Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

τίς γὰρ οὐκ ἂν ὁμολογήσαι τὸ »Ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ θεάσασθε »τὰς χώρας ὅτι λευκαί εἰσιν πρὸς θερισμὸν ἤδη« πνευματικὸν εἶναι, καὶ γυμνὸν αἰσθητῶν πνευματικόν; ᾧ ἀκόλουθον ἂν εἴη καὶ τὸ τοὺς μαθητὰς λέγειν μετὰ τετράμηνον ἔσεσθαι τὸν θερισμὸν τὸν συγκριτόν, ὅσον ἐπὶ τῇ ὑπονοίᾳ αὐτῶν, τῷ ὑπὸ τοῦ Ἰησοῦ δεικνυμένῳ θερισμῷ.

νομίζομεν οὖν τοιαῦτά τινα εἶναι ἐν τῷ τοὺς μαθητὰς λέγειν ὅτι »<Ἔτι> τετράμηνός ἐστιν καὶ ὁ θερισμὸς ἔρχεται«. οἱ πλεῖστοι τῶν τοῦ λόγου μαθητῶν ἐννοοῦντες δυσέφικτον εἶναι τῇ ἀνθρωπίνῃ φύσει τὴν ἀλήθειαν, ὅτε διειλήφασιν περὶ ἑτέρας παρὰ τὴν [*](2 Joh. 4, 45. — 7 Joh. 4, 35. — 10 Vgl. Joh. 4, 46. — 13 Job. 4, 53. — Job. 5, 1. — 15 Vgl. Joh. 5, 5. — 17 Joh. 7, 2. — 22 Joh. 4, 35. — 25 Vgl. o. c. 2 ff. — 27 Joh. 4, 35. — 30 Joh. 4, 35. — 33 Joh. 4, 35.) [*](2 nach ὅτε + ἦν | 7 ἐπὶ | 8 πρὸ ὀκτὼ (η΄)] πρόην, corr. Br | 16 ἡ + Pr ᾖ] ἦν, corr. Pr | γὰρ + Pr Ι 17 στενοχωρεῖται] στενοχωρεῖ τε, corr. We | 22. 33 ἔτι + Pr vgl. S. 266, 14 | 31 ἀπονοία | τῷ] τῶν.)

266
ἐνεστηκυῖαν ζωὴν ζωῆς, ἀπαυδήσαντες ἐπὶ τοῦ παρόντος πρὸς τὸ περὶ τῶν ζητουμένων τέλος ὑπολαμβάνουσιν μετὰ τὴν πρὸς τὰ τέσσαρα τῶν στοιχείων συγγένειαν ὑπερβάντες ταῦτα καταλήψεσθαι τὴν ἀλήθειαν.

φασὶν οὐν κατὰ τὴν τοῦ κυρίου φωνὴν οἱ μαθηταὶ περὶ τοῦ θερισμοῦ, ὅστις ἐστὶν ἡ συντέλεια τῶν συγκομιστῶν τῆς ἀληθείας ἔργων, ὅτι μετὰ τὴν ἐνεστηκυῖαν τετράδα γίνεται.

τὸ δὲ τῶν μηνῶν ὄνομα πρὸς τὸ πρέπον τῷ περὶ τοῦ θερισμοῦ λόγῳ σωματικῷ εἴληπται. οὐ γὰρ ἐχρῆν φάσκειν τὸ »οὐχ ὑμεῖς λέγετε ὅτι »Ἔτι τέσσαρες ἡμέραι καὶ ὁ θερισμὸς ἔρχεται« ἢ »ἔτι τέσσαρα ἴτη »καὶ ὁ θερισμὸς ἔρχεται«; μάλιστα ἐπεὶ καὶ τοὺς πολλοὺς καὶ σωματικωτέρους λανθάνειν ὁ λόγος βούλεται, κρύπτων μὲν τὸ μυστικόν,

ἐμφαίνων δὲ τὸ ἁπλούστερον εἰς τὸ σαφεῖς εἶναι νομίζεσθαι τοὺς ἀπαγγελλομένους ὑπὸ τοῦ σωτῆρος λόγους.

ἢ τάχα τὸ τῶν μαθητῶν βούλημα λεγόντων· »Ἔτι τετράμηνός ἐστιν καὶ ὁ θερισμὸς »ἔρχεται« τοιοῦτόν ἐστιν· τέσσαρές εἰσιν σφαῖραι τῶν τεσσάρων στοιχείων αἱ ὑποκείμεναι τῇ αἰθερίῳ φύσει, ἐν μέσῳ μὲν καὶ κατωτάτῳ ἡ τῆς γῆς, περὶ αὐτὴν δὲ ἡ τοῦ ὕδατος, καὶ τρίτη ἡ ἀέρος, τετάρτη δὲ ἡ τοῦ πυρός, μεθ’ ἣν ἡ τῆς σελήνης, καὶ ἑξῆς.

καὶ ἐπιστήσωμεν μήποτε ὑπολαμβάνουσιν οἱ μαθηταὶ πρὸς τῇ καθαρωτέρᾳ οὐσίᾳ γενομένους τοὺς ἐντεῦθεν παρεσκευασμένους καταλήψεσθαι τὸ ἀληθές, ὅταν καὶ τὴν τοῦ πυρός τις δύνηται σφαῖραν > μὴ καταφθαρεὶς ὑπὸ τῆς ἁμαρτίας, ἥτις ἐστὶν ὕλη τοῦ Παντὸς έν τοῖς πρὸ τῆς * * * αἰθερίους τόπους * * χωρίοις.

ταύτὴν δὲ τὴν ὑπόληψιν διελέγχων ὡς οὐχ ὑγιῆ φησιν ὁ γενόμενος σὰρξ λόγος τοῖς ταῦτα νομίζουσιν τὸ »Οὐχ ὑμεῖς λέγετε ὅτι <Ἔτι> τετρά- »μηνός ἐστιν καὶ ὁ θερισμὸς ἔρχεται; ἰδοὺ λέγω ὑμῖν· Ἐπάρατε τοὺς »ὀφθαλμοὺς ὑμῶν καὶ θεάσασθε τὰς χώρας ὅτι λευκαί εἰσιν πρὸς »θερισμὸν ἤδη«.

καὶ γὰρ ἀδιανόητον ἡμῖν φαίνεται μὴ περὶ ἑνὸς αὐτὸν ἐν τούτοις πᾶσιν διαλαμβάνειν θερισμοῦ, ἐπείπερ κατὰ τοὺς ἁπλούστερον ἐκδεχομένους τὸ ἀληθὲς [λέγουσιν] ἐπιπλήξει τοῖς μαθηταῖς νομίζουσιν, ὡς οἴονται, μετὰ τετράμηνον ἔρχεσθαι τὸν θερισμόν, ὅντινα ἐν τοῖς πρὸ τούτων παρεστήσαμεν μὴ πάνυ τι δύνασθαι μετὰ τετράμηνον ἐνστήσεσθαι.

ἄλλως τε καὶ οἱονεὶ τὴν ὑπόνοιαν τῶν μαθητῶν διορθούμενός φησι τὸ »οὐχ ὑμεῖς μὲν τόδε λέγετε; ἐγὼ δὲ »τόδε φημί« πρὸς τούτοις πῶς οὐκ ἄτοπον τὸ μὲν » Ἐπάρατε τοὺς [*](9 Job. 4, 35. — 14 Job. 4, 35. — 24 Vgl. Job. 1, 14. — 25 Job. 4,, 35. — 31 Vgl. S. 264, 8 ff.) [*](7 λέγω, corr, V Ι 15 ἐστιν] εἰσὶν Ι 19 τῇ] τὸ | 21 δύναται, corr. We Ι 22 x003E; + Pr, We ügt nach ὕλη ein <ὑπερβαίνειν καὶ ἅψασθαι>, διαβῆναι + V ücke von c. 6 und c. 2 — 3 Buchst. Zu änzen etwa ἐν τοῖς πρὸ τῆς <εἰς τόπους ὁδοῦ χωρίοις Ι 25 ἔτι + Pr | 30 τὸ + We Ι)

267
»ὀφθαλμοὺς ὑμῶν‘ κατὰ πάντα x003E; σαφῶς, καὶ τὸ »Θεά- σασθε τὰς χώρας ὅτι λευκαί εἰσιν πρὸς θερισμὸν ἤδη«, τὸ δὲ πρὸ τοῦ * * * * ἐρχόμενον τοῦτο »Οὐχ ὑμεῖς λέγετε ὅτι Ἔτι τετράμη- »νός ἐστιν, καὶ ὁ θερισμὸς ἔρχεται« μὴ ἀλληγορικῶς ἐκλαβεῖν;

Καὶ ὁ Ἡρακλέων μέντοι γε ὁμοίως τοῖς πολλοῖς ἐπὶ τῆς λέξεως ἔμεινεν μὴ οἰόμενος αὐτὴν ἀνάγεσθαι. φησὶ γοῦν ὅτι Τὸν τῶν γεννημάτων λέγει θερισμόν, ὡς τούτου μὲν ἔτι διωρίαν ἔχοντος τετράμηνον, τοῦ Τε θερισμοῦ, οὗ αὐτὸς ἔλεγεν, ἤδη ἐνεστῶτος. καὶ τὸν θερισμὸν δὲ οὐκ οἶδ' ὅπως ἐπὶ τῆς ψυχῆς ἐξείληφεν τῶν πιστευόντων, λέγων ὅτι Ἠδη ἀκμαῖοι καὶ ἕτοιμοί εἰσιν πρὸς θερισμὸν καὶ ἐπιτήδειοι πρὸς τὸ συναχθῆναι εἰς ἀποθήκην, τοῦτ’ ἔστιν διὰ πίστεως εἰς ἀνάπαυσιν, ὅσαι γε ἕτοιμοι· οὐ γὰρ πᾶσαι· αἱ μὲν γὰρ ἤδη ἕτοιμοι ἠσαν, φησίν, αἱ δὲ ἔμελλον, αἱ δὲ μέλλουσιν , αἱ δὲ ἐπισπείρονται ἤδη.

ταῦτα μὲν οὐν ἐκεῖνος εἶπεν. πῶς δὲ οἱ μαθηταὶ ἐπαίροντες τοὺς ὀφθαλμοὺς δύνανται βλέπειν τὰς ψυχὰς ἤδη ἐπιτηδείους οὔσας πρὸς τό, ὡς οἴεται, εἰς ἀποθήκην εἰσαχθῆναι, οὐκ οἶδα εἰ δύναται παραστῆσαι· καὶ ἔτι γε πῶς ἐπὶ τῶν ψυχῶν ἀληθὲς τὸ »Ἄλλος ὁ σπείρων, καὶ ἄλλος θερίζων« καὶ »Ἀπέστειλα ὑμᾶς θερίζειν ὃ οὐχ ὑμεῖς κεκοπιάκατε«. τίνα δὲ τρόπον τὸ »Ἀλλοι »κεκοπιάκασιν καὶ ὑμεῖς εἰς τὸν κόπον αὐτῶν εἰσεληλύθατε« δυνατόν ἐστιν παραδέξασθαι ἐπὶ τῆς ψυχῆς;

ἡμεῖς οὖν θερισμὸν συναγομένου καρποῦ εἰς ζωὴν αἰώνιον ἐκλαμβάνομεν κατὰ τὴν τελείωσιν τοῦ σπερματικῶς ἐγκειμένου κατὰ τὰς ἐννοίας ἡμῖν λόγου ἀπὸ γεωργίας πλείονος τετελειωμένου. πῶς δὲ ὑπὸ ἄλλου σπείρεται καὶ ὑπὸ ἄλλου θερίζεται ἐν τοῖς ἑξῆς διαληψόμεθα.

4, 35 Ἰδοὺ λέγω ὑμῖν· Ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν, καὶ θεάσσθε τὰς χώρας, ὅτι λευκαί εἰσι Πρὸς θερισμὸν ἤδη.

Πολλαχοῦ τῆς γραφῆς τὸ »Ἐπάρατε τοὺς ὀφθαλμοὺς »ὑμῶν« προτρεπομένου ἡμᾶς τοῦ θείου λόγου ὑψοῦν καὶ ἐπαίρειν τὰ φρονήματα καὶ τὸ διορατικὸν κάτω που κείμενον καὶ συγκύπτον, μὴ δυνάμενόν τε ἀνακύψαι εἰς τὸ παντελὲς μετεωρίσαι· ὥσπερ ἐν Ἡσαΐᾳ· »Ἐπάρατε εἰς ὕψος τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ ἴδετε· τίς κατέδειξε [*](12 Vgl. Matth. 13, 30. — 17 Vgl. Joh. 4, 35. – 20 Job. 4, 37. — 21 Job. 4 23 Vgl. Joh. 4, 36. — 32 Vgl. Luk. 13, 11. — 34 Jes. 40, 26.) [*](3 Lücke von c. 8 — 10 Behst. τὸ δὲ πρὸ τούτων συνεχῶς ἐχόμενον Br; τοὐτων ἄρτι ἄρτι προ ερχόμενον We Ι 7 γενημάτων.)

268
»ταῦτα πάντα«·

καὶ ὁ σωτὴρ δὲ ὅτε μέλλει τοῖς ἐν πεδίῳ συναχθεῖσιν λέγειν τοὺς μακαρισμούς, ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ πρὸς τοὺς μαθητὰς λέγει τὸ »μακάριοι« οἵδε καὶ οἵδε· οὐδεὶς γὰρ γνήσιος Ἰησοῦ μαθητὴς κάτω ἐστίν, ὡς οὐδὲ ὁ ἀναπαυόμενος ἐν τοῖς τοῦ Ἀβραὰμ κόλποις.

ὁ γοῦν πλούσιος ὑπάρχων ἐν βασάνοις ἐπάρας τοὺς ὀφθαλμοὺς βλέπει τὸν Ἀβραὰμ καὶ τὸν Λάζαρον ἐν τοῖς κόλποις αὐτοῦ.

πρὸς τούτοις ἡ »συγκύπτουσα καὶ μὴ δυναμένη ἀνακύψαι εἰς τὸ παντελὲς« Ιησοῦ αὐτὴν ἀνορθώσαντος ἀποτίθεται τὸ συγκύπτειν καὶ τὸ μὴ δύνασθαι ἀνακύπτειν, ἵνα ἐπάρῃ τοὺς ὀφθαλμούς.

καὶ οὐδείς γε ἐν πάθεσιν ὢν καὶ τῇ σαρκὶ προστετηκὼς ἢ τοῖς ὑλικοῖς ἐμπεφυρμένος, ἐτήρησεν τὴν λέγουσαν ἐντολήν· »Ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν‘, διόπερ ὁ τοιοῦτος οὐδὲ θεάσεται τὰς χώρας κἂν ὦσιν »λευκαὶ πρὸς θερισμὸν ἤδη«. ἔτι δὲ οὐδεὶς ἐργαζόμενος τὰ ἔργα τῆς σαρκὸς ἐπῆρεν τοὺς ὀφθαλμούς.

»Λευκαὶ« δὲ αἱ χῶραι πρὸς θερισμὸν ἤδη« εἰσίν, ὅτε πάρεστιν ὁ τοῦ θεοῦ λόγος σαφηνίζων καὶ φωτίζων πάσας τὰς χώρας τῆς γραφῆς πληρουμένας ἐν τῇ ἐπιδημίᾳ αὐτοῦ.

τάχα δὲ καὶ πάντα τὰ αἰσθητὰ μέχρι γε αὐτοῦ τοῦ οὐρανοῦ καὶ τῶν ἐν αὐτῷ αἱ λευκαί εἰσιν χῶραι ἕτοιμοι πρὸς θερισμὸν τοῖς ἐπαίρουσιν τοὺς ὀφθαλμούς, σαφῶς παρισταμένου τοῦ περὶ ἑκάστου λόγου τοῖς ἀνειληφόσιν, ἐκ τοῦ τὴν αὐτὴν εἰκόνα μεταμορφοῦσθαι ἀπὸ δόξης εἰς δόξαν, ὀφθαλμῶν ὁμοίωμα τῶν ἑωρακότων Ι πῶς ἕκαστον τῶν γενομένων καλὸν ἦν· τὸ γὰρ »Εἶδεν ὁ θεὸς« καθ' ἕκαστον τῶν κτισμάτων λεγόμενον, »ὅτι καλόν« τοιοῦτόν ἐστιν ὅτι ἐνεῖδεν ὁ θεὸς τοῖς λόγοις ἑκάστου, καὶ εἶδεν πῶς καθ’ οὕς γέγονεν ἕκαστον τῶν κτισμάτων λόγους ἐστὶν καλόν.