Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

ταῦτα μὲν οὖν ἡμεῖς κατὰ δύναμιν βασανίζοντες τὸ βούλημα τῶν λεγόντων τὸ »Μήτι ἀποκτενεῖ ἑαυτόν, ὅτι λέγει· Ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύ- »νασθε ἐλθεῖν;« μετὰ τὸ ἀκηκοέναι τηλικούτων τῶν προειρημένων ὑπὸ τοῦ Ἰησοῦ λόγων ἐκδεδώκαμεν.

[*](5 Matth. 16, 21. — 8 Matth. 17, 22f. — 11 Luk. 23, 21. — 12 Vgl. Joh. 19, 32f. Matth. 27, 50; Mark. 15, 37. — 14 Gen. 4, 14. - 15 Gen 4, 15. — 17 Gen. 4, 15. — 21 Matth. 10, 22. — 23 Matth. 16, 23. — 25 Eph. 5, 2. — 27 Vgl. Hebr. 6, 20. — 27 Vgl. Joh 1, 29. — 31 Joh. 8, 22. 2 παραδώσουσιν αὐτὸν Τ | 5 ἐγερθήσεται] ἀναστήσεται in Mt. XVI, 1 (mit BC2DX 1. 33.) | nach ἤρξατο ist ὁ Ἰησοῦς hier ausgelassen | 1 1 πάντες ist wohl als Dittogr. z. str. | 13 τὸ + V | 14 παραθήσει, vgl. o. S. 313, 18 | 15 Κάϊν] καὶ ἱν 16 ἑαυτόν | 18 ἐκδικούμενα] κο a. Ras. | 29 εὐσεβῶς, corr. Lommatzsch.)
320

Εἰκὸς δέ τινας προσκόπτοντας ὡς βεβιασμένῃ τῇ ἑρμηνείᾳ οἴεσθαι ἁπλούστερον αὐτοὺς εἰρηκέναι τὸ Μήτι ἀποκτενεῖ ἑαυτόν;« ὡς τοῦ μὲν Ἰησοῦ ἀποκτενοῦντος ἑαυτὸν καὶ ἐσομένου ἐν χώρᾳ τῶν ἑαυτοὺς διαχειρισαμένων καὶ κολαθησομένων ἐπὶ τούτῳ, τῶν δὲ Ἰουδαίων παρὰ τοῦτο οὐ δυναμένων ἐκεῖ γενέσθαι, παρὰ τὸ μὴ τῷ αὐτῷ ἐνόχους αὐτοὺς γίνεσθαι περὶ ἑαυτῶν ἁμαρτήματι.

ἀλλὰ καὶ αὐτοὶ ἐπιστησάτωσαν, εἰ δύνανται οἱ Ἰουδαῖοι ὑπονενοηκέναι τὸν Ἰησοῦν ταῦτα εἰρηκέναι, ἑαυτὸν καταδικάζοντα ὡς ἀπελευσόμενον εἰς τόπον κολάσεως, ἔνθα οὐκ ἐδύναντο γενέσθαι, ὅσον ἐπὶ τῇ ἐχδοχῇ ταύτῃ, οἱονεὶ κρείττονες αὐτοῦ· ἢ ἀκόλουθον ἔσται λέγειν ὅτι εἴπερ τοῦτο νοῶν ἔφασκεν ὁ Ἰησοῦς καὶ βουλόμενος ἑαυτὸν ἀποκτεῖναι κρεῖττον ἐνόμιζεν τὸ ἑαυτὸν ἀναιρεῖν τοῦ μὴ τοῦτο ποιεῖν.

Καὶ ὁ Ἡρακλέων μέντοι γε ὡς ἁπλούστερον εἰρημένου τοῦ »Μή τι ἀποκτενεῖ ἑαυτόν;« φησὶν ὅτι πονηρῶς διαλογιζόμενοι οἱ ᾿Ιουδαῖοι ταῦτα ἔλεγον καὶ μείζονας ἑαυτοὺς ἀποφαινόμενοι τοῦ σωτῆρος καὶ ὑπολαμβάνοντες οτι αὐτοὶ μὲν ἀπελεύσονται πρὸς τὸν θεὸν εἰς ἀνάπαυσιν αἰώνιον, ὁ δὲ σωτὴρ εἰς φθορὰν καὶ εἰς θάνατον ἑαυτὸν διαχειρισάμενος, ὅπου ἑαυτοὺς οὐκ ἐλογίζοντο ἀπελθεῖν.

καὶ αὐταῖς λέξεσίν φησιν ὅτι Ὤιοντο λέγειν τὸν σωτῆρα οἱ Ἰουδαῖοι ὅτι ἐγὼ ἐμαυτὸν διαχειρισάμενος εἰς φθορὰν μέλλω πορεύεσθαι, ὅπου ὑμεῖς οὐ δύνασθε ἐλθεῖν. οὐκ οἶδα δὲ πῶς κατὰ τὸν εἰπόντα· »᾿Εγώ εἰμι τὸ φῶς »τοῦ κόσμου« καὶ τὰ ἑξῆς, ἦν λέγειν ὅτι ἐγὼ ἐμαυτὸν διαχειρισάμενος εἰς φθορὰν μέλλω πορεύεσθαι.

ἐὰν δέ τις λέγῃ μὴ τὸν σωτῆρα ταῦτα εἰρηκέναι, τοὺς δὲ Ἰουδαίους αὐτὸ ὑπονενοηκέναι, δῆλον ὅτι ἐρεῖ τοὺς ᾿Ιουδαίους πεφρονηκέναι περὶ αὐτοῦ ὅτι * * φθείρονται οἱ ἑαυτοὺς διαχειρισάμενοι καὶ οὐδὲν ἧττον ἐποίει ταῦτα πιστεύων φθαρήσεσθαι καὶ κολασθήσεσθαι· ὅπερ ἠν κατ〈ὰ πάντα〉 ἠλίθιον.

VIII, 23. Καὶ ἔλεγεν αὐτοῖς· ῾Υμεῖς ἐκ τῶν κάτω ἐστέ, ἐγὼ ἐκ τῶν ἄνω εἰμί· ὑμεῖς ἐκ τοῦ κόσμου τούτου ἐστέ, ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου τούτου.

Καὶ ἐν τοῖς ἀνωτέρω ἔλεγεν τὸ »῾Ο ὢν ἐκ τῆς γῆς ἐκ »τῆς γῆς ἐστιν καὶ ἐκ τῆς γῆς λαλεῖ· ὁ ἐκ τοῦ οὐρανοῦ ἐρχόμενος † [*](8 Vgl. Ι Petr. 3, 19. — 23 Joh. S, 12. - 34 Joh. 3, 31 f. 10 κρείττονος, coir. Ru | 26 αὐτῶ | 27 ὅτι <καίπερ εἰδὼς ὅτι〉 φθείρονται + We | 30 κατηλιθιον, corr. V | 32 unten S. 321, 12 ἐκ τούτου τοῦ κόσμου, mit BT Syr. Pescb. al.; die Stellung bier = ζℵDLX 1. 33 rell.)

321
»† ἐπάνω πάντων ἐστίν· ὃ ἑώρακεν καὶ ἤκουσεν τοῦτο μαρτυρεῖ« εἰ τοίνυν » »ó ων ἐκ της γης ἐκ της γης λαλεῖ« καὶ »ο ἐκ του ουρανου »ἐρχόμενος ὃ ἑώρακεν καὶ ἤκουσεν τοῦτο μαρτυρεῖ«, ζητήσεις τοίνυν] πότερόν ποτε ταὐτόν ἐστιν τὸ ἐκ τῆς γῆς εἶναι« τῷ ἐκ τῶν κάτω »εἶναι« ἢ ἔτερον.

ἄμα δὲ παρατηρήσεις ὅτι κἀκεῖ οὐκ εἶπεν· Ὁ ὤν ἐκ τοῦ οὐρανοῦ ἐκ τοῦ οὐρανοῦ ἐστιν καὶ ἐκ τοῦ οὐρανοῦ λαλεῖ· τάχα γὰρ ὁ σωτὴρ οὐκ ἐκ τοῦ οὐρανοῦ ἡν, μάλιστα καθ’ ὃ πρωτότοκος πάσης κτίσεεως ἦν. † τὸ γὰρ »Ἐκ τοῦ οὐρανοῦ. ὁ δεύτερος ἄνθρωπος ἡν ἐξ οὐρανοῦ, ὡς καὶ ὁ Παῦλός πού φησιν· »Ὁ πρῶτος »ἄνθρωτπος ἐκ γῆς χοἴκός· ὁ δεύτερος ἄνθρωπος ἐξ οὐρανοῦ‘.

καὶ ἐνθάδε δὲ ἐπιστήσεις πότερόν ποτε ταὐτὸ λέγει ἐν τῷ »'Ὑμεῖς ἐκ τῶν »κάτω ἐστέ. καὶ »Ὑμεῖς ἐκ τούτου τοῦ κόσμου εστέ« ἢ ἔτερόν το ειναι ἐκ της γῆς παρα το εῖναι ἐκ του κοσμου τουτου. το ο ἕμοιον ζητήσεις καὶ ἐν τῷ »Ἐγὼ ἐκ τῶν ἄνω ἄνω« καὶ »Ἐγὼ οὐκ »εἰμὶ ἐκ τοῦ κόσμου τούτου«. Ι ἄξιον γὰρ ἰδεῖν τί τὸ ἐκ τῶν ἄνω εἶναι καὶ τί τὸ μὴ ἐκ τοῦ κόσμου τούτου εἶναι.

ὄρα τοίνυν εἰ μὴ ὁ την απο γλης γένεσιν καὶ σωματων ανειληφως τῳ καταλελοιπεναι τὰ κρείττονα ἐκ τῆς γὴς ἐστιν· ὄστις ὅσον ἐστὶν ἐκ τῆς γῆς ἐκ τῆς γῆς λαλεῖ, ὑψηλότερόν τι μὴ δυνάμενος βλέπειν ἢ λέγειν· ὁ δ’ αὐτὸς καὶ ἐκ τῶν κάτω ἐστίν.

ἄλλη μέντοι γε ἡ ἐπίνοια ἡ ἐκ τῶν κάτω καὶ τῆς γῆς. κάτω γὰρ ὤσπερ τόπῳ τινὶ νοεῖται οὔτως καὶ δόγμασιν καὶ διανοίᾳ· καὶ πᾶς γε ὁ τοιούτοις δόγμασιν καὶ διανοίᾳ χρώμένος, ἄτινά ἐστιν ἐκ τῶν κάτω, ἐκ τῶν κάτω ἐστίν.

ἀλλὰ καὶ ὁ δεικνύμενος κόσμος, ὑλικὸς γενόμεενος, διὰ τοὺς δεηθέντας τῆς ἐνύλου ζωῆς τόπους πους μὲν ἔχει διαφόρους, αἵτινες πάντες ὡς μὲν πρὸς τὰ ἄὐλα καὶ τὰ ἀόρατα καὶ τὰ ἀσώματα κάτω εἰσίν, οὐ τοσοῦτον τόπῳ ὅσον τῇ πρὸς τὰ ἀόρατα συγκρόσει.

ὅσον δὲ ἐπὶ τῷ κόσμου x003E; τόποις κόσμου συνεξετάζεσθαι, εἶεν ἄν τινες τόποι οἱ κάτω καὶ ἄλλοι ἄνω· τὰ μὲν γὰρ περίγεια κάτω ἐστίν, τὰ δὲ οὐράνια ἄνω, ὡς κατὰ τοῦτο τὸν μὲν ἐκ τῶν κάτω πάντως εἶναι ἐκ τοῦ κόσμου τούτου, τὸν δὲ ἐκ τοῦ κόσμου τούτου μὴ πάντως εἶναι ἐκ τῶν κάτω.

ὁ γὰρ πολίτης τῶν τῶνοὐρανίων ὅρα εἰ ἔεστιν μέν πως ἐκ τοῦ κόσμου τούτου, οὐ μὴν ἐκ τῶν τοπικῶς κάτω. πλὴν καὶ αὐτὸς ὡς πρὸς σὐγκρισιν τῶν νοητῶν ἐκ τῶν κάτω· καὶ γὰρ πᾶς ὁ τῶν βλεπομένων πολίτης καὶ παρερκο- [*](7 Vgl. Κοί. 1, 15. — 9 1 Kor. 15, 47. — 18 Vgl. Job. 3, 31. — 30 Vgl. Job. 8, 23. 1 Die Worte ἐπάνω πάντων ἐστίν fehlen in D. 1 Syr. Cur. Sin. Ann. Da sie Orig. im folgenden nicht ähnt, las er sie wohl nicht im Text | 3 [τοίνυν] str. 8 Der Satz ist in Unordnung; nach οὐρανοῦ sind wohl mehrere Worte ausgefallen: <οὐ κτίσμα >? We | 22 τοιοῦτος, corr. We | 27 κόσμοι τόπους corr. We | 30 nach εἶναι + καὶ V | 32 οὐρανίων] σωμάτων, corr. We, viell. besser ἐπουρανίων. Origenes IV. 2])

322
μένων καὶ προσκαίρων ἐκ τῶν κάτω ἐστίν, κἂν ἐν συγκρίσει τόπων ἐκ τῶν ἀνωτάτω τυγχάνῃ.

ἔξεστιν μέντοι γε τὸν ἐκ τῶν κάτω καὶ ἐκ τοῦ κόσμου τούτου καὶ ἐκ τῆς γῆς μεταβαλεῖν καὶ γενέσθαι ἐκ τῶν ἄνω καὶ μηκέτι ἐκ τοῦ κόσμου τούτου, καὶ ἄλλον ἐκ μὲν τοῦ κόσμου τούτου, ἐκ τοῦ οὐρανοῦ δέ.

φησὶ γοῦν τοῖς μαθηταῖς· >Ἐκ τοῦ κόσμου ἠτε, κἀγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, καὶ οὐκέτι ἐστὲ ἐκ τοῦ κόσμου τὸ ἀπολωλός, ἦλθεν τοὺς κάτω καὶ πολιτογραφηθέντας ἐν τοῖς κάτω μεταστῆσαι ἐπὶ τὰ ἄνω.

καὶ γὰρ εἰς τὰ κατώτερα μέρη τῆς γῆς ὁ καταβὰς αὐτός ἐστιν διὰ τοὺς ἐν τοῖς κατωτάτω τῆς γῆς· ἀλλὰ καὶ ἀνέβη ὑπεράνω πάντων τῶν οὐρανῶν, ὁδοποιῶν τοῖς βουλομένοις καὶ γνησίως αὐτῷ μαθητευομένοις τὴν φέρουσαν ὁδὸν ἐπὶ τὰ ὑπεράνω πάντων τῶν οὐρανῶν, τοῦτ’ ἔστιν έπὶ τὰ ἔξω σωμάτων.

Εἰ δὲ καὶ ποθεῖς μαθεῖν ἀπὸ τῆς γαρφῆς τίς ἐστιν ὁ ἐκ τῶν κάτω καὶ τίς ἐστιν ὁ ἐκ τῶν ἄνω, ἄκουε· ἐπεὶ ὅπου ὁ θησαυρὸς έκάστου ἐκεῖ καὶ ἡ καρδία ἐστίν, ἐάν τις θησαυρίξῃ ἐπὶ τῆς γῆς ἐξ αὐτοῦ τοῦ θησαυρίζειν ἐπὶ τῆς γῆς ἐκ τῶν κάτω γίνεται, ἐὰν δέ τις θησαυρίξῃ ἐν τοῖς οὐρανοῖς, γεννᾶται ἄνωθεν καὶ ἀναλαμβάνει » »τὴν »εἰκόνα τοῦ ἐπουρανίου·« ἀλλὰ καὶ ἄλλως διελθὼν πάντας τοὺς οὐρανοῦς ἐν τέλει εὑρίσκεται μακαριωτάτῳ.

εἴη δ’ ἂν καὶ τὰ ἐκάστου ἔργα † οἶον ὤστε ὥστε εἰπεῖν ἄν τὰ ἔργα τῆς σαρκὸς ποιεῖν τὸν ἐκ τῶν κάτω, τὸν δὲ καρπὸν τοῦ πνεύματος τὸν ἐκ τῶν ἄνω, καὶ πάλιν τὴν πρὸς τὸν κόσμον Ι τοῦτον ἀγάπην τὸν ἐκ τοῦ κόσμου τούτου· ἐπεί, κατὰ τὸν Ιωάννην, ὁ ἔχων τὴν ἀγάπην τοῦ θεοῦ, * * ἐκεῖνος δὲ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου, ὃς οὐκ ἀγαπᾷ τὸν κὸν κόσμον οὐδὲ τὰ ἐν τῷ κόσμῳ, ἀλλὰ λέγων »Ἐμοὶ μὴ γένοιτο καυχᾶσθαι, »εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ κυρίου μου Ἰησοῦ Χριστοῦ, δί οὑ ἐμοὶ »κόσμος ἐσταύρωται κἀγὼ κόσμῳ«, καὶ χωρῶν τὸ ἀγαπᾶν κύριον τὸν θεὸν αὐτοῦ ἐξ ὅλης τῆς καρδίας αὐτοῦ καὶ ἐξ ὅλης τῆς ψυχῆς αὐτοῦ [*](5 Vgl. Joh. 15, 19. — 7 Vgl. Luk. 19, 10. — 9 Vgl. Eph. 4, 9f. — 15 Vgl. Matth. 6, 21. — 16 Vgl. Matth. 6, 19. — 18 Vgl. Joh. 3, 3; I Kor. 15, 49. — 21 Vgl. Gal. 5, 19. — 22 Vgl. Gal. 5, 22. — 24 Vgl. I Joh. 2, 15. — 26 Gal. 6, 14. — 28 Vgl. Matth. 22, 37; Deut. 6, 5. 1 οἷον εἶπα verderbt; οἱονεὶ παραστατικά ? Ι 22 τῶν + V Ι κόσμον a. Ras. Ι 24 nach θεοῦ ist etwas ausgefallen, etwa 〈ἐκ τῶν ἄνω ἐστίν·> Ι λέγων] ein Verb. fin. folgt nicht; doch ist nicht λέγει zu ändern, das Satzungetüm vielmehr als Folge des Dictierens aufzufassen Ι 28 ob vor κόσμῳ mit ςC3Dc 37. 47. KL Arm. ein τῷ zuzusetzen ist, wie G. Gels. II, 69 (wo τῷ über d. Ζ. steht), in Jer. h. 2, 4 (82, 9 Kl.) in Mt. XII, 25 (III 173, 2 Lo.) 27 (174, 12) XIII, 21 (251, 2), oder nicht (wie C*D*FG 17. P. = C. Gels. V, 74f. (II, 68, 2. 10. 15 K.), steht dahin; wahrscheinlich fehlt τῷ mit Recht Ι χωρῶν] vgl. z. Ζ. 26.)

323
καὶ ἐξ ὅλης τῆς διανοίας αὐτοῦ, τῷ μὴ θλίβεσθαι τὴν τοιαύτην ἀγάπην ὑπὸ τῆς πρὸς τὸν κόσμον ἀγάπης καὶ τὰ ἐν τῷ κόσμῳ· ἀμήχανον γὰρ συνυπάρχειν τὴν πρὸς τὸν κόσμον ἀγάπην τῇ πρὸς τὸν θεὸν ἀγάπῃ, ὡς ἀμήχανον συνυπάρχειν ἀλλήλοις φῶς καὶ σκότος, ἢ Χριστὸν καὶ τὸν Βελίαρ, ἢ τὸ ναὸν εἶναι τοῦ θεοῦ μετὰ τοῦ ναὸν τυγχάνειν εἰδώλων.

ὡς διαφορᾶς μέντοι γε οὔσης τῶν κάτω πρὸς ἄλληλα, λέεγεται ὑπερθετικῶς τὸ »Ἔθεντό με ἐν λάκκῳ κατωτάτῳ« καὶ τὸ »Εἰς τὰ κατώτατα τῆς γῆς ὁ καταβάς, οὖτός ἐστι καὶ ὁ »ἀναβάς«. διόπερ ἐνώπιον τοῦ χριστοῦ προπεσοῦνται μὲν πάντες οἱ καταβαίνοντες εἰς τὰ κατώτερα μέρη τῆς γῆς, εἰς ᾄδου, ἐπεὶ ἀληθὲς τὸ »Οὐκ ἔστιν ἐν τῷ θανάτῳ ὁ μνημονεύων σου, ἐν δὲ τῷ »ᾄδῃ τίς ἐξομολογήσεταί σοι;«