Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

ἔστιν δὲ προσαχθῆναι εἰς ταῦτα ἀπὸ τῶν οὕτως ἐν τῷ κατὰ Ματ- θαῖον εὐαγγελίῳ γεγραμμένων· »Ἠκούσατε ὅτι ἐρρέθη· Ἀγαπήσεις τὸν πλησίον σου καὶ μισήσεις τὸν ἐχθρόν σου.

ἐγὼ δὲ λέγω ὑμῖν· »Ἀγαπήσατε τοὺς ἐχθροὺς ὑμῶν καὶ προσεύχεσθε ὑπὲρ τῶν διωκόν- »των ὑμᾶς, ὅπως γένησθε υἱοὶ τοῦ πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς«.

πρόσχες γὰρ τῷ »Ὅπως γένησθε υἱοὶ τοῦ πατρὸς ὑμῶν τοῦ ἐν οὐ- »ρανοῖς« ἐμφαίνοντι ὅτι οὐ πρότερόν τις ὢν υἱὸς τοῦ ἐν οὐρανοῖς πατρὸς γίνεται αὐτοῦ υἱός.

ἐπιμελῶς δὲ τηρήσας καὶ περὶ τοῦ προσκειμένου τῷ »Τοῦ πατρός«, ὅπερ ἐστίν, »Ὑμῶν« γέγραπται γάρ· »Ὅπως γένησθε υἱοὶ τοῦ πατρὸς ὑμῶν‘), ζητήσεις πότερον ἁπλούστερον εἴρηται, ἢ τῶν ἀντιγράφων ἡμαρτημένων πρόσκειται τὸ »Ὑμῶν« (οὐδὲν γὰρ ὂν ἐζητήσαμεν, εἰ ἐγέγραπτο· »ὅπως »υἱοὶ τοῦ πατρὸς τοῦ ἐν οὐρανοῖς«), καὶ μάλιστα ἐπεὶ δοκεῖ μάχην περιέχειν τὸ γίνεσθαι υἱόν τινα, οὐχ ἁπλῶς τοῦ έν οὐρανοῖς πατρός, ἀλλὰ τοῦ ἰδίου πατρός.

εἰ μὲν γὰρ αὐτοῦ πατήρ ἐστιν, οὐχ ὕστερον γίνεται αὐτοῦ υἱός· εἰ δὲ γίνεται αὐτοῦ υἱός, οὐκ ἠν αὐτοῦ πατήρ.

ἅμα δὲ ἐπιστήσεις διὰ τὸ τινὰς μὲν τῶν πεπιστευκέναι νομιζομένων λέγεσθαι δούλους τοῦ θεοῦ, ἑτέρους δὲ χρηματίζειν αὐτοῦ υἱούς. μήποτε οὐχ ἡ τυχοῦσα ἐντολή, ἀλλά τινα κατ᾿ ἐξαίρετον κατορθούμενα ποιοῦσιν γενέσθαι υἱὸν θεοῦ τὸν κατορθώσαντα.

πολλῶν γοῦν ἐν τῷ κατὰ Ματθαῖον εἰρημένων παρατήρει ὅτι τὸ »Ὅπως υἱοὶ »τοῦ πατρὸς ὑμῶν τοῦ έν οὐρανοῖς«, ἐπιφέρεται τώ »Ἐγὼ δὲ »λέγω ὑμῖν· Ἀγαπήσατε τοὺς ἐχθροὺς ὑμῶν καὶ προσεύχεσθε ὑπὲρ τῶν διωκόντων ὑμᾶς«.

καὶ γὰρ ἐμφαίνεται ἡ πρὸς θεὸν ὁμοιότης καὶ μίμησις αὐτοῦ ἀγαπῶντος τὰ ὅντα πάντα καὶ μηδὲν βδελυσσομένου ὧν ἐποίησεν καὶ φειδομένου πάντων (ἐπείπερ αὐτοῦ τοῦ δεσπότου ἐστὶν τὰ πάντα) ἐν τῷ ἀγαπῶντι τοὺς ἐχθροὺς ἐαυτοῦ καὶ προσευχομένῳ ὑπὲρ τῶν διωκόντων αὐτόν.

πῶς δ᾿ ἂν ἁρμοστὸν ἠν ἐπιφερόμενον τὸ »Ὅπως γένησθε υἱοὶ τοῦ πατρὸς ὑμῶν τοῦ ἐν οὐ- »ρανοῖς« τῷ »Ἐρρέκθη· Οὐ μοιχεύσεις· ἐγὼ δὲ λέγω ὑμῖν ὅτι πᾶς ὁ »βλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι. ἤδη ἐμοίχευσεν αὐτὴν έν τῇ [*](5 Matth. 5, — 45. — 24 Matth. 5, 45. — 25 Matth. 5, 44. — 28 Vgl. Weish. Sal. 11, 24. 26. — 32 Matth. 5, 44. — 33 Matth. 5, 27f. 6 καὶ a. Anf. d. Ζ. fälschlich wiederholt | 7 προσεύχεσθαι | 16 ἐπὶ | 22 corr. V | 24 εἰρημένων ἐντολῶν We | ὅτι + We | τῷ] τὸ ü. d. Ζ., 26 προσεύχεσθαι | 30 ἐχθροὺς] ἐχ a. Ras. | 34 βλέπων] β a. Ras.)

350
»καρδίᾳ αὐτοῦ«, καὶ τοῖς περὶ τῆς ἀπωλείας ἑνὸς τῶν μελῶν ὑπὲρ τοῦ μὴ ὅλον εἰς γέενναν ἀπελθεῖν τὸ σῶμα;

ἀλλὰ καὶ εἰ * * ἐπεφέρετο τῷ »Ἐρρέθη τοῖς ἀρχαίοις· Οὐκ ἐπιορκήσεις, ἀποδώσεις δὲ τῷ »κυρίῳ τοὺς ὅρκους σου· ἐγὼ δὲ λέγω ὑμῖν μὴ ὀμόσαι ὅλως.· τὸ »Ὅπως γένησθε υἱοὶ τοῦ πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς‘ πολλὴν ἂν αὐτόθεν ἐνεποίησεν προσκοπήν.

νυνὶ δὲ ὥσπερ ὁ ἐν τοῖς οὐρανοῖς πατὴρ ἀνατέλλει τὸν ἥλιον ἐπὶ πονηροὺς καὶ ἀγαθούς, οὕτως ἕκαστος τῶν υἱῶν τοῦ θεοῦ, οἱονεὶ ἥλιον ἐν ἑαυτῷ τὴν ἀγάπην ἔχων, ταύτην ἀνατέλλει καὶ ἐπὶ πονηρούς, ἐπὰν ἀγαπήσῃ τοὺς ἑαυτοῦ ἐχθρούς· καὶ πάλιν ὥσπερ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους, οὕτως οἱονεὶ ὑετόν τινα τὴν προσευχὴν ὁ ἅγιος καταπέμπει ἐπὶ τοὺς κάτω που τυγχάνοντας, διὰ τὸ διώκειν αὐτόν, καὶ περὶ τῶν τοιούτων προσευχόμενος. ταῦτα μὲν εἰς τὸ ὑποπεσὸν ἡμῖν τρανωθῆναι τὸ »Εἰ ὁ θεὸς πατὴρ ὑμῶν ἠν, ἠγαπᾶτε ἂν ἐμέ«.

Ἴδωμεν δὲ καὶ τὸ »Ἐγὼ ἐκ τοῦ θεοῦ ἐξῆλθον καὶ »ἥκω«, εἰς ὅ χρήσιμόν μοι φαίνεται παραθέσθαι τὸ ἐκ Μιχαίου οὕτως ἔχον »Ἀχούσατε, λαοί, λόγους, καὶ προσεχέτω ἡ γῆ καὶ πάντες οἱ »ἐν αὐτῇ· καὶ ἔσται κύριος ἐν ὑμῖν εἰς μαρτύριον, κύριος ἐξ οἴκου »ἁγίου αὐτοῦ. διότι ἰδού, κύριος ἐκπορεύεται ἐκ τοῦ τόπου ἑαυτοῦ καὶ καταβήσεται καὶ ἐπιβήσεται ἐπὶ τὰ ὕψη τῆς γῆς, καὶ σαλευθήσε- »ται τὰ ὄρη ὑποκάτωθεν αὐτοῦ, καὶ αἱ κοιλάδες τακήσονται ὡς κηρὸς »ἀπὸ προσώπου πυρὸς καὶ ὡς ὕδωρ καταφερόμενον ἐν καταβάσει«.

καὶ ὅρα μήποτε ἰσοδυναμεῖ τὸ »Ἐξῆλθον παρὰ τοῦ θεοῦ« τῷ » Κύ- »ριος ἐκπορεύεται ἐκ τοῦ τόπου αὐτοῦ«, ἐπεὶ ὅτε ὁ υἱὸς ἐν τῷ πατρί ἐστιν, ἐν μορφῇ θεοῦ ὑπάρχων πρὶν ἑαυτὸν κενῶσαι, οἱονεὶ τόπος αὐτοῦ ἐστιν ὁ θεός.

καὶ εἴ τίς γε νοήσαι τὸν πρὸ τοῦ κενῶσαι ἑαυτὸν ἐν τῇ προηγουμένῃ ὑπάρχοντα θεοῦ μορφῇ, ὄψεται τὸν μηδέπω ἐξεληλυθότα ἀπὸ τοῦ θεοῦ υἱὸν αὐτοῦ καὶ κύριον τὸν μηδέπω ἐκπορευόμενον ἐκ τοῦ τόπου ἑαυτοῦ.

ἐπὰν δὲ ἐκείνῃ τῇ καταστάσει τοῦ υἱοῦ συγκρίνῃ τὴν ἐκ τοῦ ἀνειληφέναι τὴν τοῦ δούλου μορφήν, ἑαυτὸν κενώσαντα, συνήσει πῶς ὁ υἱὸς τοῦ θεοῦ ἐξῆλθεν καὶ ἧκεν πρὸς ἡμᾶς, καὶ οἱονεὶ ἔξω γεγένηται τοῦ πέμψαντος αὐτόν, εἰ καὶ κατ᾿ ἄλλον τρόπον οὐκ ἀφῆκεν αὐτὸν μόνον ὁ πατήρ, ἀλλὰ μετ᾿ αὐτοῦ ἐστιν, καὶ ἔστιν ἐν τῷ υἱῷ ὥσπερ καὶ αὐτὸς ἐν τῷ πατρί. [*](1 Vgl. Matth. 5, 29 f. — 3 Matth. 5, 33 f. — 7 Vgl. Matth. 5, 45, — 14 Joh. 8, 42. — 15 Joh. 8, 42. — 17 Mich. 1, —4. — 25 Vgl. Phil. 2, 6 f. — 32 Vgl. Job. 8, 42. — 33 Vgl. Joh. 8, 29. 2 nach εἰ Raum für c. 3–4 Buchst. Μ; V hat ihn durch ἑξῆς üllt; πάλιν We | 3 ἀποδώσεις] α a. Ras. | 4 nach δὲ Raum ür c. 3 — 4 Buchst. Μ | ὀμόσαι] οσ a. Ras. | τὸ + Bf | 11 οἱονεὶ ὐετόν a. Ras. | 14 ὑ a. Ras. | 15 τὸ] τώ, corr. V | 32 πέμψαντος] εμ a. Ras.)

351
καὶ εἰ μὴ κατ᾿ ἄλλον γε τρόπον νοήσαις εἶναι τὸν υἱὸν ἐν τῷ πατρί,

ὡς ἦν πρὶν ἐξέλθῃ ἀπὸ τοῦ Μοῦ, δόξει περιέχειν μάχην τὸ καὶ ἐξεληλυθέναι ἀπὸ τοῦ θεοῦ καὶ εἶναι τὸν ἐξεληλυθότα ἀπὸ τοῦ θεοῦ ἔτι ἐν τῷ θεῷ.

ἄλλοι δὲ τὸ »Ἐξῆλθον ἀπὸ τοῦ θεοῦ« διηγήσαντο ἀντὶ τοῦ »γεγέννημαι ἀπὸ τοῦ θεοῦ«, οἷς ἀκολουθεῖ ἐκ τῆς οὐσίας φάσκειν τοῦ πατρὸς γεγεννῆθαι τὸν υἱόν, οἱονεὶ μειουμένου καὶ λείποντος ποντος τῇ οὐσίᾳ ᾗ πρότερον εἶχεν τοῦ θεοῦ, ἐπὰν γεννήσῃ ὡσεὶ νοήσαι τις τοῦτο καὶ ἐπὶ τῶν ἐγκυμόνων.

ἀκολουθεῖ δὲ αὐτοῖς καὶ σῶμα λέγειν τὸν πατέρα καὶ τὸν υἱὸν καὶ διῃρῆσθαι τὸν πατέρα, ἅπερ ἐστὶν δόγματα ἀνθρώπων μηδ᾿ ὄναρ φύσιν ἀόρατον καὶ ἀσώματον πεφαντασμένων, οὖσαν κυρίως οὐσίαν.

οὗτοι δὲ δῆλον ὅτι ἐν σωματικῷ τόπῳ δώσουσιν τὸν πατέρα, καὶ τὸν υἱὸν τόπον ἐκ τόπου ἀμείψαντα σωματικῶς ἐπιδεδημηκέναι τῷ βίῳ, καὶ οὐχὶ κατάστασιν ἐκ καταστάσεως, ὥσπερ ἡμεῖς ἐξειλήφαμεν.

VIII, 42. Οὐδὲ γὰρ ἀπ᾿ ἐπαυτοῦ ἐλήλυθα, ἀλλ᾿ ἀκεῖνός με απεστειλεν.

Ταῦτα νομίζω λέγεσθαι ὥς τινων ἀφ’ ἑαυτῶν ἐρχομένων καὶ μὴ ἀπεσταλμένων ἀπὸ τοῦ πατρός. περὶ μὲν οὖν ἀνθρώπων τοιούτων, διδασκαλίαν ἢ προφητείαν ὑπισχνουμένων, διδασκόμεθα καὶ ἀπὸ τοῦ Ἱερεμίου, ἔνθα γέγραπται· »Οὐκ ἀπέστελλον τοὺς »προφήτας, καὶ αὐτοὶ ἔτρεχον«.