Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

ὁ δὲ οἶκος ὅλος χ·ρυσοῦται· »Ὅλον, γάρ φησιν, τὸν οἶκον περιέχρισεν χρυσίῳ, ἕως συντελείας παντὸς τοῦ οἴκου«.

τὰ μέντοι δύο Χερουβεὶμ ἐν τῷ Δαβεὶρ ἦν, ὅπερ οὐ δεδύνηνται ἑρμηνεῦσαι κυρίως οἱ μεταλαμβάνοντες εἰς Ἑλληνισμὸν τὰ Ἑβραίων.

καταχρηστικώτερον δὲ τινες ναὸν αὐτὸν εἰρήκασιν τοῦ ναοῦ τιμιώτερον τυγχάνοντα. πάντα μέντοι γε χρυσὸς τὰ κατὰ τὸν οἶκον γεγένηται, εἰς σύμβολον τοῦ τελειουμένου πάντως νοῦ πρὸς τὴν τῶν νοητῶν ἀκριβῆ † ἀπόταξιν.

ἐπεὶ δὲ παντάπασιν οὐκ ἔστιν βατὰ καὶ γνωστά. οἰκοδομεῖταί καταπέτασμα τῆς αὐλῆς, τοῖς πολλοῖς τῶν ἱερεῶν καὶ Λευϊτῶν οὐκ ἀποκαλυπτομένων τῶν ἐνδοτάτω.

Ἄξιον δὲ ζητῆσαι πῶς ὡς μὲν βασιλεὺς Σαλομὼν καὶ οἰκοδομεῖν τὸν ναὸν λέγεται ὡς δ' ἀρχιτέκτων ὃν ἔλαβεν ἀποστείλας ὁ Σαλομὼν »Χειρὰμ ἐκ Τύρου, υἱὸν γυναικὸς χήρας· καὶ οὗτος ἀπὸ »τῆς φυλῆς Νεφθαλείμ, καὶ ὁ πατὴρ αὐτοῦ Τύριος, τέκτων χαλκοῦ καὶ πεπληρωμένος τῆς συνέσεως καὶ ἐπιγνώσεως, τοῦ ποιεῖν πᾶν »ἔργον ἐν χαλκῷ, ὃς εἰσήχθη πρὸς τὸν βασιλέα Σαλομών, καὶ ἐποίη- »σεν πάντα τὰ ἔργα«.

ἐφίστημι δὲ μήποτε ὁ μὲν Σαλομὼν εἰς τὸν πρωτότοκον πάσης κτίσεως λαμβάνεσθαι δύναται, ὁ δὲ Χειρὰμ εἰς ὅν ἀνείληφεν οὑτος ἄνθρωπον, ἀπὸ τῆς τῶν ἀνθρώπων συνοχῆς Τύριοι γὰρ ἑρμηνεύονται συνέχοντες) τῇ φύσει τὸ γένος ἔχοντα, ὅστις [*](2 Ι ön. 6, 13 (8). — 5 Vgl. Ι ön. 6, 15 (10). — 9 Vgl. Ι ön. 6, 17 (16). — 12 Ι ön. 6, 21 (221. — 1.3 Vgl. Ι ön. 6, 22 (23). — 14 D. h. die LXX; Aquila, Symmachus, Theodot. übersetzen χρηματιστήριον. Vgl. Field zu III Regn. 6, 16. — 19 Vgl. I ön. 6, 34 (36). — 24 I ön. 7, If. (13)f. — 29 Vgl. Kol. 1, 15. — 31 Vgl. in Mt. XI, 16: Τύρος μὲν οὖν παρ’ Ἑβραίοις μεταλαμβάνεται Σόρ, ἥτις ἑρμηνεύεται »συνοχή«. Lagarde, Onom. s. p. 199, 90 ῦρος: υνοχή. p. 71, 27 Tyrii coangustati; Annen. Onom. „Sur: Pressung".) [*](5 ᾖ] ἦν, corr. V Ι μάλιστα] κάλιστα, corr. Pr, κάλλιστα V Ausgg. Ι 10 <ἥ> + Pr Ι 16 τυγχάνον, corr. V Ι 17 πάντως] πάντων, corr. Hu Ι 18 ἀπόταξιν verderbt; ἐξέτασιν? We Ι 22 σολομῶν Ι 31 ἔχοντα] συνέχοντα V.)

219
πεπληρωμένος πάσης τέχνης καὶ συνέσεως καὶ ἐπιγνώσεως εἰσήχθη, συνεργῶν τῷ πρωτοτόκῳ πάσης συνέσεως ἵνα οἰκοδομήσῃ τὸν ναόν, ἐν ᾧ καὶ θυρίδες παρακυπτόμεναι κρυπταὶ κατασκευάζονται πρὸς τὸ τὰς ἐλλάμψεις τοῦ φωτὸς τοῦ θεοῦ σωτηρίως δυνηθῆναι χωρῆσαι, καὶ τι με δεῖ λέγειν καθ' ἕκαστον;) ἴνα εὑρεθῇ τὸ σῶμα Χριστοῦ ἡ ἐκκλησία τὸν λόγον ἔχουσα τοῦ πνευματικοῦ οἴκου καὶ ναοῦ τοῦ θεοῦ· ὡς γὰρ προεῖπον, τῆς ἐν μυστηρίῳ ἀποκεκρυμμένης δεόμεθα σοφίας, χωρητῆς τυγχανούσης μόνῳ τῷ δυναμένῳ εἰπεῖν· » Ἡμεῖς δὲ νοῦν »Χριστοῦ ἔχομεν‘ , ἴνα κατὰ τὸ βούλημα τοῦ οἰκονομήσαντος ταῦτα γραφῆναι πνευματικῶς ἐκλάβω μεν ἕκαστον τῶν εἰρημένων.

ἄλλως δὲ καὶ οὐ κατὰ τὸ παρόν ἐστιν ἀνάγνωσμα ἕκαστον τούτων ἀναπλῶσαι. καὶ ταῦτα οὖν αὐτάρκη πρὸς τὸ ἰδεῖν πῶς »Ἐκεῖνος δὲ ἔλεγεν περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ«.

Ἄξιον δὲ μετὰ ταῦτα ἰδεῖν εἰ δυνατὸν τὰ ἱστορούμενα γεγονέναι κατὰ τὸν ναὸν συμβεβηκέναι ποτὲ ἢ συμβήσεσθαι περὶ τὸν πνευματικὸν οἶκον.

δόξει δὲ ὁ λόγος θλίβειν ἑκατέρωθεν εἴτε γὰρ ἐροῦμεν οἷόν τε γενέσθαι ἢ γεγονέναι τινὰ λόγον τοῖς κατὰ τὴν ἱστορίαν περὶ τὸν ναόν, δυσόκνως μετάπτωσιν τῶν τηλικούτων ἀγαθῶν θῶν παραδέξονται οἱ ἀκούοντες, πρῶτον Ι μὲν διὰ τὸ μὴ βούλεσθαι, δεύτερον δὲ διὰ τὸ ἀπεμφαίνειν τροπὴν τῶν ἀγαθῶν ἔσεσθαι.

εἰ δὲ βουλόμενοι ἄτρεπτα τηρεῖν τὰ ἅπαξ δοθέντα τοῖς ἁγίοις ἀγαθὰ οὐκ ἐφαρμόσομεν τὰ τῆς ἱστορίας, δόξομεν ὅμοιόν τι τοῖς ἀπὸ τῶν αἱρέσεων τούτῳ ποιεῖν, τὴν συμφωνίαν τῆς διηγήσεως τῶν γραφῶν ἀρχῆθεν μέχρι τέλους μὴ φυλάττοντες.

εἰ μέντοι γε μὴ μέλλομεν γραωδῶς καὶ Ἰουδαϊκῶς τὰς παρὰ τοῖς προφήταις, μάλιστα δὲ τῷ Ἡσαΐᾳ, ἀναγεγραμμένα ἐπαγγελίας νοεῖν ὡς ἐσομένας περὶ τὴν ἐπὶ γῆς Ἱερουσαλήμ, ἀνάγκη ἔτι, εἰ μετὰ τὴν αἰχμαλωσίαν καὶ τὴν καταστροφὴν τοῦ ναοῦ δέεταί τινα ἔνδοξα συμβεβλῆσθαι εἰς οἰκοδομὴν τοῦ ναοῦ καὶ τὴν ἀποκατάστασιν τοῦ λαοῦ ἀπὸ τῆς αἰχμαλωσίας, λέγειν ἡμᾶς γεγονέναι τὸν ναὸν καὶ ᾐχμαλωτεῦσθαι τὸν λαόν ἐπανελεύσεσθαι δὲ ἐπὶ τὴν Ἰουδαίαν καὶ τὴν Ἱερουσαλὴμ καὶ οἰκοδομηθήσεσθαι τοῖς ἐντίμοις λίθοις τὴν Ἱερουσαλήμ.

οὐκ οἶδα δέ, εἰ μακραῖς χρόνων περιόδοις ἀνακυκλουμέναις τὰ παραπλήσια πάλιν δυνατὸν γενέσθαι ὡς ἐπὶ τὸ χεῖρον.

ἔχει δὲ τὰ τῶν ἐπαγγελιῶν ἐν τῷ Ἡσαΐᾳ οὕτως· ’Πού, ἐγὼ ἑτοιμάσω σοι ἄνθρακα τὸν λίθον σου, καὶ τὰ [*](2 Vgl. Κοί. 1, 15. — 3 Vgl. Ι ön. 6, 9 (4). — 6 Vgl. 1 Petr. 2, 5. Vgl. S. 210, 23ff. — 7 Vgl. I Kor. 2, 7. — 8 I Kor. 2, 16. — 12 Joh. 2, 21. — 21 Vgl. Jud. 3. — 35 Jes. 54, 11—14.) [*](3 παρ[ακυπτόμεναι κρυπταὶ κ]ατασκευάζονται a. Ras. Ι τὸ + We Ι 17 τι ἀνάλογον? Pr, vgl. Lommatzsch Ι 19 παραδέζωνυαι | 30 λαόν] λαόν] corr. V Ι ἠχμαλωτεύεσθαι Μ.)

220
θεμέλιά σου σάπφειρον, καὶ θήσω τ ὰς ἐπάλξεις σου ἴασπιν, καὶ τὰς »πύλας σου λίθους κρυστ άλλου, καὶ τὸν περίβολόν σου λίθους ἐκλεκ- »τούς, καὶ πάντας τοὺς υἱούς σου διδακτοὺς θεοῦ, καὶ ἐν πολλῇ εἰ- »ρήνῃ τὰ τέκνα σου, καὶ ἐν δικαιοσύνῃ οἰκοδομηθήσῃ«.

καὶ μετ' ὀλίγα πρὸς τὴν Ἱερουσαλήμ· Καὶ ἡ δόξα τοῦ Λιβάνου πρὸς σὲ ἥξει »ἐν κυπαρίσσῳ καὶ πεύκῃ καὶ κέδρῳ ἅμα δοξάσουσι τὸν τόπον τὸν ἅγιο;ν μου. καὶ πορεύσονται πρὸς σὲ δεδοικότες υἱοὶ ταπεινωσάντων καὶ »παροξυνάντων σε· καὶ κληθήσῃ πόλις κυρίου, Σιὼν ἁγίου Ἰσραήλ, »διὰ τὸ γεγενῆσθαί σε ἐγκαταλελειμμένην καὶ μεμισημένην, καὶ οὐκ ἠν »ὁ βοηθῶν· καὶ θήσω σε ἀγαλλίαμα αἰώνιον, εὐφροσύνην γενεῶν »γενεαῖς. καὶ θηλάσεις γάλα ἐθνῶν, καὶ πλοῦτον βασιλέων φάγεσαι, »καὶ γνώσῃ ὅτι ἐγὼ κύριος σώζων σε καὶ ἐξαιρούμενός σε θεὸς Ἰσραήλ. καὶ ἀντὶ χαλκοῦ οἴσω σοι χρυσίον, ἀντὶ δὲ σιδήρου οἴσω σοι ἀργύ- »ριον , ἀντὶ δὲ ξύλων οἵσω σοι χαλκόν , ἀντὶ δὲ λίθων σίδηρον. καὶ Λώσω τοὺς ἄρχοντάς σου ἐν ἐν εἰρήνῃ, καὶ τοὺς ἐπισκόπους σου ἐν »δικαιοσύνῃ. καὶ οὐκ ἀκουσθήσεται ἔτι ἀδικία έν τῇ γῇ σου, οὐδὲ σύν- »τριμμα καὶ ταλαιπωρία ἐν τοῖς ὁρίοις σου, ἀλλὰ κληθήσεται σωτή- ριον τὰ τείχη σου, καὶ αἱ πύλαι σου γλύμμα. καὶ οὐκ ἔσται σοι ἔτι »ὁ ἥλιος εἰς φῶς ἡμέρας, οὐδὲ ἀνατολὴ σελήνης φωτιεῖ σοι τὴν νύκτα· »ἀλλ' ἔσται σοι Χριστὸς φῶς αἰώνιον, καὶ ὁ θεὸς Ι δόξα σοι. οὐ γὰρ Λύσεταί σοι ὁ ἥλιος, καὶ ἡ σελήνη σοι οὐκ ἐκλείψει· ἔσται γὰρ κύ- »ριός σοι φῶς αἰώνιον, καὶ πληρωθήσονται αἱ ἡμέραι τοῦ πένθους »σου«. ταῦτα γὰρ σαφῶς.

περὶ τοῦ μέλλοντος αἰῶνος προφητεύεται τοῖς ἐν αἰχμαλωσίᾳ οὖσιν υἱοῖς Ἰσραήλ, ἐφ' οὕς ἠλθεν ἀποσταλεὶς ὁ λέγων· »Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα »οἴκου Ἰσραήλ«. εἰ δὲ αἰχμάλωτοι ὄντες ταῦτα ἐν τῇ πατρίδι αὐτῶν ἀπολήψονται, ὅτε καὶ προσήλυτοι προσελεύσονται αὐτοῖς διὰ τοῦ χριστοῦ καὶ ἐπ' αὐτοὺς καταφεύξονται , κατὰ τὸ λεγόμενον· »Ἰδοὺ »προσήλυτοι προσελεύσονταί σοι δι' ἐμοῦ καὶ ἐπὶ σὲ καταφεύξονται«, δῆλον ὅτι περὶ τὸν ναὸν τυγχάνοντές ποτε οἱ αἰχμαλωτευθέντες καὶ Πάλιν ἐκεῖσε ἐ.πανελεύσονται ἀνοικοδομηθησόμενοι, τιμιώτατοι γεγενημένοι λίθων· νικῶν γάρ τις καὶ παρὰ τῷ Ἰωάννῃ ἐν τῇ Ἀποκαλύψει ἐπαγγελίαν ἔχει ἔχει ἐσεσθαι ἐν τῷ ναῷ τοῦ θεοῦ, μὴ ἐξελευσόμενος ἔξω.

ταῦτα δέ μοι πάντα εἴρηται ὑπὲρ τοῦ κἂν έν βραχείᾳ περινοίᾳ γενέσθαι ἡμᾶς τῶν κατὰ τὸν ναὸν καὶ τὸν οἶκον τοῦ θεοῦ καὶ τὴν [*](5 Jes. 60, 13-20. — 25 Matth. 15, 24. — 28 Jes. 54, 15. — 31 Vgl. Apok. 21, 11, — 32 Vgl. Apok. 3, 12.) [*](6 δοξάσαι? (nach Τ) Ι 9 ἐγκατακλειομένην = ℵa Ι 12 ὁ σώζων? (wie Τ) 16 καὶ] οὐδὲ Τ Ι 35 βραχείᾳ] βραχει, corr. V.)

221
ἐκκλησίαν καὶ τὴν Ἱερουσαλὴμ πραγμάτων , »περὶ ὡν οὐκ ἔστιν νῦν »λέγειν κατὰ μέρος«.

τὴν δὲ ἀκριβεστάτην καὶ μέχρι τοῦ τυχόντος περὶ ταῦτα ἐπιμελῆ ἐξέτασιν ποιητέον τ οῖς μὴ ἀπαυδῶσιν πρὸς τοὺς ἐν τῷ ἐντυγχάνειν ταῖς προφητείαις x003E; ζητεῖν τὸν ἐν αὐταῖς πνευματικὸν νοῦν καμάτους. καὶ ταῦτα μὲν περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ.

Ἐπεὶ δὲ »ὅτε ἠγέρθη ἐκ νεκρῶν, ἐμνήσθησαν οἱ μα- »θηταὶ αὐτοῦ ὅτι τ ο ῦτο ἔλεγεν, καὶ ἐπίστευσαν τῇ γραφῇ, καὶ τῷ »λόγῳ ὃν εἶπεν ὁ Ἰησοῦς‘ ἐκδεκτέον, ὡς κατὰ τὴν λέξιν, ὅτι οἱ μαθηταὶ μετὰ τὸ ἐγηγέρθαι ἐκ νεκρῶν τὸν κύριον συνῆκαν τὰ περὶ τοῦ ναοῦ εἰρημένα ἀναφέρεται εἰς τὸ πάθος αὐτοῦ καὶ τὴν ἀνάστασιν, ὑπομνησθέντες ὅτι τὸ »Ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν« τὴν ἀνάστασιν ἐδήλου, ὅτε »καὶ ἐπίστευσαν τῇ γραφῇ καὶ τῷ λόγῳ ὃν εἶπεν ὁ »Ἰησοῦς«, πρότερον οὐ μεμαρτυρημένοι πεπιστευκέναι τῇ γραφῇ οὐδὲ τῷ λόγῳ τούτῳ, ὃν εἶπεν ὁ Ἰησοῦς· κυρίως γὰρ πίστις ἐστὶν κατὰ τὸ βάπτισμα τοῦ ὅλῃ ψυχῇ παραδεχομένου τὸ πιστευόμενον.

ὡς ὡς πρὸς τὴν ἀναγωγήν, ἐπεὶ προείρηται ἡμῖν ἡ ἐκ νεκρῶν ἀνάστασις τοῦ παντὸς τοῦ κυρίου σώματος, εἰδέναι χρὴ ὅτι οἱ μαθηταὶ ὑπομνησθέντες διὰ τῶν ἀποτελεσμάτων τῆς, ὅτε ἦσαν ἐν τῷ βίῳ, μὴ ἠκριβωμένης αὐτοῖς γραφής, ὑπὸ ὄψιν γινομένης καὶ φανερουμένης τίνων ἐπουρανίων ὑπόδειγμα καὶ σκιὰ ἐτύγχανε, πιστεύουσιν οἱς πρότερον οὐκ ἐπίστευον καὶ τῷ λόγῳ τοῦ Ἰησοῦ, ὃν πρὸ τῆς ἀναστάσεως, ὡς ἐβούλετο ὁ λέγων, οὐ συνίεσαν.

πῶς γὰρ δύναταί τις πιστεύειν κυρίως λέγεσθαι τῇ γραφῇ τὸν ἐν αὐτῇ Ι τοῦ ἁγίου πνεύματος νοῦν μὴ θεωρῶν, ὃν πιστεύεσθαι μᾶλλον ὁ θεὸς βούλεται ἢ τὸ τοῦ γράμματος θέλημα; κατὰ τοῦτο λεκτέον μηδένα τῶν κατὰ σάρκα περιπατούντων πιστεύειν τοῖς πνευματικοῖς τοῦ νόμου, οἷς μηδὲ τὴν ἀρχὴν φαντά- ζεται.