Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

οὐκ ατοπον δὲ καὶ τὸ ἅγιον πνεῦμα τρέφεσθαι λέγειν· ζητητέον δὲ λέξιν γραφῆς ὑποβάλλουσαν ἡμῖν τοῦτο. ὅλον δὲ τὸ μυστήριον τῆς κλήσεως καὶ ἐκλογῆς τὰ ἐν τῷ μεγάλῳ δείπνῳ ἐστὶν βρώματα· »Ἄνθρωπος, γάρ »φησιν, ἐποίει δεῖπνον μέγα, καὶ τῆ ὥρᾳ τοῦ δείπνου ἔπεμψεν καλέσαι »τοὺς κεκλημένους«.

μένους( καὶ ἀναλεκτέον γε ἀπὸ τῶν εὐαγγελίων τὰς περὶ δείπνων παραβολάς. ἀλλὰ καὶ διὰ τοῦ Ἡσαΐου αἱ ἐπαγγελίαι τοῦ φαγεῖν εἰσιν καὶ πιεῖν, λέγοντος· »Ἰδοὺ οἱ δουλεύοντές »φάγονται, ὑμεῖς δὲ πεινάσετε· ἰδοὺ οἱ δουλεύοντές μοι πίονται, »ὑμεῖς δὲ διψήσετε«.

ἔτι μὴν ἐν τῇ Γενέσει εἰς τὸν παράδεισον τῆς [*](3 Ps. 77, 25. — 4 Vgl. Gen. 18, –8 Joh. 4, 32. — 9 Vgl. Job. 4, 34. — 12 Vgl. Hebr. 5, 12. — 13 Vgl. I Kor. 8, 2. — 14 Joh. 4, 32. — 17 Joh. 4, 32. — 22 Vgl. Luk. 9, 16. — 28 Luk. 14, 16 f. (vgl. Matth. 22, 3). — 32 Jes. 65. 13. — 34 Vgl. Gen. 2, 8.) [*](8 ἔχει Ι 10 αὐτὸν] αὐτοῖς, corr. V Ι καὶ + We Ι nach τοῦτο fehlt viell. wie βρῶσιν <βρῶσιν ὂν> vgl. 260, 11 We Ι 19 ἵν a. Ras. Ι 26 λέξιν] λεξειν, εξ a. Ras Ι 29 Die Worte sind teils aus Matth., teils aus Luk. entnommen Ι 32 τοῦ + We.)

260
τροφῆς τίθεται τὸν ἄνθρωπον ὁ θεὸς νόμους περὶ τοῦ ἐσθίειν τάδε τινὰ καὶ μὴ ἐσθίειν τάδε διδούς. καὶ ἀθάνατος ἂν ἔμεινεν ὁ ἄνθρωπος, εἰ ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει ἤσθιεν, ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν μὴ ἤσθιεν.

ὅρα καὶ τὰ ἐν εἰκοστῷ πρώτῳ ψαλμῷ λεγόμενα περὶ τῶν προσκυνούντων διὰ τὸ βεβρωκέναι· »Ἔφαγον, γάρ φησιν , καὶ προσεκύνησαν πάντες οἱ »πίονες τῆς γῆς«· διόπερ· »Οὐδὲ λιμοκτονήσει κύριος ψυχὴν δικαίαν«, ἀλλ’ ὅταν ἄδικοι γενώμεθα, ἐξαποστελεῖ »λιμὸν ἐπὶ τὴν γῆν, οὐ λιμὸν ἄρτου οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον »κυρίου«.

ὅσον οὖν προκόπτομεν, κρείττονα καὶ πλείονα φαγόμεθα, ἕως τάχα Ι φθάσομεν ἐπὶ τὸ τὴν αὐτὴν βρῶσιν φαγεῖν τῷ υἱῷ τοῦ θεοῦ, ἣν ἐπὶ τοῦ παρόντος οἱ μαθηταὶ οὐκ οἴδασιν. οὐδὲν δὲ εἰς τὴν λέξιν εἶπεν ὁ Ἡρακλέων.

4, 33 Ἔλεγον οὖν οἱ μαθηταὶ πρὸς ἀλλήλους· Μὴ τις ἤνεγκεν αὐτῳ φαγειν;

Εἰ καὶ σαρκικῶς ὑπολαμβάνει ταῦτα λέγεσθαι ὁ Ἡρακλέων ὑπὸ τῶν μαθητῶν ὡς ὡς ἔτι ταπεινότερον διανοουμένων μένων καὶ τὴν Σαμαρεῖτιν μιμουμένων λέγουσαν· »Οὔτε ἄντλημα ἔχεις, καὶ τὸ φρέαρ ἐστὶν βαθύ‘, ἄξιον ἡμᾶς ἰδεῖν, μήποτε βλέποντές τι θειότερον οἱ μαθηταί φασιν πρὸς ἀλλήλους·

»Μή τις ἤνεγκεν αὐτῷ φαγεῖν;‘ τάχα γὰρ ὑπενόουν ἀγγελικήν τινα δύναμιν ἐνηνοχέναι αὐτῷ φαγεῖν· καὶ εἰκὸς ὅτι διὰ τοῦτο ἐδιδάσκοντο ὅτι μεῖζόν ἐστιν ὃ εἶχεν βρῶμα φαγεῖν, ὅπερ ἦν ποιῆσαι »τὸ θέλημα τοῦ πέμψαντος‘ αὐτὸν »καὶ τελειῶσαι τὸ ἔργον αὐτοῦ«.

4, 34 Λέγει αὐτοῖς ὁ Ἰησοῦς· Ἐμὸν βρῶμά ἐστιν ἵνα Ποιήσω τὸ θέλημα τοῦ πεμψαντός με καὶ τελειώσα αὐτοῦ τὸ ἔργον.

Πρέπουσα βρῶσις τῷ υἱῷ τοῦ θεοῦ ὅτε ποιητὴς γίνεται τοῦ πατρικοῦ θελήματος, τοῦτο τὸ θέλειν ἐν ἑαυτῷ ποιῶν ὅπερ ἦν καὶ ἐν τῷ πατρί, ὥστε εἶναι τὸ θέλημα τοῦ θεοῦ ἐν τῷ θελήματι τοῦ υἱοῦ, καὶ γενέσθαι τὸ θέλημα τοῦ υἱοῦ ἀπαράλλακτον τοῦ θελήματος τοῦ πατρός, εἰς τὸ μηκέτι εἶναι δύο θελήματα ἀλλὰ x003E; θέλημα· ὅπερ ἓν θέλημα αἴτιον ἦν τοῦ λέγειν τὸ·ν υἱόν· »Ἐγὼ καὶ ὁ [*](3 Vgl. Geu. 2, 16 f. — 6 Ps. 21, 30. — 7 Prov. 10, –9 Am. 8, 11. — 12 Vgl. Job.. 4, 32. — 20 Job. 4, 11. — 22 Job. 4, 33. — 25 Vgl. Job. 4, 34. — 34 Job. 10, 30.) [*](2 ὁ ü. d. Z. Ι 8 ἐπὶ — οὐ a. Ras. Ι 33 <ἒν> add. B.)

261
»πατὴρ ἕν ἐσμεν«, καὶ διἂ τοῦτο τὸ θέλημα ὁ ἰδὼν αὐτὸν ἑώρακε τὸν υἱόν, ἑώρακε δὲ καὶ τὸν πέμψαντα αὐτόν.

καὶ πρέ.πον γε μᾶλλον οὕτω νοεῖν ἡμᾶς ποιεῖσθαι ὑπὸ τοῦ υἱοῦ τὸ θέλημα τοῦ πατρός, ἀφ’ οὗ θελήματος καὶ τὰ ἔξω τοῦ θέλοντος καλῶς ἐγένετο, ἤπερ μὴ περιεργασαμένους ἡμᾶς τὰ περὶ τοῦ θελήματος νομίζεν εἶναι τὸ ποιεῖν τὸ θέλημα τοῦ πέμψαντος * ἐν τῷ τάδε τινὰ τὰ ἔξω ποιεῖν.

ἐκεῖνο γάρ, λέγω δὲ τὸ τοῦ τοῦ θέλοντος γινόμενον χωρὶς τοῦ προειρημένου θελήματος, οὐχ ὅλον μὲν τὸ θέλημα τοῦ πατρός· πᾶν δέ ἐστιν τὸ θέλημα τοῦ πατρὸς ὑπὸ τοῦ υἱοῦ γινόμενον ὅτε τὸ θέλειν τοῦ θεοῦ γενόμενον ἐν τῷ υἱῷ ποιεῖ ταῦτα ἅπερ βούλεται τὸ θέλημα τοῦ θεοῦ.

μόνος δὲ ὁ υἱὸς πᾶν τὸ θέλημα ποιεῖ χωρήσας τοῦ πατρός· διόπερ καὶ εἰκὼν αὐτοῦ. ἐπισκεπτέον δὲ καὶ περὶ τοῦ ἁγίου πνεύματος· τὰ δὲ λοιπὰ ἅγια οὐδὲν μὲν ποιήσει παρὰ τὸ θέλημα τοῦ θεοῦ, καὶ πάντα γε ἃ ποιήσει, ποιήσει κατὰ τὸ θέλημα τοῦ θεοῦ, οὐ μέντοι γε διαρκεῖ πρὸς τὸ κατὰ τὸ πᾶν θέλημα τυπωθῆναι.

καὶ τόδε γε τὸ ἅγιον παρὰ τόδε τὸ ἅγιον μεῖζον ἢ πλεῖον ἢ ἐκτυπώτερον συγκρίσει ἑτέρου χωρήσει ἀπὸ τοῦ πατρικοῦ θελήματος, καὶ πάλιν παρ' ἐκεῖνο ἔσται τι ἄλλο διαφερόντως χωροῦν· Ι πᾶν δὲ καὶ ὅλον τὸ θέλημα τοῦ θεοῦ ποιήσει ὁ εἰπών· »<Ἐμὸν> »ἐστιν, ἵνα ποιήσω τὸ θέλημα τοῦ θεοῦ τοῦ πέμψαντός με«.

μετὰ τοῦτο γοῦν φησὶν εὐχαρίστως περὶ τοῦ θεοῦ· »Οὐ δύναται ὁ υἱὸς »ποιεῖν ἀφ’ ἑαυτοῦ οὐδέν, ἐὰν μή τι βλέπῃ τὸν πατέρα ποιοῦντα· ἃ »γὰρ ἐὰν ποιῇ ὁ πατήρ, ταῦτα καὶ ὁ υἱὸς ὁμοίως ποιεῖ. ὁ πατὴρ »ἀγαπᾷ τὸν υἱὸν καὶ πάντα δείκνυσιν αὐτῷ ἃ αὐτὸς ποιεῖ«.

καὶ τάχα διὰ ταῦτα εἰκών ἐστιν τοῦ θεοῦ τοῦ ἀοράτου· καὶ γὰρ τὸ έν αὐτῷ θέλημα εἰκὼν τοῦ Πρώτου θελήματος, καὶ ἡ ἐν αὐτῷ θεότης εἰκὼν τῆς ἀληθινῆς θεότητος· εἰκὼν δὲ καὶ τῆς ἀγαθότητος ὢν τοῦ πατρός φησι· Τί με λέγεις ἀγαθόν;« καὶ τοῦτό γε τὸ θέλημα βρῶμά ἐστιν τοῦ υἱοῦ ἴδιον αὐτοῦ, δι' ὅ βρῶμα ἔστιν ὅ ἔστιν.

Ὅτι δὲ τὸ περὶ τῆς διαθέσεώς έστιν τὸ θέλημα, δηλοῖ ἡ ἐπιφερομένη λέξις δεύτερον λέγουσα μετὰ τὴν ποίησιν τοῦ θελήματος τὸ τελειοῦσθαι τὸ ἔργον τοῦ θεοῦ.

ἐπιπλέον δὲ καὶ περὶ τούτου θεωρητέον, ἴν εἰδῶμεν τί ἐστιν καὶ τὸ »Τελειώσω αὐτοῦ τὸ [*](1 Vgl. Job. 12, 45, — 12 Vgl. II Kor, 4, 4. — 19 Job. 4, 34. — 21 Joh. 5 19 f. — 25 Vgl. Kol. 1, 15. — 27 Vgl. Weish. Sal. 7, 26. — 28 Mark. 10, 18 Luk. 18, 19. Vgl. Joh. 4, 34. — 33 Joh. 4, 34.) [*](2 ἑώρακε] ἑώρα, corr. V Ι 3 νοεῖν] νοσεν, corr. V Ι 8 Die ücke bez. We; erg. etwa τελειοῦται Ι 11 χωρῆσαι, corr. V Ι 13 ποιῆσαι, ’v. V Ι 14 ἃ] ο, corr. Β 19 ἐμὸν τι V Ι 21 οὐδὲν durch Dittogr. ., corr. Br Ι 23 ὁ πατὴρ mit Syr. Cur. Sin. Pesch. Boh.; ἐγεῖνος rell. Ι 24 ἀγαπᾷ mit D φιλεῖ rell.) Ι 28 τὸ a. Ras. 33 θεωρητέον] εω a. Ras.)

262
ἔργον.« ὁ μὲν οὖν τις ἁπλούστερον ἐρεῖ ὅτι τὸ προστεταγμένον ἔργον, ὅπερ αὐτοῦ ἐστιν τοῦ προστάξαντος, * * ὡσεὶ ἐπὶ παραδειγμάτων ἐλέγομεν τοὺς οἰκοδομοῦντας ἢ γεωργοῦντας φάσκειν τελειοῦν τὸ ἔργον τοῦ λαβόντος αὐτοὺς ἐπὶ τὸ ἔργον, ἐν τῷ ποιεῖν δι' ὃ παρελήφθησαν· ὁ δέ τις ἐρεῖ ὅτι εἴπερ τελειοῦται τὸ ἔργον τοῦ θεοῦ ὑπὸ τοῦ χριστοῦ, δῆλον ὅτι τοῦτο πρὶν τελειωθῆναι ἀτελὲς ἠν· πῶς ἀτελὲς ἀτελὲς ἦν, ἔργον τυγχάνον τοῦ θεοῦ;

καὶ πῶς τὸ ἔργον τοῦ θεοῦ τελειοῦται ὑπὸ τοῦ εἰπόντος· » Ὁ πατὴρ ὁ πέμψας με μείζων »μου ἐστίν«; ἡ δὲ τελείωσις τοῦ ἔργου ἡ τοῦ λογικοῦ τελείωσις ἦν· τοῦτο γὰρ ἦλθεν ἀτελὲς ὂν τέλειον ποιῆσαι ὁ γενόμενος σὰρξ λόγος.

ἀρ' οὖν ἐκτίσθη ἀτελὲς τὸ ἔργον, καὶ πέμπεται ὁ σωτὴρ τὸ ἀτελὲς τελειῶσαι; καὶ πῶς οὐκ ἄτοπον τὸν μὲν πατέρα ἀτελοῦς ποιητὴν γεγονέναι, τὸν δὲ σωτῆρα τὸ ἀτελὲς τετελειωκέναι, κτισθὲν ἀτελές;

ἡγοῦμαι δὴ ἐν τοῖς τόποις βαθύτερόν τι ἐναποκεῖσθαι μυστήριον· τάχα γὰρ οὐ πάντη ἀτελὲς τὸ λογικὸν ἠν ἅμα τῷ τεθεῖσθαι ἐν τῷ παραδείσῳ.

πῶς γὰρ ἂν τὸ πάντη ἀτελὲς ἐτίθετο ὁ θεὸς ἐν τῷ παραδείσῳ ἐργάζεσθαι αὐτὸν καὶ φυλάσσειν; ὁ γὰρ δυνάμενος ἐργάζεσθαι »ξύλον ζωῆς« καὶ πάντα δὲ ἃ ἐφύτευσεν ὁ θεὸς καὶ μετὰ ταῦτα ἐξανέτειλεν, οὐκ ἂν εὐλόγως λέγοιτο ἀτελές.