Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

καὶ τοῦτον τὸν ναὸν λυθῆναι δεῖ ὑπὸ τῶν ἐπιβουλευόντων τῷ λόγῳ τοῦ θεοῦ καὶ μετὰ τὸ λυθῆναι τῇ προειρημένῃ ἡμῖν τρίτῃ ἡμέρᾳ ἐγερθῆναι· ὅτε καὶ οἱ μαθηταὶ ὅ τε ἔλεγεν πρὶν λυθῆναι τὸν ναὸν τοῦ θεοῦ ὁ λόγος αὐτοῦ μνησθήσονται οὐ οὐ ἔλεγεν] καὶ πιστεύσουσιν, τελειουμένης αὐτῶν μετὰ τῆς γνώσεως τότε καὶ τῆς πίστεως, οὐ τῇ γραφῇ μόνῃ ἀλλὰ καὶ τῷ λόφῳ, ὅν εἶπεν ὁ Ἰησοῦς.

καὶ ἕκαστος δὲ τῶν τοιῶνδε Ἰησοῦ αὐτὸν καθαίροντος ἀποθέμενος τὰ ἄλογα καὶ τὰ πωλοῦντα διὰ τὸν τοῦ ἐν αὐτοῖς λόγου ςῆλον καταλυθήσεται, ἐπὶ τῷ ὑπὸ Ἰησοῦ ἐγερθῆναι οὐ τῇ τρίτῃ ἡμέρᾳ, ὅσον ἐπὶ τῇ προκειμένῃ λέξαι· οὐ γὰρ γέγραπται ·Λύσατε τὸν ναὸν τοῦτον καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερῶ αὐ ·τόν., ἀλλ' »Ἐν τρισὶν ἡμέραις«· ἐγείρεται γὰρ ἡ τοῦ ναοῦ * τῇ

πρώτῃ μετὰ τὸ λυθῆναι ἡμέρᾳ καὶ τῇ δευτέρᾳ, τελειοῦται δὲ αὐτοῦ ἡ ἔγερσις ἐν ὅλαις ταῖς τρισὶν ἡμέραις. διὰ τοῦτο καὶ γέγονεν ἀνάστασις καὶ ἔσται ἀνάστασις, εἵ γε συνετάφημεν τῷ χριστῷ καὶ συναν- [*](1 Eph. 4, 13. — 3 Vgl. Ι Kor. 12, 12. — 4 Vgl. Ι Kor. 12, 12ff. — 7 Vgl. I Kor. 12, 23ff. — 14 Ps. 68, 10; vgl. Joh. 2, 17. — 18 Joh. 2, 19. — 22 Vgl. S. 209, 26 ff. — 23 Vgl. Joh. 2, 22. — 34 Vgl. öm. 6, 4.) [*](10 σχίσμα] σμ a. Ras. Ι 17 τῷ] τῶν, corr. V Ι 22 μηέρᾳ] μετὰ, corr, V Ι 24 οὐ ἔλεγεν str. We Ι πιστεύσουσιν] πιστεύουσιν, corr. V Ι 25 οὐ τῇ γραφῇ μόνῃ] οὐ τη γὰρ ἀφημονὴ, über Punkte von üngerer Hd., > V, corr.Br Ι 31 nach vaovetw. ausgef., <κατασκευή> erg. We Ι 33 γέγονεν] γεγον a. Ras. Ι 34 συνανέστημε[ν αὐτῷ] a. Ras.)

212
έστημεν αὐτῷ.

καὶ ἐπεὶ οὐκ ἀρκεῖ εἰς τὴν ὅλην ἀνάστασιν τὸ »Συν »ανέστημεν«· »Ἐν τῷ χριστῷ πάντες ζωοποιηθήσονται, ἕκαστος δὲ Ι ἐν τῷ ἰδίῳ τάγματι· ἀπαρχὴ Χριστός, ἔπειτα οἱ τοῦ χριστοῦ ἐν »τῇ παρουσίᾳ αὐτοῦ, τὸ τὸ τέλος«.

ἀναστάσεως γὰρ ἠν καὶ τὸ έν τῇ πρώτῃ ἡμέρᾳ γενέσθαι έν τῷ παραδείσῳ τοῦ θεοῦ, ἀναστάσεως δὲ ὅτε φαινόμενός φησι· »Μή μου ἅπτου, οὔπω γὰρ ἀναβέβηκα πρὸς »τὸν πατέρα«· τὸ δὲ τέλειον τῆς ἀναστάσεως ἠν, ὅτε γίνεται πρὸς τὸν πατέρα.

ἐπεὶ δὲ οἱ συγχεόμενοι έν τῷ περὶ πατρὸς καὶ υἱοῦ τόπῳ συνάγοντες τὸ »Εὑρισκόμεθα δὲ καὶ ψευδο μάρτυρες τοῦ θεοῦ, ὅτι »ἐμαρτυρήσαμεν κατὰ τοῦ θεοῦ ὅτι ἤγειρεν τὸν χριστόν, ὃν οὐκ »ἤγειρεν« καὶ τὰ τούτοις ὅμοιαι, δηλοῦντα ἕτερον εἶναι τὸν ἐγείραντα παρὰ τὸν ἐγηγερμένον, καὶ τὸ »Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν »ἡμέραις ἐγερῶ αὐτόν«, ᾤοντο ἐκ τούτων παρίστασθαι μὴ διαφέρειν τῷ ἀριθμῷ τὸν υἱὸν τοῦ πατρός, ἀλλ’ ἓν οὐ μόνον οὐσίᾳ ἀλλὰ καὶ ὑποκειμένῳ τυγχάνοντας ἀμφοτέρους, κατά τινας ἐπινοίας διαφόρους, οὐ κατὰ ὑπόστασιν λέγεσθαι πατέρα καὶ υἱόν· λεκτέον πρὸς αὐτοὺς πρῶτον μὲν τὰ προηγουμένως κατασκευαστικὰ ῥητὰ τοῦ ἕτερον εἶναι τὸν υἱὸν παρὰ τὸν πατέρα, καὶ ὅτι ἀνάγκη τὸν υἱὸν πατρὸς εἶναι υἱόν, καὶ τὸν πατέρα υἱοῦ πατέρα.

μετὰ δὲ τοῦτο οὐκ ἄτοπόν ἐστιν τὸν ὁμολογοῦντα μηδὲν δύνασθαι ποιεῖν, ἐὰν μή τι βλέπῃ τὸν πατέρα ποιοῦντα, καὶ λέγοντα ὅτι ὅσ' ὂν ὁ πατὴρ ποιῇ, ταῦτα ὁμοίως καὶ ὁ υἱὸς ποιεῖ, τὸν νεκρόν ὅπερ τὸ σῶμα ἦν) ἐγηγερκέναι τοῦ πατρὸς αὐτῷ τοῦτο χαριζομένου, ὃν προηγουμένως λεκτέον ἐγηγερκέναι τὸν χριστὸν ἐκ νεκρῶν.

Ὁ μέντοι γ ε Ἡρακλέων τὸ »Ἐν τρισὶν« φησὶν ἀντὶ τοῦ Ἐν τρίτῃ, μὴ ἐρευνήσας, καίτοι γε ἐπιστήσας τῷ »Ἐν τρισίν., πῶς ἐν τρισὶν ἡ ἀνάστασις ἐνεργεῖται ἡμέραις.

ἔτι δὲ καὶ τὴν τρίτην φησὶ τὴν πνευματικὴν ἡμέραν, ἐν ᾑ οἴονταί δηλοῦσθαι τὴν τῆς ἐκκλησίας ἀνάστασιν.

τούτῳ δὲ ἀκόλουθόν ἐστιν πρώτην λέγειν εἶναι τὴν χοϊκὴν ἡμέραν καὶ τὴν δευτέραν τὴν ψυχικήν , οὐ γεγενημένης τῆς ἐκκλησίας τῆς ἀναστάσεως έν αὐταῖς.

ἔοικεν μὲν τοίνυν τὰ ὑπὸ τῶν ἐν τῷ κατὰ Ματθαῖον καὶ Μάρκον † ἀναγεγραμμένα εὐαγγελίῳ ψευδομαρτύρων πρὸς τῷ τέλει τοῦ εὐαγγελίου κατηγορούντων [*](2 Ι Kor. 15, –24. — 5 Vgl. Luk. 23, 43. — 6 Joh. 20, 17. - 9 Ι Kor. 15, 15. — 12 Job. 2, 19. — 20 Vgl. Joh. 5, 19. — 22 Vgl Joh. 11. 17 ff. — 33 Vgl. Matth. 2(3, 61. Mark.. 14, .58.) [*](8 wohl συγχρεόμενοι τῷ Ζ. 1. | 13 ᾤοντό] οἷον τὸ, corr. Pr; οἴονται We | 21 ὁδ' ὂν Ι 29 τούτων, corr. We Ι 33 ἀναγεγραμμένα wohl verderbt, wenn nicbt zu versteben als „die von den falscben Zeugen gesprocbenen u. in den Evv. aufgezeichneten Worte"; We str. ὑπὸ u. liest ἀναγεγραμμένων.)

213
τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τὴν ἀναφορὰν ἔχειν ἐπὶ τὸ »Λύσατε τὸν ναὸν τοῦτον κἀγὼ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν..

ὁ μὲν γὰρ ἔλεγεν περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ, οἱ δ’ ὑπονοοῦντες περὶ τοῦ ἐκ λίθων οἰκοδομηθέντος ναοῦ λέγεσθαι τὰ ἐνατῦθα εἰρημένα ἔφασκον κατηγοροῦντες· »Οὑτος ἔφη· Δύναμαι καταλῦσαι τὸν ναὸν τοῦ θεοῦ καὶ διὰ τριῶν ἡμερῶν † αὐτὸν »οἰκοδομῆσαι« ἢ ὡς ὁ Μάρκος· » Ἡμεῖς ἠκούσαμεν αὐτοῦ λέγον »τος ὅτι Ἐγὼ καταλύσω τὸν ναὸν τοῦτον τὸν χειροποίητον καὶ διὰ τριῶν ἡμερῶν ἄλλον ἀχειροποίητον οἰκοδομήσω«, ὅτε καὶ ὁ ἀρχιερεὺς ἀναστὰς εἶπεν αὐτῷ »Οὐδὲν ἀποκρίνῃ; τί οὗτοί σου καταμαρτυροῦσιν; ὁ δὲ Ἰησοῦς ἐσιώπα«· ἢ ὡς ὁ † Λουκᾶς φησί· Καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἰς μέσον ἐπηρώτησεν τὸν Ἰησοῦν »λέγων· Οὐκ ἀποκρίνῃ οὐδέν; τί οὑτοί σου καταμαρτυροῦσιν ; ὁ δὲ ἐσιώπα καὶ οὐκ ἀπεκρίνατο οὐδέν«.

νομίζω δ' ἀναγκαίως καὶ ταῦτα παρατεθεῖσθαι τὴν ἀναφορὰν ἔχοντα ἐπὶ τὸ ἐν χερσὶν ῥητόν.

II, 20 Εἶπαν οὖν οἱ Ἰουδαῖοι· Τεσσεράγοντα καὶ ἕξ ἔτεσιν ᾠκοδομήθη ὁ ναὸς οὗτος, καὶ σὺ ἐν τρισὶν ἡμέραις ἐγερεῖς αὐτόν;

Πῶς τεσσεράκοντα καὶ ἕξ ἔτεσιν ᾠκοδομῆσθαί φασι τὸν ναὸν οἱ Ἰουδαῖοι λέγειν οὐκ ἔχομεν, εἰ τῇ ἱστορίᾳ κατακολουθήσομεν.

γέγραπται γὰρ ἐν τῇ τρίτῃ τῶν Βασιλειῶν ὡς ὡς »Ἡτοίμασαν »τοὺς λίθους καὶ τὰ ξύλα τρισὶν ἔτεσιν«· »ἐν δὲ τῷ τετάρτῳ ἔτει, μηνὶ δευτέρῳ, βασιλεύοντος τοῦ βασιλέως Σαλομῶντος ἐπὶ Ἰσραήλ, »ἐνετείλατο ὁ βασιλεὺς καὶ αἴρουσιν λίθους μεγάλους τιμίους εἰς τὸν θεμέλιον τοῦ οἴκου καὶ λίθους ἀπελεκήτους. καὶ ἐπελέκησαν οἱ υἱοὶ »Σαλομῶντος καὶ οἱ υἱοὶ Χειρὰμ καὶ ἔβαλον αὐτοὺς ἐν τῷ τετάρτῳ »ἔτει, καὶ ἐθεμελίωσαν τὸν οἶκον κυρίου ἐν μηνὶ Νεισὰν καὶ τῷ δευ »τέρῳ μηνί· ἑνδεκάτῳ ἐνιαυτῷ, μηνὶ Βαάλ, ὃς ἦν μὴν ὄγδοος, συνε »τελέσθη ὁ οἶκος εἰς πάντα λόγον αὐτοῦ καὶ εἰς πᾶσαν διάταξιν αὐτοῦ‘.

ἴνα οὖν καὶ τὴν ἑτοιμασίαν συγκατατάξωμεν τῷ χρόνῳ τῆς οἰκοδομῆς, ἕνδεκα ἔτη τὰ πάντα οὐ συμπληροῦται εἰς τὴν οἰκοδομὴν τοῦ ναοῦ.

πῶς οὖν οἱ Ἰουδαῖοι λέγουσιν· »τεσσεράκοντα καὶ ἓξ ἔτεσίν [*](2 Joh. 2, 10, — 3 Vgl. Joh. 2, 21. — 5 Matth. 26, 61. — 7 Mark. 14, 58. — 10 Matth. 26, 62. — 12 Mark. 14, 60. — 21 I ön. 5, 17; 6, 1 –5. 32 Vgl. Joh. 2, 20.) [*](6 αὐτὸν] ächtig, vgl. u. XXVIII, 14; C. Geis, prooem. 1 1 1, 51, 18 K.) vgl. C. Geis. II, 10 (I, 137, 21 K.) (u. ℵ 1. 69. Arm. Aeth.) Ι 9 ἀναχειροποίητων Ι x003E; + V | 11 Λευκᾶς wohl Irrtum des Autors, vgl. S. 134, 24. 138, 32. Ι 19 ὠκοδομῆσαι, corr. Β 20 λέγονται, corr. Hu Ι κατακολουθήσωμεν, corr. We Ι 23 σολομῶντος Ι 26 σαλωμῶντος Ι 28 ἐνιαυτῷ] ἐν ἑαυτῶ, corr. V ἐνιαυ a. Ras.).)

214
»ᾠκοδομήθη ὁ ναὸς οὗτος;« εἰ μὴ ὄρα τις βιασάμενος φιλοτιμήσεται παραστῆσαι τὸν τεσσεράκοντα καὶ ἕξ ἐτῶν πληρουμένων χρόνον, ἀφ οὑ ὁ Δαβίδ φησι πρὸς Νάθαν τὸν προφήτην βουλευσάμενος περὶ τῆς οἰκοδομῆς τοῦ ναοῦ· »Ἰδού, ἐγὼ κατοικῶ ἐν οἴκῳ κεδρίνῳ, καὶ ἡ »κιβωτὸς τοῦ θεοῦ κάθηται ἐν μέσῳ τῆς σκηνῆς«. εἰ γὰρ καὶ κεκώλυται, ὡς ἀνὴρ αἱμάτων, οἰκοδομῆσαι αὐτόν, ἔοικέν γε ἠσχολῆσθαι περὶ τὴν συναγωγὴν τῆς ὕλης τοῦ ναοῦ.

φησὶ γοῦν ἐν τῇ πρώτῃ τῶν ΠαραλειΠομένων Δαβὶδ ὁ βασιλεὺς πάσῃ τῇ ἐκκλησίᾳ· »Σολομῶν ὁ υἱός μου, εἰς ὃν ᾑρέτικεν αὐτὸν κύριος, νέος καὶ ἁπαλός, καὶ τὸ »ἔργον μέγα, ὅτι οὐκ ἀνθρώπῳ οἰκοδομὴ ἀλλὰ κυρίῳ θεῷ. κατὰ πᾶσαν τὴν δύναμιν ἡτοίμακά εἰς οἶκον θεοῦ μου χρυσίον, ἀργύριον, χαλκὸν καὶ σίδηρον, ξύλα, λίθους Σοὸμ καὶ πληρώσεως, καὶ λίθους πολυτελείας καὶ ποικίλους, καὶ πάντα λίθον τίμιον, καὶ Πάριον πολύ. »ἔτι ἐν τῷ εὐδοκῆσαί με ἐν οἴκῳ θεοῦ μου, ἔστιν μοι ὃ περιπεποίη »μαι χρυσίον καὶ ἀργύριον, καὶ ἰδοὺ δέδωκα εἰς οἶκον κυρίου μου εἰς ὕψος, ἐκτὸς ὧν ἡτοίμασα εἰς τὸν οἶκον τῶν ἁγίων, τρισχίλια τά λαντα χρυσίου τοῦ ἐκ Σουφεὶρ καὶ ἑπτακισχίλια τάλαντα ἀργυρίου »δοκίμου, ἐπαλειφθέντα ἐν αὐτοῖς τοὺς οἴκους τοῦ θεοῦ διὰ χειρὸς τεχνιτῶν«.

ἐβασίλευσεν γὰρ ὁ Δαβὶδ ἑπτὰ ἔτη ἐν Χεβρῶν καὶ λγ΄ ἐν Ἱερουσαλήμ. ἐὰν οὖν τις δυνηθῇ ἀποδεῖξαι τὴν ἀρχὴν τῆς περὶ τοῦ ναοῦ κατασκευῆς γεγονέναι συνάγοντος αὐτοῦ τὴν ἐπιτήδειον ὕλην ἀπὸ τοῦ ε΄ τῆς βασιλείας αὐτοῦ χρόνου, δυνήσεται βιασάμενος Περὶ τῶν μέ ἐτῶν εἰπεῖν.. ἄλλος δέ τις ἐρεῖ τὸν δεικνύμενον μὴ τὸν ὑπὸ Σολομῶντος ᾠκοδομημένον εἶναι, ἐκεῖνον γάρ) κατεστράφθαι κατὰ τοὺς τῆς αἰχμαλωσίας χρόνους, ἀλλὰ τὸν ἐπὶ Ἔσδρᾳ οὐκοδομηθέντα, περὶ οὗ οὐκ ἔχομεν τρανῶς τὸν τῶν τεσσεράκοντα καὶ ἕξ ἐτῶν ἀποδεῖξαι ἀληθευόμενον λόγον.

ἔοικεν δὲ καὶ κατὰ τὰ Μακκαβαϊκὰ Πολλή τις ἀκαταστασία γεγονέναι περὶ τὸν λαὸν καὶ τὸν ναόν. καὶ οὐκ οἶδα εἰ τότε ἀνῳκοδομήθη τοσούτοις ἔτεσιν ὁ ναός.