Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

καὶ εἰσελθὼν εἰς τὸ ἱερὸν »ἤρξατο ἐκβαλεῖν τοὺς πωλοῦντας καὶ ἀγοράζοντας ἐν τῷ ἱερῷ, καὶ »τὰς τραπέζας τῶν κολλυβιστῶν ἀνέστρεψεν καὶ τὰς καθέδρας τῶν »πωλούντων τὰς περιστεράς, καὶ οὐκ ἤφιεν ἕνα τις διενέγκῃ σκεῦος »διὰ τοῦ ἱεροῦ· καὶ ἐδίδασκε καὶ ελεγεν αὐτοῖς· Οὐ γέγραπται ὅτι Ὁ »οἶκός μου οἶκος προσευχῆς κληθήσεται πᾶσιν τοῖς ἔθνεσιν;

ὑμεῖς δὲ »πεποιήκατε αὐτὸν σπήλαιον λῃστῶν( ὁ δὲ Λουκᾶς· Καὶ ὡς ἤγγι »σεν, ἰδὼν τὴν πόλιν ἔκλαυσεν ἐπ' αὐτήν, λέγων ὅτι Εἰ ἔγνως ἐν τῇ » ἡμέρᾳ ταύτῃ καὶ σὺ τὰ πρὸς εἰρήνην· νῦν δὲ ἐκρύβη ἀπὸ ὀφθαλ [*](18 Matth. 21, 10-13. — 26 Mark. 11, 15-17. — 32 Luk. 19, 41—46). [*](7 πάντας nach ἐξέβαλεν ist wohl nur durch Versehen des Copisten ausgefallen I 32 σπήλαιον] a. Ras. v. 2 Buchst, geschrieben | 33 αὐτῇ V nach c.)

192
»μῶν σου. ὅτι ἤξουσιν ἡμέραι ἐπὶ σὲ καὶ περικυκλώσουσιν καὶ σε πάντοθεν, καὶ ἐδαφιοῦσί σε καὶ τὰ τέκνα σου, καὶ οὐκ ἀφή- »σουσι λίθον ἐπὶ λίθον ἐν σοί, ἀνθ’ ὡν οὐκ ἔγνως τὸν καιρὸν τῆς »ἐπισκοπῆς σου. καὶ εἰσελθὼν εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺς »πωλοῦντας λέγων αὐτοῖς· Γέγραπται· Καὶ ἔσται ὁ οἰκος μου οἶκος προσευχῆς, ὑμεῖς δὲ ἐποιήσατε αὐτὸν σπήλαιον λῃστῶν«.

Ἔτι δὲ καὶ τοῦτο παρατηρητέον ὅτι τοῖς εἰρημένοις παρὰ τοῖς τρισὶν ἐπὶ τῇ εἰς Ἱεροσόλυμα ἀνόδῳ τοῦ κυρίου, καθ' ἥν ταῦτα πεποίηκεν ἐν τῷ ἱερῷ, τὰ παραπλήσια ἀνέγραψεν ὁ Ἰωάννης μετὰ πολλὰ γεγονέναι τὰ ἑτέραν αὐτοῦ παρὰ <ταύ>την ἐπιδημίαν τοῖς Ἱεροσολύμοις.

οὕτω δὲ κατανοητέον τὰ εἰρημένα, κοὶ πρῶτόν γε τὰ Ματθαίῳ λεγόμενα· »Καὶ ὅτε ἤγγισαν εἰς Ἱεροσόλυμα καὶ ἠλθεν εἰς » Βηθσφαγῆ πρὸς τὸ ὅρος τῶν ἐλαιῶν, τότε Ἰησοῦς ἀπέστειλεν δύο μαθητάς, λέγων αὐτοῖς· Πορεύεσθε εἰς τὴν κόμην τὴν κατέναντι »ὑμῶν, καὶ εὐθέως εὑρήσετε ὄνον δεδεμένην καὶ πῶλον μετ' αὐτῆς· »λύσαντες ἀγάγετέ μοι. καὶ ἐάν τις ὑμῖν εἴπῃ· Τί † ποιεῖτε; ἐρεῖτε ὅτι Ὁ »κύριος αὐτῶν χρείαν ἔχει· εὐθὺς δὲ ἀποστέλλει αὐτούς. τοῦτο δὲ »γέγονεν ἕνα πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου λέγοντος· Εἴπατε »τῇ θυγατρὶ Σιών· Ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταιδ πραΰς καὶ ἐπιβεβηκὼς »ἐπὶ ὄνον καὶ πῶλον ὑποζυγίου. πορευθέντες δὲ οἱ μαθηταὶ καὶ ποιήσαντες καθὼς προσέταξεν αὐτοῖς ὁ Ἰησοῦς, ἤγαγον τὴν ὄνον καὶ τὸν πῶλον καὶ ἐπέθηκαν ἐπ' αὐτῶν τὰ ἱμάτια αὐτῶν, καὶ ἐπεκάθισεν ἐπάνω αὐτῶν. ὁ δὲ πλεῖστος ὄχλος ἔστρωσαν ἑαυτῶν τὰ ἱμάτια ἐν τῇ »ὁδῷ. * * * οἱ δὲ ὄχλοι οἱ προάγοντες αὐτὸν καὶ ἀκολουθοῦντες ἔχρα- »ξαν· Ὡσαννὰ τῷ υἱῷ Δαβίδ, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυ- »ρίου· Ὡσαννὰ έν τοῖς ὐψίστοις«.

ἑξῆς δὲδ τούτων έστίν· »Καὶ εἰσελ- »θόντος αὐτοῦ εἰς Ἱεροσόλυμα ἐσείσθη πᾶσα ἡ πόλις«· ἅτινα παρεθέμεθα ἐν τοῖς πρὸ τούτων.

δεύτερα δὲ τὰ Μάρκου· Καὶ ὅτε ἐγγί »ζουσιν εἰς Ἱεροσόλυμα εἰς Βηθφαγῆ καὶ Βηθανίαν πρὸς τὸ ὄρος τῶν »ἐλαιῶν, ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ καὶ λέγει αὐτοῖς Ὑπά »γετε εἰς τὴν κώμην τὴν κατέναντι ὑμῶν, καὶ εὐθὺς εἰσπορευόμενοι [*](12 Matfch. 21, –9. — 18 Sach. 9, 9. Jes. 62, 11. — 26 Matth. 21, 10. - 28 Vgl. S. 191, I8ff. — Mark. 11, 12.) [*](1 nach καὶ ist περιβαλοῦσιν ἱ ἐχθροί σου χάρακά σοι καὶ ausgefallen | 2 ἐκδαφιοῦσι | 9 κατὰ] μετὰ, corr. Pr | 10 ταύτην] τὴν, corr. Br | 13 βηθσφαγῆ mit βℵ*Χ69ΚUM2Γ | 16 ποιεῖτε ist kaum LA des Orig. vgl. u. c. XXVIl. (S. 200, 10) in Mt. XVJ, 16 (IV, 48, 22 Lo) | 20 υἱὸν ὑποζυγίου V mit ℵCD2N rell. u. S. 198, 29 (aus Sach.) und 199, 35; die LA ὑποζυγίου (ohne υἱόν) auch LZ al. | 21 τὸν, corr. V | 22 αὐτῶν1] αὐτὸν V mit D u. Vulgatahss. | 24 nach ὁδῷ ist durch Homoioteleuton ausgefallen ἄλλοι δὲ ἔκοπτον κλάδους ἀπὸ τῶν δένδρων καὶ ἔστρωσαν ἐν τῇ ὁδῷ | οἱ vor ἀκολουθοῦντες fehlt mit Δ | ἔκραξαν] ἔκραζον V; vgl. in Mt. XVI, 19 (IV 56, 26 Lo).)

193
»εἰς αὐτὴν εὑρήσετε πῶλον δεδεμένον, ἐφ' ὃν ὐδεὶς οὔπω ἀνθρώπων ἐκά »θισδεν· λύσατε αὐτὸν καὶ φέρετε. καὶ ἐάν τις ὑμῖν εἴπῃ· Τί ποιεῖτε τοῦτο; εἴπατε ὅτι Ὁ κύριος αὐτοῦ χρείαν ἔχει· καὶ εὐθὺς αὐτὸν ἀπο- »στέλλει ὧδε. καὶ ἀπῆλθον καὶ εὑρον πῶλον δεδεμένον πρὸς θύραν ἔξω ἐπὶ τοῦ ἀμφόδου, καὶ λύουσιν αὐτόν. καί τινες τῶν ἐκεῖ ἐστῶ- »των ἔλεγον αὐτοῖς’ Τί ποιεῖτε λύοντες τὸν πῶλον; οἱ οἱ εἶπαν αὐ »τοῖς καθὼς εἶπεν Ἰησοῦς· καὶ ἀφῆκαν αὐτούς. καὶ φέρουσι τὸν πῶλον πρὸς τὸν Ἰησοῦν, καὶ ἐπιβάλλουσιν αὐτῷ τὰ ἱμάτια αὐτῶν. » ἄλλοι δὲ στιβάδας κόψαντες ἐκ τῶν ἀγρῶν ἔστρωσαν εἰς τὴν ὀδόν. καὶ οἱ προάγοντες καὶ οἱ ἀκολουθοῦντες ἔκραζον· Ὡσαννá· εὐλογη »μένος ὁ ἐρχόμενος ἐν όνόματι κυρίου· εὐλογημένη ἡ ἐρχομένη ἡ] βα- »σιλεία τοῦ πατρὸς ἡμῶν Δαβίδ· ὡσαννὰ ἐν τοῖς ὑφίστοις. »εἰσῆλθεν εἰς Ἱεροσόλυμα εἰς τὸ ἱερόν· καὶ περιβλεψάμενος πάντα »ὀψὲ ἤδη οὔσης τῆς ὥρας ἐξῆλθεν εἰς Βηθανίαν μετὰ τῶν δώδεκα. καὶ τῇ ἐπαύριον ἐξελθόντων αὐτῶν ἀπὸ Βηθανίας ἐπείνασεν‘. εἶτα μετὰ τὴν τῆς ξηραινομένης συκῆς οἰκονομίαν »Ἔρχονται εἰς Ἱεροσό »λυμα. καὶ εἰσελθὼν εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας« καὶ τὰ ἑξῆς * * τῷ Λουκᾶ τοῦτον τὸν τρόπον·

» Καὶ ἐγένετο ὡς ἤγγισεν »εἰς Βηθφαγῆ καὶ Βηθανίαν πρὸς τὸ ὄρος τὸ καλούμενον Ἐλαιών, »ἀπέστειλεν δύο τῶν μαθητῶν λέγων· Ὑπάγετε εἰς τὴν κατέναντι »κώμην, ἐν ᾗ εἰσπορευόμενοι εὑρήσετε πῶλον δεδεμένον, ἐφ' ὃν οὐδεὶς πώποτε ἀνθρώπων ἐκάθισεν, λύσαντες αὐτὸν ἀγάγετε. καὶ ἐάν τις »ὑμᾶς ἐρωτᾷ· Διὰ τί λύετε; οὕτως ἐρεῖτε ὅτι Ὁ κύριος αὐτοῦ χρείαν »ἔχει. ἀπιόντες δὲ οἱ μαθηταὶ εὗρον ὡς εἶπεν αὐτοῖς. λυόντων δὲ αὐτῶν τὸν πῶλον εἶπαν οἱ κύριοι αὐτοῦ πρὸς αὐτούς· Τί λύετε τὸν πῶλον; οἱ δὲ εἶπαν ὅτι Ὁ κύριος αὐτοῦ χρείαν ἔχει. καὶ ἤγαγον »αὐτὸν πρὸς τὸν Ἰησοῦν, καὶ ἐπιρίψαντες αὐτῶν τὰ ἱμάτια ἐπὶ τὸν »πῶλον ἐπεβίβασαν τὸν Ἰησοῦν· πορευομένου δὲ αὐτοῦ ὑπεστρών »νυον τὰ ἱμάτια αὐτῶν ἐν τῇ ὁδῷ. ἐγγίζοντος δὲ αὐτοῦ ἤδη πρὸς »τῇ καταβάσει τοῦ ὄρους τῶν ἐλαιῶν ἤρξατο ἀπαντᾶν πλῆθος τῶν »μαθητῶν χαίροντες καὶ αἰνοῦντες τὸν θεὸν φωνῇ μεγάλῃ περὶ πα- »σῶν ὡνδ εἶδον δυνάμεως, λέγοντες· Εὐλογημένος ὁ βασιλεὺς ἐν ὀνό »ματι κυρίου· ἐν οὐρανῷ εἰρήνη καὶ δόξα ἐν ὑψίστοις. καί τινες τῶν Φαρισαίων ἀπὸ τοῦ ὄχλου εἶπαν πρὸς αὐτόν· Διδάσκαλε, ἐπιτί »μησον τοῖς μαθηταῖς σου. καὶ ἀποκριθεὶς εἶπεν· Λέγω ὑμῖν ὅτι ἐὰν »οὑτοι σιωπήσωσιν, οἱ λίθοι κεκράξονται. καὶ ὡς ἤγγισεν, ἰδὼν τὴν πόλιν ἔκλαυσεν ἐπ' αὐτήν‘ καὶ τὰ ἑξῆς, ἅπερ παρεθέμεθα.

[*](16 Mark. 11, 15. — 18 Luk. 19, –41. — 37 Vgl. S. 191, 32ff.)[*](2 ποιεῖτε] λύετε in Mt. XVI, 16 (IV, 48, 19) mit D. 69. Arm. a. b. f. ff. i. | 18 Zu erg. etwa 〈ἅτινα παρεθέμεθα. παρὰ δὲ〉 | 24 εὖρον] εὑρόντες, corr. Ausgg., V καὶ εὑρόντες | 30 ἀπαντᾶν] ἅπαν τὸ Τ.)
194

μέντοι γε Ἰωάννης μετὰ πλεῖστα ὅσα τοῦ »Kαὶ ἀνέβη »εἰς Ἱεροσόλυμα ὁ Ἰησοῦς, καὶ εὗρεν ἐν τῷ ἱερῷ τοὺς πωλοῦντας »[τοὺς] βόας καὶ πρόβατα» ἑτέραν διηγούμενος ἄνοδον τοῦ κυρίου εἰς Ἱεροσόλυμα, ταῦτά φησι μετὰ τὸ πρὸ ἕξ ἡμερῶν τοῦ πάσχα ἐν Βηθανίᾳ δεῖπνον, έν ᾧ ἡ Μάρθα διηκόνει καὶ ὁ Λάςαρος ἀνέκειτο· »Τῇ ἐπαύριον ὄχλος πολὺς ὁ ἐλθὼν εἰς τὴν ἑορτήν, ἀκούσαντες ὅτι »ἔρχεται Ἰησοῦς εἰς Ἱεροσόλυμα, ἔλαβον τὰ βαία τῶν φοινίκων καὶ »ἐξῆλθον εἰς ἀπάντησιν αὐτῷ, καὶ ἔκραζον· Ὡσαννά· εὐλογημένος έν »ὀνόματι κυρίου ὁ βασιλεὺς τοῦ Ἰσραήλ. εὑρὼν δὲ ὁ Ἰησοῦς όνάριον »ἐκάθισεν ἐπ' αὐτό, καθώς ἐστι γεγραμμένον· Μὴ φοβοῦ, θυγάτηρ »Σιών· ἰδου ὁ βασιλεύς σου ἔρχεται καθήμενος ἐπὶ πῶλον ὄνου«.

Ταῦτα δὲ νομίςω , εἰ καὶ ἐπιπλεῖον τῆς λεξεως παρείμην τῶν εὐαγγελιστῶν, ἀναγκαίως πεποιηκέναι ὑπὲρ τοῦ παραστῆσαι τὴν κατὰ τὸ ῥητὸν διαφωνίαν· τῶν μὲν τριῶν ἐν μιᾷ τῇ ἀυτῇ εἰς Ἱεροσόλυμα ἐπιδημίᾳ τοῦ κυρίου λεγόντων τὰ νομιζόμενα παρὰ τοῖς πολλοῖς τὰ αὐτὰ εἶναι καὶ τῷ Ἰωάννῃ γεγραμμένα· τοῦ δὲ Ἰωάννου ἐν δυσὶν ὑπὸ πολλῶν πράξεων διϊσταμέναις μεταξὺ δηλουμένων καὶ εἰς διαφόρους τόπους ἐπιδημιῶν τοῦ κυρίου εἰς Ἱεροσόλυμα ἀνόδοις ἀπαγγέλλοντος γεγονέναι τὰ ἐκκείμενα.

ἐγὼ μὲν οὖν ὑπολαμβάνω ἀδύνατον εἶναι τοῖς μηδὲν πέρα τῆς ἱστορίας ἐν τούτοις ἐκδεχομένοις παραστῆσαι τὴν δοκοῦσαν διαφωνίαν σύμφωνον ὑπάρχειν. εἰ δὲ τις οἴεται μὴ ὑγιῶς ἡμᾶς ἐπειληφέναι, συνετῶς ἀντιγραψάτω τῇ τοιαύτῃ ἡμῶν ἀποφάσει.

ΧΧΙΙΙ. Τὰ δὲ κινοῦντα ἡμᾶς εἰς τὴν περὶ τούτων συμφωνίαν, αἰτήσαντες τὸν διδόντα παντὶ τῷ αἰτοῦντι καὶ ὀξέως ζητεῖν ἀγωνιζομένῳ, κρούοντές τε ὑπὲρ τοῦ ἀνοιχθῆναι ἡμῖν ταῖς τῆς γνώσεως κλειοὶν τὰ κεκρυμμένα τῆς γραφῆς, τὸν αὐτὸν κατὰ τὴν διδομένην ἡμῖν δύναμιν ἐκθησόμεθα τρόπον. καὶ πρῶτόν γε ἴδωμεν τὴν τοῦ Ἰωάννου λέξιν ἀρχομένην ἀπὸ τοῦ »Καὶ ἀνέβη εἰς Ἱεροσόλυμα ὁ »Ἰησοῦς«. Ἱεροσόλυνα τοίνυν ἐστίν, ὡς αὐτὸς ἐν τῷ κατὰ Ματθαῖον διδάσκει ὁ κύριος, »τοῦ μεγάλου βασιλέως πόλις«, οὐκ έν κοιλάδι ἢ κάτω που κειμένη, ἀλλ’ ἐν ὑψηλῷ ὄρει ᾠκοδομημένη, καὶ » Ὄρη κύκλῳ »αὐτῆς«, «ἧς ἡ μετοχὴ αὐτῆς ἐπὶ τὸ αὐτό«· καὶ »Ἐκεῖ ἀνέβησαν αἰ [*](1 Joh. 2, 13f. — 5 Vgl. Joh. 12, If. — 6 Job. 12, —15. — 25 Vgl. Matth. 7, 7 f. — 29 Joh. 2, 13. — 31 Matth. 5, 35 (vgl. Ps. 47, 3). — 32 Matth. 5, 14. — Ps. 124, 2. — 33 Ps. 121, 3f.) [*](3 τοὺς ist nach S. 191, 6; 195, 29 u. Τ Ζ. str. | 5 ἐννω | 8 Die LA ohne ὁ ερχόμενος nach εὐλογημένος ist singular, erklärt aber das in DK XII al. Sah. (vgl. ΑΓΔΛ al.) fehlende καὶ vor ὁ βασιλεύς | 13 καταστῆσαι, corr. We Ι 17 προάξειν, corr. We | 27 τὸν αὐτὸν] ταὐτόν, corr. V.)

195
φυλαὶ κυρίου, μαρτύριον τῷ Ἰσραήλ«.

καλεῖται δὲ καὶ ἡ πόλις αὕτη καὶ] Ἱερουσαλήμ, εἰς ἣν οὐδεὶς τῶν ἐπὶ γῆς ἀναβαίνει οὐδὲ εἰσέρχται· καὶ πᾶσά γε ἡ φυσικὸν ἔχουσα δίαρμα ψυχὴ καὶ ὀξύτητα νοητῶν διορατικὴν ταύτης τῆς πόλεως πολῖτις ὑπάρχει. καὶ δυνατὸν ἐν ἁμαρτίᾳ εἶναι καὶ τὸν Ἱεροσολυμίτην· δυνατὸν γὰρ καὶ τοὺς εὐφυεστάτους ἁμαρτάνειν, εἰ μὴ ἐπιστρέψαιεν μετὰ τὴν ἁμαρτίαν τάχιον ἀπολοῦντας τὴν εὐφυίαν , καὶ μίαν τῶν ἀλλοτρίων τῆς Ἰουδαίας πόλεων οὐ μόνον παροικήσοντας ἀλλὰ καὶ ἐγγραφησομένους.

ἀναβαίνει <οὖν> εἰς Ἱεροσόλυμα Ἰησοῦς μετὰ τὸ βοηθῆσαι τοῖς ἐν Κανᾷ τῆς Γαλιλαίας καὶ εἰς εἰς τὴν Καφαρναοὺμ καταβεβηκέναι, ἵνα ποιήσῃ ἐν τοῖς Ἱεροσολύμοις τὰ γεγραμμένα. εὗρεν γοῦν ἐν τῷ ἱερῷ, ὅπερ καὶ οἶκος τοῦ πατρὸς εἶναι λέrεται τοῦ σωτῆρος τουτέστιν ἐν τῇ ἐκκλησίᾳ ἢ ἐν τῇ ἀπαγrελίᾳ τοῦ ἐκκλησιαστικοῦ καὶ ὑγιαίνοντος λόγου τινὰς τὸν οἶκον τοῦ πατρὸς ἐμπορίου ποιοῦντας οἶκον.

καὶ ἀεί τινας εὑρίσκει ὁ Ἰησοῦς ἐν τῷ ἱερῷ. πότε γὰρ ἐν τῇ ὀνομαζομένῃ ἐκκλησίᾳ, ἥτις ἐστὶν οἶκος »θεοῦ ζῶντος, στῦλος καὶ ἑδραίωμα »τῆς ἀληθείας«, οὐκ εἰσίν τινες κερματισταὶ καθήμενοι, δεόμενοι πληγῶν ἐκ τοῦ ὑπὸ Ἰησοῦ πεποιημένου φραγελλίου ἐκ σχοινίων, καὶ χρῄζοντες κολλυβισταὶ τοῦ ἐκχεῖται αὐτῶν τὰ κέρματα ἀνατρέπεσθαί Ι τε αὐτῶν τὰς τραπέζας;

πότε δὲ οὐκ εἰσὶν οἱ ἀποδιδόμενοι ἐμπορικῶς οὓς ἐχρῆν τηρεῖν ἐπ' ἄροτρον βοῦς, ἵνα βαλόντες ἐπ' αὐτὸ τὰς χεῖρας καὶ μὴ στρεφόμενοι εἰς τά ὀπίσω γένωνται τῇ τοῦ θεοῦ βασιλείᾳ αὔθετοι; πότε δὲ οὐκ εἰσὶν οἱ προτιμῶντες τὸν τῆς ἀδικίας μαμωνᾶν τῶν τὴν ὕλην τοῦ κοσμεῖσθαι αὐτοῖς παρεχόντων προβάτων;

ἀεὶ δὲ πολλοί εἰσιν καὶ οἱ τοῦ ἀδόλου καὶ ἀκεραίου ἐστερημένου τε πάσης πικρότητος καὶ χολῆς καταφρονοῦντες καὶ ταλαιπώρου κέρδους ἕνεκεν προδιδόντες τὴν τῶν τροπικώτερον λεγομένων περιστερῶν ἐπιμέλειαν.

ἐπὰν οὖν εὕρῃ ὁ σωτὴρ ἐν τῷ ἱερῷ, οἴκῳ τοῦ πατρός, τοὺς πωλοῦντας βόας καὶ πρόβατα καὶ περιστεράς, καὶ τοὺς κερματιστὰς καθημένους, ἐξελαύνει αὐτοὺς χρησάμενος τῷ ἐκ σχοινίων ὑπ' αὐτοῦ πεποιημένῳ φραγελλίῳ , ἅμα τοῖς ἐμπορικοῖς προβάτοις καὶ βουσὶν αὐ [*](3 Vgl. Diog. L. IX, 5. — 4 Vgl. hom. in Jer. IX, 2 (60, 21 KL): ὅρασις τῆς εἰρήνης. — 9 Vgl. Joh. 2, 1ff. — 10 Vgl. Job. 2, 12. — 11 Vgl. Joh. 2, 14. — 12 Vgl. hom. in Jer. IX, 2. Sel. in Ps. 45. 5. — 14 Vgl. Joh. 2, 16. — 16 I Tim. 3, 15. — 18 Vgl. Joh. 2, 15. — 21 Vgl. Luk. 9, 62. — 23 Vgl. Luk. 16, 9. 2 καὶ wohl aus dem vorhergehenden η emtstamden'; nach Ἱερουσαλήμ scheint etwas ausgefallen zu sein, was den Namen erläuterte Ι 4 πολῖτις] πολείτις, corr. V Ι 7 ἀπολλόντας, corr. We Ι 9 <οὖν> + V Ι 13 ἐπαγγελία, corr. Pr Ι 18 ὑπὸ, corr. Pr vgl. Ζ. 30 Ι 24 τῶν] τοῦ, corr. Del Ι 25 τε] γε, corr. Pr Ι 27 τροπικωτέρων, corr. V I 28 πωλοῦντας τὰς, corr. V Ι 29 καὶ τὰ πρόβατα, corr. V, den Artikel zog das fehlerhafte τὰς nach.)

196
τῶν, καὶ ἐκχεῖ ὡς μὴ ἄξια τοῦ συνέχεσθαι τὰ κέρματα, δεικνὺς αὐτῶν τὸ ἄχρηστν· ἀνατρέπει τε τὰς ἐν ταῖς ψυχαῖς τῶν φιλαργύρων τραπέζας, λέγων καὶ τοῖς τὰς περιστερὰς πωλοῦσιν· »Ἄατε ταῦτά »ἐντεῦθεν«, ἵνα μηκέτι ἐν τῷ ἱερῷ τοῦ θεοῦ ἐμπορεύωνται.

Οἶμαι δὲ ἔτι καὶ σημεῖον πεποιηκέναι αὐτὸν διὰ τῶν εἰρημένων βαθύτερον, ὥστε σύμβολον ἡμᾶς νοεῖν γεγ ονέναι ταῦτα τοῦ μηκέτι μέλλειν τὴν περὶ τὸ ἱερὸν ἐκεῖνο λατρείαν ὑπὸ τῶν ἱερέων κατὰ τὰς αἰσθητὰς θυςίας ἐπιτελεῖσθαι, μηδὲ τὸν νόμον τηρεῖσθαι κἂν ὡς ἐβούλοντο οἱ σωματικοὶ Ἰουδαῖοι, δύνασθαι ἔτι.

ἅπαξ Ἰησοῦ γὰρ ἐκβάλλοντος τοὺς βόας καὶ τὰ πρόβατα καὶ κελεύοντος ἐκεῖθεν αἴρεσθαι τὰς περιστεράς, οὐδέτι δὴ βόες καὶ πρόβατα καὶ περιστεραὶ ἐπὶ πολὺ θύεσθαι κατὰ τὰ Ἰουδαίων ἔθη ἔμελλον.

καὶ εἰδὸς δὲ ἐστὶ τὰ νομίσματα τῶν σωματικῶν νομισμάτων καὶ μὴ τοῦ θεοῦ ἐχόντων τοὺς χαρακτῆρας τύπους τυγχάνοντα ἐκκεχύσθαι, ἐπεὶ ἡ σεμνὴ εἶναι δοκοῦσα κατὰ τὸ ἀποκτεῖνον γράμμα νομοθεςία Ἰησοῦ ἐληλυθότος καὶ ταῖς κατὰ τοῦ λαοῦ μάστιξιν χρησαμένου διαλύεσθαι καὶ ἐκχεῖσθαι ἔμελλεν, μεθισταμένης τῆς ἐπισκοπῆς ἐπὶ τοὺς ἀπὸ τῶν ἐθνῶν πιστεύοντας εἰς θεὸν διὰ Χριστοῦ [πιστεύοντας], καὶ αἰρομένης ἀπ’ ἐκείνων τῆς βασιλείας τοῦ θεοῦ, διδομένης τε [ἐν] ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς.