Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

ἐπεὶ γὰρ ὁ ζητῶν εὑρίσκει«, ἐζήτησε δὲ ποῦ μένει ὁ Ἰησοῦς, καὶ ἀκολουθήσας, θεωρήσας αὐτοῦ τὴν μονήν, παραμένει τῷ κυρίῳ ἐν τῇ δεκάτῃ ὥρᾳ καὶ εὑρίσκει τὸν υἱὸν τοῦ θεοῦ, τὸν λόγον καὶ τὴν σοφίαν, βασιλεύεταί τε ὑπ’ αὐτοῦ, διὰ τοῦτό φησιν· »Εὐρήκαμεν τὸν Μεσσίαν«. αὕτη δὲ ἡ φωνὴ ὑπὸ παντὸς ἄν λέγοιτο τοῦ τὸν τοῦ θεοῦ λόγου εὑρηκότος καὶ ὑπὸ τῆς θειότητος αὐτοῦ βασιλευομέ- νου.

καρπὸν δὲ εὐθέως προσάγει τὸν ἀδελφὸν τῷ χριστῷ, ᾧ Σίμωνι ἐχαρίσατο ὁ Ἰησοῦς τὸ ἐμβλέψαι αὐτῷ, ὅπερ ἐστὶ διὰ τοῦ ἐμβλέψαι ἐπισκοπῆσαι καὶ φωτίσαι αὐτοῦ τὸ ἡγεμονικόν· καὶ δεδύνηται διὰ τὸ ἐμβεβλεφέναι αὐτῶ τὸν Ἰησοῦν ὁ Σίμων βεβαιωθῆναι, ὥστε τοῦ ἔργου τῆς βεβαιότητος καὶ τῆς στερρότητος ἐπώνυμος γενέσθαι καὶ κληθῆναι » Πέτρος‘.

Ἀλλ’ ἐρεῖ τις, τί δήποτε προκειμένου διηγήσασθαι τὸ »Οὑτος ἦλθεν Ι εἰς μαρτυρίαν , ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός« [*](3 Joh. 1, 38. — 7 Vgl. Luk. 11, 10. — 9 Joh. 1, 39. — 12 Vgl. gl. Job. 1, 39f. — 17 Vgl. Joh. 1, 39. — 20 Vgl. Joh. 1, 41. — 22 Vgl. Luk. 11, 10. — 25 Joh. 1, 41. 29 Vgl. Joh. 1, 42. — 35 Joh. 1, 7.) [*](21 μεσίαν nach der Schreibweise der meisten jüngeren Hss Ι 26 μεσίαν Ι τοῦ τὸν] τοῦτον, corr We Ι 28 «<Σίμωνα> ᾡ Σίμωνι? We.)

96
πάντα ταῦτα διεξεληλύθαμεν; λεκτέον δέ, ὅτι ἔδει παραστῆσαι τὰς μαρτυρίας τοῦ Ἰωάννου τὰς περὶ τοῦ φωτός, καὶ τὴν τάξιν αὐτῶν ἐκθέσθαι τήν τε ἀκολουθήσασαν οἷς ἐμαρτύρησεν ὠφέλειαν. γενομένην μετὰ τὴν Ἰωάννου μαρτυρίαν ἀπὸ τοῦ Ἰησοῦ, ἴνα τὸ ἀνύσιμον τῆς Ἰωάννου μαρτυρίας δηλωθῇ.

καὶ πρὸ τῶν ἐνταῦθα δὲ μαρτυριῶν ἡ ἐν τῇ ἀγαλλιάσει σκίρτησις τοῦ βαπτιστοῦ ἐν τῇ κοιλίᾳ τῆς Ἐλισάβετ ἐπὶ τῷ ἀσπασμῷ τῆς Μαρίας μαρτυρία περὶ Χριστοῦ ἠν, μαρτυροῦν- τος τῇ θειότητι τῆς συλλήψεως καὶ γενέσεως αὐτοῦ. καὶ τί γὰρ ἢ πανταχοῦ μάρτυς καὶ πρόδρομος τοῦ Ἰησοῦ ἐστιν ὁ Ἰωάννης, προλαμβάνων τὴν γένεσιν αὐτοῦ καὶ πρὸ ὀλίγου τοῦ θανάτου ἀποθνήσκων τοῦ υἱοῦ τοῦ θεοῦ, ἵνα μὴ μόνον τοῖς έν γενέσει ἀλλὰ καὶ τοῖς προσδοκῶσι τὴν διὰ Χριστοῦ ἀπὸ θανάτου ἐλευθερίαν πρὸ τοῦ χριστοῦ ἐπιδημῶν, πανταχοῦ ἑτοιμάσῃ κυρίῳ λαὸν κατεσκευασμένον; φθάνει δὲ καὶ ἐπὶ τὴν δευτέραν Χριστοῦ παρουσίαν καὶ θειοτέραν ἡ Ἰωάννου μαρτυρία· »Εἰ γὰρ θέλετε, φησί, δέξασθαι, αὐτός ἐστιν Ἠλίας ὁ μέλλων »ἔρχεσθαι. ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω«.

Οὔσης δὲ ἀρχῆς, ἐν ᾗ ὁ λόγος (ἥντινα σοφίαν εἶναι ἀπὸ τῶν Παροιμιῶν ἀπεδείξαμεν), ὄντος δὲ καὶ τοῦ λόγου, γενομένης τε ἐν τούτῳ ςωῆς, τῆς τε ζωῆς τυγχανούσης φωτὸς ἀνθρώπων, ζητῶ τί δήποτε ὁ γενόμενος »ἄνδρωπος ἀπεσταλμένος παρὰ θεοῦ, ᾧ ὄνομα Ἰωάννης, ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός‘.

διὰ τί γοῦν οὐχ »ἵνα μαρτυρήσῃ περὶ τῆς ζωῆς«, ἢ »ἵνα μαρτυρήσῃ περὶ τοῦ λόγους«, ἢ Μερὶ τῆς αρχῆς«, ἢ ὁποιασδήποτε ἄλλης ἐπινοίας τοῦ χριστοῦ; ἐπίσκεψαι δὲ εἰ μή, ἐπεὶ »ὁ λαὸς ὁ καθήμενος ἐν σκότῳ »φῶς εἶδε μέγα«, καὶ ἐπεὶ »τὸ φῶς έν τῇ σκοτίᾳ φαίνε« μὴ καταλαμβανόμενον ὑπ' αὐτῆς, οἱ έν ἐν σκότῳ τυγχάνοντες δέονται φωτός, τοῦτ' ἔστιν οἱ ἀνθρωποι.

εἰ γὰρ τὸ φῶς τῶν ἀνθρώπων ἐν τῇ σκοτίᾳ φαίνει«, ἔνθα οὐδαμῶς ἐνέργεια σκοτίας τυγχάνει, τυγχάνει, ἐπινοιῶν τοῦ χριστοῦ κοινωνήσομεν, νῦν κυρίως καὶ κατὰ τὸ ἀκριβὲς οὐ μετέχοντες αὐτῶν. Πῶς γὰρ μετέχομεν ζωῆς οἱ ἔτι τὸ σῶμα τοῦ θανάτου περικείμενοι, ὡν ἡ ζωὴ »κέδρυπται σὺν τῷ χριστῷ ἐν τῷ θεῷ«; ὅταν γὰρ ὁ χριστὸς φανερωθῇ, ἡ ζωὴ ἡμῶν, τότε καὶ ἡμεῖς σὺν αὐτῷ φανερωθησόμεθα ἐν δόξῃ, οὐχ

οἷόν τε οὖν ἦν τὸν ἐλθόντα μαρτυρῆσαι περὶ τῆς ζωῆς τῆς ἔτι κρυπτομένης σὺν τῷ χριστῷ ἐν τῷ θεῷ· ἀλλ' οὐδὲ ἠλθεν εἰς μαρτυρίαν , ἕνα μαρτυρήσῃ περὶ τοῦ [*](6 Vgl. Luk. 1, 44. — 13 Vgl. Luk. 1, 17. — 15 Matth. 11, 14f. — 17 Vgl. Prov. 8, 22. vgl. J, § 101 ff. — 20 Vgl. Job. 1, 6 f. — 24 Matth. 4, 16; vgl. Jes. 9, 2. — 25 Joh. 1, 5 — 30 Vgl. Rom. 7, 24. — 31 Vgl. Kol. 3, 3 f. — 35 Vgl. Job. 1, 7.) [*](8 συλλήψευς] ψευς a. Ras. | 20 γενόμενος] νο α. Ras. | 24 ἐπεὶ + We | Die singulare LA. σκότῳ statt des sonst von Orig. gebotenen σκοτία berubt wobl auf dem Streben nacb Abwecbselung | 30 αὐτῶν a. Ras.)

97
λόγου, λόγον ἡμῶν νοούντων τὸν ἐν ἀρχῇ πρὸς τὸν θεὸν καὶ θεὸν λόγου· ἐπὶ γῆς γὰρ »ὁ λόγος σὰρξ ἐγένετο«. καὶ ἦν ἂν μαρτυρίαι εἰ καὶ ἐδόκει περὶ περὶ τοῦ λόγου κυρίως ἂν λεχθησομένη ἡ περὶ λόγου γενομένου σαρκός, οὐχὶ δὲ λόγου θεοῦ· διόπερ οὐκ ἦλθεν, ἴνα μαρτυρήσῃ περὶ τοῦ λόγου.

πῶς δὲ μαρτυρία ἐδύνατο γίνεσθαι περὶ τῆς σοφίας τοῖς, κα/ν δοκῶσιν ἐγνωκέναι οὐ τὸ καθαρῶς ἀληθὲς κατανοοῦσιν ἀλλὰ βλέπουσι δι’ ἐσόπτρου καὶ ἐν ἐναἰνίrματ“; εἰκὸς μέντοι γε πρὸ τῆς δευτέρας καὶ θειοτέρας Χριστοῦ ἐπιδημίας ἐλεύσεσθαι μαρτυρήσοντα τὸν Ἰωάννην ἢ Ἠλίαν περὶ ζωῆς πρὸ ὀλίγου τοῦ χριστὸν φανερωθήσεσθαι, τὴν ζωὴν ἡμῶν, καὶ τότε μαρτυρήσειν περὶ τοῦ λόγου, παραστήσειν τε τὸ περὶ τῆς σοφίας μαρτύριον. βα- σάνου δὲ δεῖται, εἰ ἐνεστιν οἷον ἡ Ἰωάννου μαρτυρία πρόδρομος ἑκάστῃ τῶν τοῦ χριστοῦ ἐπινοιῶν. ταῦτα μὲν εἰς τὸ »Οὑτος ἠλθεν »εἰς μαρτυρίαν, ἴνα μαρτυρήσῃ περὶ τοῦ φωτός‘. ἐξῆς δὲ ἐπισκεπτέον, τί δεῖ νοεῖν εἰς τὸ »Ἵνα πάντες πιστεύσωσι δι’ αὐτοῦ«.

[*](1 Vgl. Joh. 1, 1. — 2 Job. 1, 14. — 4 Vgl. Joh. 1, 14. — 7 Vgl. I Kor. 13, 12. 10 Vgl. Kol. 3, 4. — 13 Joh. 1, 7. — 15 Joh. 1, 7.)[*](5 ἐδύνατο] ἐγίνετο, corr. Hu Ι 12 ἔν ἐστιν Μ.)