Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

ἀλλ’ ἐπεὶ Ἰουδαῖοι μέν, (ἀπ᾿ αὐτῶν γὰρ ἡ σωτηρία) εἰκόνες εἰσὶν τῶν τοὺς ὑγιαίνοντας φρονούντων λόγους, Σαμαρεῖς δὲ τῶν ἑτεροδόξων, ἀκολούθως τὸ μὲν Γαριζεὶν θεοποιοῦσιν οἱ Σαμαρεῖς, ὅπερ ἑρμηνεύεται »Διατομὴ ἢ Διαίρεσις«, καὶ τῆς κατὰ τὴν ἱστορίαν διατομῆς καὶ διαιρέσεως τῶν δέκα φυλῶν διατετμημένων ἀπὸ τῶν λοιπῶν δύο γεγενημένης κατὰ τοὺς τοῦ Ἰεροβοὰμ χρόνους, ὃς καὶ αὐτὸς ἑρμηνεύεται »Δικασμὸς λαοῦ«· Ἰουδαῖοι δὲ τὸ Σιών, ἐστὶνλ ἐστὶν »Σκοπευτήριον«. εἰκὸς δέ τινα ἐπαπορήσειν διὰ τί αἰ παρὰ Μωσεῖ εὐλογίαι ἐπὶ τοῦ Γαριζεὶν γίνονται.

λεκτέον δὲ καὶ πρὸς τοῦτο ὅτι, ἐπείπερ σημαίνει ἡ Γαριζεὶν φωνὴ τὴν διατομὴν ἢ τὴν διαίρεσιν, τὸ μὲν τῆς διατομῆς σημαινόμενον ληπτέον, ὅτε σχίζεται ὁ λαὸς ὑπὸ τοῦ Ἱεροβοὰμ καὶ οἰκεῖ τὴν Σαμάρειαν ὁ βασιλεύς· τὸ δὲ τῆς διαιρέσεως ἐπὶ τῆς εὐλογίας, τῶν σοφῶν [*](1 Deut. 27, 11. 13. — 7 Vgl. Ps. 131, 13. — 11 Vgl. Joh. 4, 19. — 16 Joh. 4, 20. — 18 Vgl. Joh. 4, 22. — 21 Vgl. Lagarde, Onom. s. p. 18, 24: Gariziu diuisio siue praecisio. — Armen. Onom. „Garezin: Berg der Bescbneiduug, oder Einbuchtung, oder ihre “ — 23 Vgl. I ön. 12. — 24 Vgl. Lagarde, Onom. s. p. 192, 99: Ἰεροβοὰμ δικασμὸς λαοῦ; verderbt p. 169, 64 Ἰεροβοάμ . . . δικασμὸς θεοῦ. Armen. Onom. „Joroboam: öheres “ (Text verderbt). — 25 Vgl. Lagarde, Onom. s. p. 198, 3. hom. in Jerem. 5, 16 (46, 5 Kl.). Sei. in Ps. 9; in Jerem. 27, 28 (Kl. Nr. 32), Thren. 1, 6 (Kl. Nr. 19).) [*](13 συνκατέβαιναν, corr. We | 19 φρονούν|τω, corr. V | 24 δικασμός] διχασμὸς B a.R.; aber die Onomastika ützen die LA und die Etymologie (von ABBREV prozessieren) beweist die Richtigkeit der Überlieferung | 28 ἢ] καὶ, corr. Pr.)

238
τῇ διαιρέσει τεταγμένως χρωμένων ἐφ’ ἑκάστου τῶν προβλημάτων, ἥτις ἐστὶν ἀναγκαία πρὸς τὴν τῆς ἀληθείς κατανόησιν.

ὅσον μὲν οὖν οὐδέπω ἐλήλυθεν ἡ ὑπὸ τοῦ κυρίου εἰρημένη ὥρα, ὅτε οὔτε ἐν τῷ ὅρει τούτῳ οὔτε ἐν Ἱεροσολύμοις προσκυνήσουσιν τῷ πατρί, φευκτέον τὸ τῶν Σαμαρειτῶν ὄρος, καὶ ἐν Σιών, ὅπου ἐστὶν τὰ Ἱεροσόλυμα, προσκυνητέον τῷ θεῶ, ἅπερ Ἱεροσόλυμα πόλις εἶναι λέγεται ὑπὸ τοῦ χριστοῦ τοῦ μεγάλου βασιλέως.

τίς δ’ ἂν εἴη ἡ πόλις τοῦ μεγάλου βασιλέως, τὰ ἀληθινὰ Ἱεροσόλυμα, ἢ ἡ ἐκκλησία ἐκ λίθων ᾠκοδομημένη ζώντων, ἔνθα ἱεράτευμα ἅγιον, πνευματικαὶ θυσίαι προσφέρονται τῷ θεῷ ὑπὸ τῶν πνευματικῶν καὶ τὸν πνευματικὸν νενοηκότων νόμον;

ἐπὰν δὲ ἐνστῇ τὸ πλήρωμα τοῦ χρόνου, τότε οὐχ ἡγητέον τὴν ἀληθινὴν προσκύνησιν καὶ τελείαν θεοσέβειαν τελεῖσθαι έν Ἱεροσολύμοις ἔτι, ὅταν τις γένηται μηδαμῶς ἐν σαρκὶ ἀλλ’ ἐν πνεύματι, καὶ μηδαμῶς ἔτι ἐν τύπῳ ἀλλὰ πᾶς ἐν ἀληθείᾳ, τοιοῦτος κατεσκευασμένος ὥστε ἐξομοιοῦσθαι αὐτὸν οἷς ζητεῖ προσκυνηταῖς ὁ θεός.

Δὶς δὲ τὸ »Ἔρχεται ὥρα« γέγραπται, καὶ κατὰ μὲν τὸ πρῶτον οὐ πρόσκειται »Καὶ νῦν ἐστίν«, κατὰ δὲ τὸ δεύτερόν φησιν ὁ εὐαγγελιστής· »Ἀλλ’ ἔρχεται ὥρα καὶ νῦν ἐστίν«.

καὶ οἶμαί γε τὸ μὲν πρότερον δηλοῦν τὴν ἔξω σωμάτων προσκύνησιν ἐνστησομένην κατὰ τὴν τελειότητα· τὸ δέ δεύτερον τὴν τῶν ἐν βίῳ τούτῳ ὡς ἐνδέχεται κατὰ ἀνθρωπίνην φύσιν Προκόπτειν τελειουμένων.

ἔξεστιν οὖν καὶ ἐν τῷ πνεύματι καὶ ἀληθείᾳ προσκυνεῖν τῷ πατρὶ ὅτε οὐ μόνον »ἔρχεται ὥρα« ἀλλὰ »καὶ νῦν ἐστίν«, κὰ)ν ἐν τοῖς Ἱεροσολύμοις διὰ τοὺς ἐπὶ τοσοῦτον μόνον φθάνοντας τυγχάνειν νομιώμεθα.

ὅτε γοῦν γέγραπται· »Ἔρχεται ὥρα καὶ νῦν ἐστίν«, οὐκέτι λέγεται τὸ »Οὔτε έν τῷ ὄρει τούτῳ οὔτε έν Ἱεροσολύμοις προσκυνήσετε τῷ »πατρί«, ὥσπερ εἴρηται, ὅπου τὸ »Ἔρχεται ὥρα« χωρὶς τοῦ »Νῦν »ἐστίν« ἀναγέγραπται.

ἔτι μέντοι γε ὁμοίαν ψευδοδοξίαν τῇ ἐπὶ τοῦ νομίζομένου φρέατος εἰρημένῃ ἔχει ἡ Σαμαρεῖτις ταῦτα λέγουσα. ἐκεῖ τε γὰρ »Μὴ σύ«, φησί, »μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἰακώβ, ὃς δέδωκεν »ἡμῖν τὸ φρέαρ καὶ αὐτὸς ἐξ αὐτοῦ ἔπιεν καὶ οἱ υἱοὶ αὐτοῦ καὶ τὰ »θρέμματα αὐτοῦ;« ἐνθάδε δὲ τὸ »Οἱ πατέρες ἡμῶν ἐν τῷ ὄρει τούτῳ »προσεκυνησαν«.

[*](3 Vgl. Joh. 4, 21. — 7 Vgl. Matth. 5, 35. — 8 Vgl. I Petr. 2, 5. — 11 Vgl. Gal. 4, 4. — 15 Vgl. Joh. 4, 23. — 17 Job. 4, 21. — 19 Job. 4, 23. — 24 Vgl. Joh. 4, 23. — 27 Joh. 4, 21. — 29 Vgl. S. 234, 1ff. — 31 Joh. 4, 12. — 33 Joh. 4, 20.)[*](9 ἐνθαδεράτευμα | 12 οὐκ Μ | 24 καὶ ἐν Μ, corr. Β | 2.5 διὰ τοῦ . . . φθάνειν? We | νομιζόμεθα V | 30 εἰρημένου, corr. Br.)
239

Ὁ δὲ Ἡρακλέων εἰς τὰ αὐτὰ ῥήματα λέγει εὐσχημόνως ὡμολογηκέναι τὴν Σαμαρεῖτιν τὰ ὑπ' αὐτοῦ πρὸς αὐτὴν εἰρημένα· προφήτου γὰρ μόνου, φησίν, ἐστὶν εἰδέναι τὰ πάντα· ψευδόμενος ἑκατέρως· καὶ γὰρ οἱ ἄγγελοι τὰ τοιαῦτα δύνανται εἰδέναι καὶ ὁ προφήτης οὐ πάντα οἰδεν· »Ἐκ μέρους γὰρ γινώσκομεν καὶ ἐκ μέρους προφητεύομεν«, κἂν προφητεύωμεν ἢ γινώσκωμεν.

μετὰ δὲ ταῦτα ἐπαινεῖ ὡς πρεπόντως τῇ αὑτῆς φύσει ποιήσασαν τὴν Σαμαρεῖτιν, καὶ μήτε ψευσαμένην μήτε ἄντικρυς ὁμολογήσασαν τὴν ἑαυτῆς ἀσχημοσύνην· πεπεισμένην τέ φησιν αὐτὴν ὅτι προφήτης εἴη, ἐρωτᾶν αὐτὸν ἅμα τὴν αἰτίαν ἐμφαίνουσαν δι' ἣν ἐξεπόρνευσεν, ὅτι δι' ἄγνοιαν θεοῦ καὶ τῆς κατὰ τὸν θεὸν λατρείας ἀμελήσασαν καὶ πάντων τῶν κατὰ τὸν βίον αὐτῇ ἀναγκαίων, καὶ ἄλλως † άεὶ τὴν ἐν τῷ βίῳ τυγχάνουσαν· οὐ γὰρ ἄν, φησίν, αὐτὴ ἤρχετο χετο ἐπὶ τὸ φρέαρ ἔξω Ι τῆς πόλεως τυγχάνον.

οὐκ οἶκ δὲ πῶς ἐνόμισεν ἐμφαίνεσθαι τὴν αἰτίαν τοῦ ἐκπεπορνευκέναι, ἢ θεοῦ αἰτίαν γεγονέναι ἐπὶ τῶν πλημμελημάτων τῆς κατὰ θεὸν λατρείας· ἀλλ' ἔοικεν ταῦτα ὡς ἔτυχεν ἐσχεδια κέναι χωρὶς πάσης πιθανότητος.

προστίθησίν τε τούτοις· ὅτι βουλομένη μαθεῖν πῶς καὶ τίνι εὐαρεστήσασα καὶ θεῷ προσκυνήσασα ἀπαλλαγείη τοῦ πορνεύειν λέγει τὸ Οἱ »πατέρες ἡμῶν ἐν τῷ ὄρει τούτῳ προσεκύνησαν« καὶ τὸ ἑξῆς. σφόδρα δέ ἐστιν εὐέλεγκτα τὰ εἰρημένα· πόθεν γὰρ ὅτι βούλεται μαθεῖν τίνι εὐαρεστήσασα ἀπαλλαγείη τοῦ πορνεύειν;

4, 21 Λέγει αὐτῇ ὁ Ἰησοῦς· Πίστευέ μοι, γύναι, ὅτι ἔρχεται ὥρα ὅτε οὔτε ἐν τῷ ὄρει τούτῳ οὔτε ἐν Ἱεροσολύμοις προσκυνῄσετε τῷ πατρί.

Ὅτε ἔδοξεν πιθανώτατα τετηρηκέναι ὁ Ἡρακλέων ἐν τούτοις τὸ ἐπὶ μὲν τῶν προτέρων μὴ εἰρῆσθαι αὐτῇ· »Πίστευέ »μοι, γύναι«, νῦν δὲ τοῦτο αὐτῇ προστετάχθαι, τότε ἐπεθόλωσεν τὸ μὴ ἀπίθανον παρατήρημα, εἰπὼν ὄρος μὲν τὸν διάβολον λέγεσθαι ἢ τὸν κόσμον αὐτοῦ, ἐπείπερ μέρος ἓν ὁ διάβολος ὅλης τῆς ὕλης, φησίν, φησίν, ὁ δὲ κόσμος τὸ σύμπαν τῆς κακίας ὄρος, ἔρημον οἰκητήριον θηρίων, ᾡ προσεκύνουν πάντες οἱ πρὸ νόμου καὶ οἱ ἐθνικοί· Ἱεροσόλυμα [*](6 Ι Kor. 13, 9. — 22 Job. 4, 20.) [*](8 φύσει] φαύσει Μ, corr. V Ι 14 ἀεὶ τὴν ist verdorben, ταπεινὴν ägt We vor Ι 15 ἐκ Μ Ι 18 θεοῦ + We.)

240
δὲ τὴν κτίσιν ἢ τὸν κτίστην, ᾡ προσεκύνουν Ἰουδαῖοι.

ἀλλὰ καὶ δευτέρως ὄρος μὲν ἐνόμισεν εἶναι τὴν κτίσιν ᾗ οἱ ἐθνικοὶ προσεκύνουν· Ἱεροσόλυμα δὲ τὸν <ᾦ> οἱ Ἰουδαῖοι ελάτρευον.

ὑμεῖς οὐν, φησίν, οἱονεὶ πνευματικοὶ ουτε τῇ κτίσει ουτε τῷ δημιουργῷ προσκυνήσετε, ἀλλὰ τῷ πατρὶ τῆς ἀληθείας· καὶ συμπαρα- λαμβάνει γε, φησίν, αὐτὴν ὡς ἤδη πιστὴν καὶ συναριθμουμένην τοῖς κατὰ ἀλήθειαν προσκυνηταῖς.

Ἀλλ' ἡμεῖς τὴν μὲν ἐν φαντασίᾳ γνωστικῶν λόγων καὶ νομιζομένων ὑψηλῶν ὀνομαζομένην θεοσέβειαν παρὰ τοῖς ἑτεροδόξοις ὑπολαμβάνομεν δηλοῦσθαι διὰ τοῦ »Οὔτε ἐν τῷ ὄρει τούτῳ«· τὸν δὲ κανόνα τὸν κατὰ τοὺς πολλοὺς τῆς ἐκκλησίας, ὃν καὶ αὐτὸν τέλειος καὶ ἅγιος ὑπεραναβήσεται θεωρητικώτερον καὶ σαφέστερον καὶ θειότερον προσκυνῶν τῷ πατρὶ διὰ τοῦ »Οὔτε ἐν Ἱεροσολύμοις »προσκυνήσετε τῷ πατρί«.

ὥσπερ γάρ καθὼς (καθὼς ἂν καὶ οἱ Ἰουδαῖοι) οἱ ἄγγελοι οὐκ ἐν Ἱεροσολύμοις προσκυνοῦσιν τῷ πατρί, τῷ κρειττόνως παρὰ τοὺς έν Ἱεροσολύμοις προσκυνεῖν τῷ πατρί, οὕτως οἱ ἤδη τῇ διαθέσει τὸ ἰσάγγελοι εἶναι ἐσχηκότες οὐδὲ ἐν Ιεροσολύμοις προσκυνήσουσιν τῷ πατρί, ἀλλὰ βέλτιον ἢ οἱ ἐν Ἱεροσολύμοις, κἂν διὰ τοὺς έν Ἱεροσολύμοις συνπεριφέρωνται τοῖς ἐν Ἱεροσολύμοις, τοῖς Ἰουδαίοις γινόμενοι Ἰουδαῖοι ἵνα Ἰουδαίους κερδήσωσιν. Ἱεροσόλυμα δέ μοι Ι νοείσθω καθὼς προσαποδεδώκαμεν, ὁμοίως δὲ καὶ οἱ Ἰουδαῖοι.

ὅτε μέντοι γε οὔτε έν τῷ ὄρει τούτῳ οὔτε ἐν Ιεροσολύμοις τις προσκυνεῖ, ἐλθούσης τῆς ὥρας προσκυνεῖ μετὰ παρρησίας υἱὸς γεγενημένος τὸν πατέρα. διόπερ οὐκ εἴρηται »οὔτε ἐν »Ἵεροσολύμοις προσκυνήσετε τῷ θεῷ« ἀλλὰ »Οὔτε ἐν προσκυνήσετε τῷ πατρί«.

IV, 22. Ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε, ἡμεῖς προσκυνοῦμεν ὃ οἴδαμεν, ὅτι ἡ σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστίν.