾿ εἰκόνα καὶ τὸ ληφθὲν ἀπὸ τοῦ χοῦ τῆς γῆς, ὅλοι προσνεύοιμεν ἐπὶ τοῦτον. οὗ κατ᾿ εἰκόνα γεγόναμεν, ἐσόμεθακαὶ καὶ καθ ὁμοίωσιν θεοῦ, πᾶσαν τὴν πρὸς ὕλην καὶ σώματα προσπάθειαν καὶ τὴν πρός τινα τῶν καθ’ ὁμοίωσιν ἀπολείψαντες.

ἐπεὶ δὲ κατὰ τὰς θείας γραφὰς ἡ ἐπιθυμία τῶν μέσων ἐστίν, οὐκ εἰδυίας τὴν ἑλληνικὴν τῶν σημαινομένων παρὰ τοῖς τὰ τοιαῦτα διαρθροῦσιν ἀκρίβειαν, ὥστ’ ἂν τὸ μὲν ἀστεῖον βούλησιν ὀνομάσαι ἣν ὁρίζονται εὔλογον ὄρεξιν, τὸ δὲ φαῦλον ἐπιθυμίαν, ἥν φασιν εἶναι ἄλογον ὄρεξιν ἢ σφοδρὰν ὄρεξιν, λεκτέον ὅτι πᾶσα γενητὴ φύσις τὰς ἐπιθυμίας τοῦ ἰδίου πατρὸς θέλει ποιεῖν, ὥσπερ καὶ πᾶσα ποιεῖ τὰ ἔργα τοῦ ἰδίου πατρός, τοῦ μὲν πρώτως ἁγίου πατρὸς ἀγενήτου τυγχάνοντος (οὑτος. δέ ἐστιν ὁ θεός), τοῦ δὲ πρώτως πονηροῦ πατρὸς ἐξ οὐδενὸς ὄντος πατρός· οὐδὲ γὰρ ὑπέστησέν τις ἐν αὐτῷ πατὴρ τὴν πονηρίαν, ἀλλ’ ἡ ἀπὸ θεοῦ ἐκτροπὴ γεγέννηκεν αὐτήν.

Τὸ μὲν οὖν νῦν ἐξεταζόμενον κατὰ τὸ »Καὶ τὰς ἐπιθυ- »μίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν« σαφὲς ὅτι ἀναφέρεται πρὸς τὸν διάβολον, προειρημένου τοῦ »Ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβό- »λου ἐστέ« καὶ ἐπιφερομένου τοῦ »Ἐκεῖνος ἀνθρωποκτόνος ἠν ἀπ »ἀρχῆς«.

καὶ πρὸς ἕκαστον δ’ ἂν οὐ μόνον τῶν ἐκ τοῦ διαβόλου, ἀλλὰ καὶ τῶν ἐκ τοῦ θεοῦ ὑγιῶς λεχθείη τὸ »Τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν«. λέγονται γάρ τινες εἶναι καὶ θεοῦ [*](5 Vgl. Ι Kor. 15, 49. — 6 Vgl. Hiob 40, 14 (19). — 8 Hiob 40, 14 (13). — 9 Vgl. Kol. 3, 10. — 10 Vgl. Gen. 2, 7. — 13 Vgl. Gen. 1, 26. — 14 Vgl. Gen. 2, 7. — 15 Vgl. Gen. 1, 26. — 20 Ps. Plat., defin. 413 C. „Dyioff, Ethik d. Stoa S. 2 “ We. — 28 Joh. 8, 44. 5 χοϊκὸς] χο a. Ras. | 6 ζωὴν ζωῆς? We | 13 δὲ ü. d. Zeile | 12 ὑποτάξωμεν 14 καὶ] κ a. Ras. | 18 ἡ] ἦν, corr. Hu | 21 ἢ] εἰ, corr. V | 27 γεγέννηκεν] κ a. Ras. 29 σαφῶς, corr. V. 23)

356
ἐπιθυμίαι, ὀνομαζομένων οὕτως αὐτοῦ τῶν βουλήσεων.

ἐν ὀκτωκαιδεκάτῳ ψαλμῷ εἴρηται· »Τὰ κρίματα κυρίου ἀληθινά, δεδι- »καιωμένα ἐπὶ τὸ αὐτό· ἐπιθυμητὰ ὑπὲρ χρυσίον καὶ λίθον τίμιον »πολύν« κἄν, ὥς τινα δὴ τῶν ἀντιγράφων ἔχει, ᾖ »τὰ ἐπιθυμήματα »ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολύν«, φήσεις ὅτι τὰ ἐπιθυμήματα τοῦ ἐπιθυμῆσαί τινα αὐτῶν ἄξιά έστιν, ὡς τὰ εὐλογητὰ τοῦ εὐλογεῖσθαι, καὶ τὰ ἀγαπητὰ τοῦ ἀγαπᾶσθαι.

ὥσπερ οὐν τὰ εὐλογήματα μᾶλλον ὑπὸ θεοῦ εὐλογεῖται καὶ τὰ ἀγαπητὰ μᾶλλον ὑπὸ θεοῦ ἀγαπᾶται, οὕτω καὶ τὰ ἐπιθυμήματα μᾶλλον ἂν ὑπὸ θεοῦ εὐλογώ- τερον ἐπιθυμηθείη, εὐγνωμονέστερον ἡμῶν ἀκουόντων, ὡς προειρήκαμεν, τῆς ἐπιθυμίας. καὶ ὁ σωτὴρ δέ φησιν· »Ἐπιθυμίᾳ ἐπεθύμησα »τοῦτο τὸ πάσχα φαγεῖν μεθ’ ὑμῶν πρὸ τοῦ με παθεῖν«.

περὶ δὲ τοῦ καὶ φαύλην εἶναι ἐπιθυμίαν ἤρκει μὲν καὶ τὸ ἐν χερσὶν ῥητόν· οὐδὲν δὲ ἡττον παραθετέον καὶ τὸ »Ὅς ἂν ἐμβλέψῃ γυναῖκα πρὸς »τὸ ἐπιθυμῆσαι αὐτήν, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ‘. οὐ πάντως δὲ ὁ ἐπιθυμῶν ἀπόντος ἐπιθυμεῖ, ὡς οὐδὲ ὁ βουλόμενος Πάντως τὰ ἀπόντα βούλεται.

τοῦτο δὲ προεθεραπεύσαμεν διὰ τὰ Η ἐπιθυμήματα τοῦ θεοῦ καὶ τὰς τῶν τελείων ἐπιθυμίας.

Πᾶς οὖν υἱός τινος τὰς ἐΠιθυμίας τοῦ πατρὸς ἑαυτοῦ θέλει ποιεῖν, καὶ πᾶς υἱός τινος ποιεῖ τὰ ἔργα τοῦ πατρὸς αὐτοῦ. οὕτω γὰρ καὶ ὁ σωτὴρ τὰς ἐπιθυμίας τοῦ πατρὸς ἑαυτοῦ θέλει ποιεῖν, καὶ ποιεῖ τὰ ἔργα τοῦ πατρὸς ἑαυτοῦ.

καὶ »ὁ ἄνθρωπος τῆς ἁμαρ- »τίας, ὁ υἱὸς τῆς ἀπωλείας« τὰς ἐπιθυμίας τοῦ πατρὸς ἑαυτοῦ θέλει ποιεῖν, καὶ ποιεῖ τὰ ἔργα τοῦ πατρὸς ἑαυτοῦ. καὶ ἐφ᾿ ἡμῶν δὲ τῶν ἀνθρώπων πάντως τὰ ἔργα ἤτοι θεοῦ ἐστιν ἢ διαβόλου, καὶ ἅ θέλομεν ποιεῖν ἤτοι ἐπιθυμία ἐστὶν τοῦ ἀγαθοῦ ἐν οὐρανοῖς πατρὸς ἡμῶν ἢ τοῦ ἐχθροῦ αὐτῷ διαβόλου.

καὶ εἶ μὲν ποιοῦμεν τὰ ἔργα τοῦ θεοῦ καὶ θέλομεν τὰς ἐπιθυμίας αὐτοῦ ποιεῖν, υἱοί ἐσμεν τοῦ θεοῦ εἰ δὲ τὰ τοῦ διαβόλου πράττομεν, θέλοντες ἅ ἐκεῖνος ἐπιθυμεῖ ποιεῖν, ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐσμέν.

ἐπιστήσωμεν οὖν μὴ μόνον οἷς ποιοῦμεν, ἀλλὰ κοὶ οἷς θέλομεν. σὔταρκες γὰρ εἰς τὸ εἶναι τοῦ διαβόλου υἱὸν τὸ κἂν θέλειν αὐτοῦ ποιεῖν τὰς ἐπιθυμίας· καὶ τάχα διὰ [*](2 Ps. 18, 10f. — 10 Vgl. S. 355, 22 f. — 11 Luk. 22, 15. — 14 Matth. 5, 28. — 22 Vgl. II Thess. 2, 3. 1 οὕτως + V (nach βουλήσεων) | 4. 5 πολήν | 4 δὴ] δὲ, corr. We | Die LA ἐπιθμήματα st. ἐπιθυμητὰ findet sich in keiner Hs. bei Holmes | 6 nach Z. 7 viell. εὐλογήματα z. sehr. | 6 εὐλογῆσθαι, corr. We | 14 d. Form des Citates ist bei Orig. fast konstant (d. Stellen bei Griesbach, Symb. crit. ΙΙ, 251 sq.) u. berührt sich engste mit der Form bei Justin (Apol. I, 15); vgl. auch Syr. Sin. Sie stammt wohl aus einer, viell. auf Tatians Diatessaron zurückgehenden kirchl. S. 349, 33 f. findet sich in e. längeren Citat d. gewöhnl.)

357
τοῦτο μετὰ τὸ »Ὑμεῖς ποιεῖτε τὰ ἔργα τοῦ πατρὸς ἡμῶν« εἴρηται τὸ »Τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν«, ἵνα μάθωμεν ὅτι εἰ καὶ μόνον θέλομεν ποιεῖν ἅπερ ἐπιθυμεῖ ὁ διάβολος, χρηματιοῦμεν διαβόλου υἱοί.

πιθανώτατα δ᾿ ἄν τις πρὸς ταῦτα λέγοι ὡς ἄρα ἀρκεῖ πρὸς τὸ εἶναι υἱὸν θεοῦ τὸ θέλειν αὐτοῦ ποιεῖν τὰς ἐπιθυμίας, κἂν μὴ προσῇ τούτῳ τὸ ποιεῖν τὰ ἔργα τοῦ θεοῦ.

ἀλλὰ λεκτέον ὅτι ἀνάγκη τὸν θέλοντα ποιεῖν τὰς ἐπιθυμίας τοῦ θεοῦ καὶ ποιεῖν τὰ ἔργα τοῦ θεοῦ· οὐ γὰρ μόνον τὸ θέλειν ἀλλὰ καὶ τὸ ἐνεργεῖν, ὥς φησιν ὁ Παῦλος, ἐκ τοῦ θεοῦ ἐστιν ἑπομένου πάντως τῷ καλῷ θέλειν τοῦ συζύγου αὐτῷ τοῦ ἐνεργεῖν καὶ γὰρ »πῶσιν τὸν θεὸν πάντα συνεργεῖ εἰς ἀγαθόν«), καὶ οὐκ ἂν καλὸν θέλειν ἀτελὲς ἐάσαι ὁ ποιῶν πάντα καλὰ λίαν· ἀλλ᾿ οὐδὲ ἐπινοηθῆναι δύναται καλὸν θέλειν μὴ συνεζευγμένης τῆς κατὰ τὸ οὕτω θέλειν ἐνεργείας καλῆς τῷ καλῷ θέλειν.

ἡ μέντοι γε πρὸς τῷ θέλειν ἐνέργεια κἂν εμποδίζοιτο ὑπὸ τῆς προνοίας εὐλόγως πολλάκις, ὅτε ὑπέρ τινος καθολικῶς χρησίμου ἢ ὅπως ποτὲ χρησίμου χρεία ἀνακόπτεσθαι τὸ κατὰ τὸ θέλειν τὸ χεῖρον ἔργον.

Εἰς ταῦτα δὲ ὁ Ἡρακλέων φησί· πρὸς οὓς ὁ λόγος, ἐκτῆς οὐσίας τοῦ διαβόλου ἦσαν· ὡς ἑτέρας οὔσης τῆς τοῦ διαβόλου οὐσίας παρὰ τὴν τῶν ἄλλων λογικῶν οὐσίαν.

ὅμοιον δὲ ἐν τούτῳ μοι πεπονθέναι φαίνεται τῷ ἑτέραν οὐσίαν φάσκοντι ὀφ·θαλμοῦ παρορῶντος καὶ ἑτέραν ὁρῶντος, καὶ ἑτέραν οὐσίαν ἀκοῆς παρακουούσης καὶ ὑγιῶς ἀκουούσης.

ὡς γὰρ ἐν τούτοις οὐχ ἡ οὐσία διάφορος, ἀλλά τι αἴτιον ἐπισυμβέβηκεν τοῦ παρακούειν καὶ τοῦ παρορᾶν, οὕτως παντὸς τοῦ πεφυκότος λόγῳ παρακολουθεῖν ἡ παρακολουθητικὴ οὐσία ἡ αὐτή ἐστιν, εἴτε παραδέχεται τὸν λόγον εἴτε ἀνανεύει πρὸς αὐτόν.