Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

ἵν οὑν νοηθῇ, τί τὸ έν τῷ γαζοφυλακίῳ ταῦτα τὰ ῥήματα τὰ] ὑπὸ τοῦ Ἰησοῦ εἰρῆσθαι, παραθησόμεθα ἅπερ ἀπὸ Λουκᾶ καὶ Μάρκου μεμαθήκαμεν, ὀνομασάντων τὸ γαζοφυλάκιον. ἀπὸ μὲν τοῦ Λουκᾶ ταῦτα· »᾿Αναβλέψας δὲ εἰς τοὺς βάλλοντας εἰς τὸ γαζοφυλάκιον τὰ δῶρα »αὐτῶν πλουσίους, εἶδέν τινα χήραν πενιχρὰν βάλλουσαν λεπτὰ δύο, »καὶ εἶπεν· ᾿Αληθῶς λέγω ὑμῖν ὅτι ἡ χήρα ἡ πτωχὴ αὕτη πλεῖον »πάντων ἔβαλεν· πάντες γὰρ οὗτοι ἐκ τοῦ περισσεύοντος αὐτοῖς »ἔβαλον εἰς τὰ δῶρα τοῦ θεοῦ, αὕτη δὲ ἐκ τοῦ ὑστερήματος αὐτῆς »πάντα τὸν βίον ἑαυτῆς, ὃν εἶχεν, ἔβαλεν«· ἀπὸ δὲ τοῦ κατὰ »Καὶ ἑστὼς ὁ Ἰησοῦς κατέναντι τοῦ γαζοφυλακίου ἐθεώρει,

καὶ Μᾶς ἔβαλλεν χαλκὸν εἰς τὸ γαζοφυλάκιον. καὶ πολλοὶ πλούσιοι »ἔβαλλον πολλά· ἐλθοῦσα δὲ μία χήρα πτωχὴ ἔβαλεν λεπτὰ δύο, ὅ »ἐστιν κοδράντης. καὶ προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ εἶπεν »αὐτοῖς· Ἀμὴν λέγω ὑμῖν ὅτι ἡ χήρα ἡ πτωχὴ αὕτη πλεῖον πάντων »ἔβαλεν τῶν βαλλόντων εἰς τὸ γαζοφυλάκιον· πάντες γὰρ ἐκ τοῦ »περισσεύοντος αὐτοῖς ἔβαλον· αὕτη δὲ ἐκ τῆς ὑστερήσεως αὐτῆς »πάντα ὅσα εἶχεν ἔβαλεν, ὅλον τὸν βίον αὐτῆς«.

τί δέ μοι βούλεται ἡ τῶν ῥητῶν παράθεσις τηρήσαντι, ὅτι τὸ γαζοφυλάκιον ἐν τῷ ἱερῷ ἠν, ὑπὲρ τοῦ νοπησαι τὴν προκειμένην τοῦ Ἰωάννου λέξιν ἤδη λέξωμεν· εἰ τὸ ἱερὸν ἀνάγομεν τοῦ θεοῦ καὶ τὰ κατὰ τὸν εἰς τὸν πνευματικὸν λόγον, τούτῳ ἀκολούθως καὶ τὸ ἐν τῷ ἱερῷ γαζοφυλάκιον κατανοήσωμεν, ὅπερ ἐστὶν τόπος νομισμάτων εἰς τιμὴν θεοῦ καὶ οἰκονομίαν ἀναπαύσεως πενήτων προσφερομένων.

τὰ δὲ [*](13 Luk. 21, —4. — 19 Mark. 12, 4144. 8 ἃ viell. als Dittogr. zu str.; vgl. S. 308, 23. 309, 14. | 10 τὰ als Dittogr. zu str. | 13 εἰς1] mit Syr. Pesch., εἶδεν rell | 14 nach βάλλουσαν ässt Orig. ἐκεῖ aus mit D Syr. Cur. Sin. Pesch. Aeth. | 15 αὕτη nach πτωχὴ mit ς rel. Syr. hcl. | 16 πάντες mit Δ | 18 ὃν + V | 19 ἑστὼς mit 1. 09. Syr. hcl. mg Arm. | 20 ἔβαλλεν mit 69 corr. ἔβαλε 69 1, βάλλει rell.) | 21 ἐλθοῦσα δὲ mit D lt. Vulg. Copt. | 23 αὕτη nach πτωχὴ mit D a. b. ff. g2. i. | 29 τὰ + Br | 30 εἰς] εἴτε, corr.)

307
νομίσματα τίνα ἂν εἴη ἢ οἱ Μοι λόγοι τὴν εἰκόνα τοῦ μεγάλου βασιλέως ἐντετυπωμένην ἔχοντες, ὑπὸ δοκίμων τραπεζιτῶν θεωρούμενοι, τῶν χωρίζειν ἐπισταμένων ἀπὸ τῶν δοκίμων τὰ ἀδόκιμα μὲν προσποιούμενα δὲ εἶναι δόκιμα καὶ τηρούντων τὴν ἐντολὴν Ἰησοῦ λέγουσαν· »Γίνεσθε δόκιμοι τραπεζῖται«, καὶ τὴν Παύλου διδαχὴν φάσκοντος· Πάντα δοκιμάζετε, τὸ καλὸν κατέχετε, ἀπὸ παντὸς »εἴδους πονηροῦ ἀπέχεσθε«; ἕκαστος δὴ συνεισφερέτω εἰς οἰλοδομὴν τῆς ἐκκλησίας φέρων ἐπὶ τὸ νοητὸν γαζοφυλάκιον ἃ δύναται εἰς τιμὴν τοῦ θεοῦ καὶ ὠφέλειαν τοῦ κοινοῦ.

Ἐπεὶ δὲ ἔστιν ὠφεληθῆναι τὸ κοινὸν διχῶς, ἀπό τε λό- ἴων καὶ ἀπὸ πράξεων, ὠν ὁ δίκαιος πράττει, καλῶς καὶ αὐταὶ ἀναφέρονται εἰς τὸ νοητὸν γαζοφυλάκιον. ἀλλ᾿ ἐπεὶ οὐκ ἴση οὐδ’ ὁμοία πάντων ἡ δύναμις ἐν τῶ βίῳ τούτῳ, εἴγε ἔδωκεν ὁ οἰκοδεσπότης τῷ μὲν πέντε τάλαντα. τῷ δὲ δύο, τῷ δὲ ἕν, ἑκάστῳ κατὰ τὴν ἰδίαν δύναμιν, ἀποδέχεται ὁ ἔμψυχος τούτου λόγος, ἐνορῶν τῇ δυνάμει τῶν βαλλόντων εἰς ὃ διηγησάμεθα γαζοφυλάκιον, οὓς ἀποδέχεται, οὐ τῇ ποσότητι τῶν συνεισφερομένων ἐνορῶν μόνῃ.

διόπερ εἰ ἔστιν] τις πλείονα δυνάμενος, ὀλιγώτερα μὲν ὡς πρὸς τὴν ἐνυπάρχουσαν αὐτῷ δύναμιν ποιεῖ, πλείονα δὲ ὡς πρὸς ἑτέρων σύγκρισιν ἐλάττονα δυναμένων, * * καὶ ἀποδέχεται τοὺς τοὺς δυνάμει τὰ ἐλάττονα πεποιηκότας παρὰ τοὺς πλείονα συνεισενεγκόντας ἐκ δυνάμεως πολλαπλασίονα φέρειν δυναμένης, ὡς γέγραπται ἃ τοῦ τε Λουκᾶ καὶ τοῦ Μάρκου.

ἅμα δὲ διδάσκει τὰ ῥητὰ ταῦτα τὸν νοήσαντα ταῦτα πνευματικῶς μηδεπώποτε τοὺς νομιζομένους διαφέρειν δεῖν ἐπαίρεσθαι κατὰ τῶν ὡς πρὸς κρίσιν ὑποδεεστέρων· οὐ γὰρ πεπείσθω τις τῶν ὑπολαμβανομένων πλείονα καὶ κρείττονα ποιεῖν, συγκρίνων ἑαυτὸν τοῖς ὅσον ἐπὶ ἀνθρωπίνῃ κρίσει ἐλάχιστα πράττουσιν ὅτι πάντα ἃ δεδύνηται πεποίηκεν, ἢ ἐκεῖνος οὐ πάντα εἰ <εἰ ἃ> οἷός τε ἠν ἀπαιτεῖσθαι ἀπὸ τοῦ λόγου ἀποδέδωκεν.

ἀνεβλεψεν οὖν εἰς τοὺς βάλλοντας εἰς τὸ γαζοφυλάκιον τὰ δῶρα αὐτῶν πλουσίους ὁ Ἰησοῦς, καὶ ἰδὼν τὴν πενιχρὰν χ·ήραν λεπτὰ βάλλουσαν δύο τάχα τῷ γνωστικῷ τόπῳ ἢ τῷ πρακτικῷ ἁπλούστερον περὶ τῶν θείων φρονοῦσαν. καὶ ἀνάλογον τούτοις [*](1 Vgl. Ps. 47, 3. — 5 Preuschen, Antilegomena S. 44, SSfiF. Resch, Agrapha S. 110 ff. 233 ff. — 6 IThess. 5, 21 f. — 13 Vgl. Matth. 25, 15. — 16 Vgl. S. 306, 31 f. — 30 Vgl. Luk. 21, If. 3 μὲν + Pr | 5 γίνεσθαι, corr. V | 8 ἃ] ὃς, corr. Pr, ὃ Β | 11 πράττη; von dem Schreiber verbessert, aber unvollständige Correctur; vgl. Einl. | 13 Μ, πόντων Ausgg. | 18 εἰ] ἐπεὶ, corr. We | ἔστιν] str. Br | 19 ποιῶν, corr. Br | 20 ücke; erg. etwa > | 22 > + Pr; vor γέγραΠται wohl össere Lücke mit Citaten We | 25 δεῖν + We | 26 πέπεισται, corr. We | πιστῶν, corr. Br | 29 <εἰ ἃ> + We, ἃ + Br | 32 nach τάχα + ὁ | ἢ] καὶ, corr. Pr.)

308
βιοῦσαν, εἶπεν· »᾿Αληθῶς λέγω ὑμῖν ὅτι ἡ χήρα ἡ πτωχὴ αὕτη πλεῖον »πάντων ἔβαλεν«.

καὶ τοῦτο εἶπεν καθορῶν τίνα τρόπον πολλαπλασίονα δυνάμενοι φέρειν εἰς τὸ κοινὸν οἱ ὅσον ἐπὶ τῇ δυνάμει πλούσιοι ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἔβαλον εἰς τὰ δῶρα τοῦ θεοῦ ἐλάχιστον μόριον, ὠν οἶοί τε ἠσαν συνεισφέρειν.

κατανόει δὲ καὶ τὰ τῆς χήρας ὑστερήματα καὶ ὅτι βιασαμένη ἑαυτὴν πáντα ὂν εἶχεν βίον ἤνεγκεν εἰς τὸ ἐν τῷ ἱερῷ γαζοφυλάκιον, προσφέρουσα πτᾶσαν τὴν δύναμιν ἑαυτῆς τῷ θεῷ.

Ἀεὶ τοίνυν ὁ Ἰησοῦς κατὰ μὲν τὸν Λουκᾶν, ἀναβλέπων εἰς τοὺς βάλλοντας εἰς τὸ γαζοφυλάκιον πλουσίους τὰ δῶρα αὐτῶν, ὁρᾷ καὶ τὴν πενιχρὰν χήραν βάλλουσαν λεπτὰ δύο· κατὰ δὲ τὸν Μάρκον, ἑστὼς κατέναντι τοῦ γαζοφυλακίου θεωρεῖ τίνα τρόπον πᾶς ὁ λαὸς βάλλει κατὰ δύναμιν τὸν νοητὸν χαλκὸν εἰς τὸ γαζοφυλάκιον, καὶ ὡς μόνος δυνάμενος βλέπειν τοὺς πλουσίους εἶδεν εἴ ποτε πτωχὴ ψυχὴ καὶ ὑστερουμένη βάλλει ὅλῃ δυνάμει καὶ διὰ τοῦτο δικαιουμένη παρὰ τοὺς πολλοὺς πλουσίους.

ἅπερ οὐ τοῖς τυχοῦσιν λέγει ἀλλ’, ὥς φησιν ὁ Μάρκος, τοῖς μαθηταῖς αὐτοῦ· καὶ νῦν γὰρ προσκαλούμενος τοὺς μαθητὰς αὐτοῦ λέγει αὐτοῖς διδάσκων βλέπειν οὐχ ὡς ὄψεται ἄνθρωπος ἀλλ’ ὡς ὄψεται ὁ θεός (»Ἄνθρωπος »ὄψεται εἰς πρόσωπον, ὁ δὲ θεὸς ὄψεται εἰς καρδίαν«) τὸ »᾿Αμὴν »λέγω ὑμῖν ὅτι ἡ χήρα ἡ πτωχὴ αὕτη πλεῖον πάντων ἔβαλεν τῶν »βαλλόνων εἰς τὸ γοζοφυλάκιον« καὶ τὰ ἑξῆς.

τί δή μοι ταῦτα πάντα βούλεται προκειμένου διηγήσασθαι τὸ »Ταῦτα τὰ ῥήματα † ἂ »ἐλάλησεν ἐν τῷ γαζοφυλακίῳ, διδάσκων ἐν τῷ ἱερῷ«, ἢ παραστῆσαι, ὅτι πάντων συνεισφερόντων ἐν τῷ γαζοφυλακίῳ τοῦ ἱεροῦ τοῦ ὑπὲρ τοῦ κοινοῦ τὰ θρέψοντα τοὺς δεομένους, μᾶλλον πάντων ἐχρῆν τὸν ᾿Ιησοῦν φέρειν τὰ ὠφελήσοντα, ἅπερ ἦν ῥήματα ζωῆς αἰωνίου καὶ διδασκαλία ἡ περὶ θεοῦ καὶ >;

καὶ παντός γε νομίσματος τιμαλφέστερον ἠν τὸ »᾿Εγώ εἰμι τὸ φῶς τοῦ κόσμου« ἐν τῷ γαζοφυλακίῳ εἰρημένον, καὶ τὸ «Εἰ ἐμὲ ᾔδειτε, καὶ τὸν πατέρα μου ἂν ᾔδειτε« καὶ ὅλα τὰ κατὰ τὸν τόπον.

καὶ ὁ πᾶς γε τῶν λοιπῶν εἰς τὸ γαζοφυλάκιον φερόντων ἂ εἶχον χρυσὸς ψάμμος ἦν ὀλίγη ὡς πρὸς τὰ Ἰησοῦ ῥήματα· σοφία γὰρ ἦν πᾶς ὁ λόγος αὐτοῦ· »Πᾶς δὲ χρυσὸς »ἐν ὄψει σοφίας ψάμμος ὀλίγη, καὶ ὡς πηλὸς λογισθήσεται ἄργυρος »ἐναντίον αὐτῆς«.

καὶ ταῦτά γε σαφῶς νοηθήσεται τοῖς κατακούειν [*](1 Luk. 21, 3. — 4 Vgl. Luk. 21, —9 Vgl. Luk. 21, 1f. — 12 Vgl. Mark. 12, 41 f. — 19 I Sarn. 16, 7. — 20 Mark. 12, 43. — 23 Joh. 8, 20. — 27 Vgl. Joh. 6, 68. — 29 Joh. 8, 12. — 30 Joh. 8, 19. — 33 AVeisli. Sal. 7, 9. 1 εἰπεῖν | πλείων | 2 εἰπὼν | 5 ἐλαχίστη | 7 προσφέρουσαν. | 15 > + V | 23 ἃ s. z. S. 306, 8 | 28 ἐαυ Μ.)

309
μεμαθηκόσιν τῆς τοῖς τελείοις λαλουμένης σοφίας, έν μυστηρίῳ ἀποκεκρυμμένης, »ἣν προώρισεν ὁ θεὸς πρὸ τῶν αἰώνων εἰς τὴν« τῶν δικαίων »αὐτοῦ δόξαν«, καὶ δυναμένοις ἐνορᾷν ὑπεροχὴν σοφίας θεοῦ παρὰ τὴν »σοφίαν τοῦ αἰῶνος τούτου« ἢ »τῶν ἀρχόντων τοῦ »αἰῶνος τούτου, τῶν καταργουμένων«, οἱονεὶ προφήταις ἰδίοις χρωμένων, τῶν ὁποιωνδήποτε λόγων ἑτέρων παρὰ τὴν ἀλήθειαν προϊσταμένοις· ψάμμος γὰρ ὀλίγη αἱ λοιπαὶ σοφίαι χρυσὸς εἶναι νομιζόμεναι ἐν ὄφει σοφίας, ἣν ἐκτισεν ὁ θεὸς ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, καὶ ἄργυρος ὁ τῶν πολλῶν λαμπρὸς καὶ πιθανὸς λόγος ὡς πηλὸς λογισθήσεται, 〈ἐναντίον〉 τῶν ἁγνῶν λογίων κυρίου τῶν πεπυρωμένων μένων καὶ κεκαθαρισμένων ἑπταπλασίως καὶ δοκίμων, ἅτε προεληλυθότων ἀπὸ τοῦ ἐν ἀρχῇ πρὸς τὸν θεὸν λόγου.

Τὰ δὲ ἀπὸ τῆς ἐπιγεγραμμένης Σοφίας ἄλλως παρεθέμεθα εἰς τὸ συνιδεῖν τὴν δύναμιν τοῦ »Ταῦτα τὰ ῥήματα † ἃ ἐλάλησεν ἐν »τῷ γαζοφυλακίῳ, διδάσκων ἐν τῷ ἱερῷ«. τηρείσθω γὰρ ἡ περὶ τῶν πλουσίων καὶ τῆς πενιχρᾶς χήρας διήγησις ὡς ἀποδέδοται, καὶ εἴ τίς γε μιμητής έστιν Χριστοῦ, ἡκέτω ἐπὶ τὸ μὴ ἐν τόπῳ νοητὸν ἱερὸν τοῦ θεοῦ ὁδεύων τῷ νώ καὶ ἀκολουθῶν τῷ πνεύματι χειραγωγῆσαι αὐτὸν ἐπ᾿ αὐτὸ δυναμένῳ, καὶ φερέτω δόκιμα νομίσματα, ῥήματα ζωῆς αἰωνίου, ἐπὶ τὸ γαζοφυλάκιον, καὶ ἔργα ἀκόλουθα τοῖς τοιούτοις ῥήμασιν.

ἀλλ᾿ εἴθε μήτε πενιχρά τις ἡμῶν μήτε χήρα εἴη φέρειν μηδὲν πλεῖον δυναμένη δύο λεπτῶν, μήτε πλούσιος ἐκ μόνου τοῦ περισσεύματος φέρων, ἀλλὰ πάντα τὸν πλοῦτον ἀνατιθεὶς τῷ θεῷ.

Ἰησοῦς δὲ οὐ πάντα ἃ εἶχεν ῥήματα ἐλάλησεν ἐν τώ γαζοφυλακίῳ διδάσκων, ἀλλὰ τοσαῦτα ὅσα ἐχώρει τὸ γαζοφυλάκιον· οὐδὲ γὰρ αὐτόν γε οἶμαι χωρεῖν τὸν κόσμον τὸν ὅλον τοῦ θεοῦ λόγον.

ὅμως δὲ τοσαῦτα ῥήματα ἐν τῷ γαζοφυλακίῳ λαλῶν καὶ διδάσκων ὁ Ἰησοῦς ἐν τῷ ἱερῷ ὐπ᾿ οὐδενὸς ἐκρατεῖτό πω· καὶ αὐτοῦ γὰρ οἱ λόγοι ἰσχυρότεροι ἐτύγχανον τῶν πιάσαι αὐτὸν θελόντων. καὶ ὅσον γε λέγει, οὐδεὶς αὐτὸν πιάσει τῶν ἐπιβουλευόντων αὐτῶ· ἀλλ᾿ ἐὰν σιωπήσῃ, τότε κρατεῖται.