Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

πῶς ό ἂν παράκλητος καὶ ἱλασμὸς καὶ ἱλαστήριον χωρὶς δυν;αμεως θεοῦ ἐξαφανιζούσης ἡμῶν τὴν ἀσθένειαν γενέσθαι οἷός τε ἦν, ἐπιρρεούσης ταῖς τῶν πιστευόντων ψυχαῖς, ὑπὸ Ἰησοῦ διακονουμένης, ἡς πρῶτός ἐστιν, αὐτοδύναμις θεοῦ, δι ὅν εἴποι τις ἄν· »Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ Ἰησοπῦ«;

διότπερ Σίμωνα μὲν τὸν μάγον αὑτὸν ἀναγορεύοντα »δύναμιν θεοῦ »τὴν καλουμένην μεγάλην«, ἴσμεν ἄμα τῷ ἀργυρίῳ αὐτοῦ εἰς καὶ ἀπώλειαν κεχωρηκέναι· Χριστὸν δὲ ὁμολογοῦντες ἀληθῶς εἶναι »δύναμιν θεοῦ«, πάντα τὰ ὅπου ποτὲ δυναμούμενα μετέχειν αὐτοῦ. καθ’ ὅ »δύναμίς« ἐστι, πεπιστεύκαμεν.

Μὴ παρασιωπηθήτω δ’ ἡμῖν μηδὲ »θεοῦ σοφία« εὐλόγως τυγχάνων καὶ διὰ τοῦτο τοῦτ᾿ εἶναι λεγόμενος. οὐ γὰρ ἐν ψιλαῖς φαντασίαις τοῦ θεοῦ καὶ πατρὸς τῶν ὅλων τὴν ὑπόστασιν ἔχει ἡ σοφία αὐτοῦ κατὰ τὰ ἀνὰ λόγον τοῖς ἀνθρωπίνοις ἐννοήμασι φαντάσματα.

εἰ δέ τις οἷός τέ ἐστιν ἀσώματον ὑπόστασιν ποικίλων θεωρημάτων περιεχόντων τοὺς τῶν ὅλων λόγους ζῶσαν καὶ οἱονεὶ ἔμψυχον ἐπινοεῖν, εἴσεται τὴν ὑπὲρ πᾶσαν κτίσιν σοφίαν τοῦ θεοῦ καλῶς περὶ αὑτῆς λέγουσαν· »Ὁ θεὸς ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ »εἰς ἔργα αὐτοῦ.« δι’ ἣν κτίσιν δεδύνηται καὶ πᾶσα κτίσις οὐκ ἀνένδοχος οὖσα θείας σοφίας, καθ’ ἣν γεγένηται· Πάντα γὰρ κατὰ τὸν προφήτην Δαβίδ ἐν σοφίᾳ ἐποίησεν ὁ θεός.

ἀλλὰ πολλὰ μὲν μετοχῇ σοφίας γεγένηται, οὐκ ἀντιλαμβανόμενα αὐτῆς, ᾐ ἔκτισται, σφόδρα δὲ ὁλίγα οὐ μόνον τὴν περὶ αὑτῶν καταλαμβάνει σοφίαν ἀλλὰ καὶ περὶ πολλῶν ἑτέρων, Χριστοῦ τῆς πάσης τυγχάνοντος δοφίας.

ἕκαστος δὲ τῶν σοφῶν καθ᾿ ὅσον χωρεῖ σοφίας, τοσοῦτον μετέχει Χριστοῦ, καθ’ ὅ σοφία ἐστίν· ὥσπερ ἕκαστος τῶν δύναμιν ἐχόντων κρείττονα ὅσον εἴληχε τῆς δυνάμεως, τοσοῦτον Χριστοῦ, καθ᾿ ὅ δύναμίς ἐστι, κεκοινώνηκεν.

[*](1 Vgl. Ι Joh. 2, 2. — 3 Röm. 3, 25. — 4 Vgl. Exod. 25, 17—19. — 10 13. — 11 Vgl. Act. 8, 10. 20. — 14 Vgl. I Kor. 1, 24. — 16 Vgl. I Kor. 1, 24. — 23 Prov. 8, 22. — 25 Ps. 103, 24. — 33 Vgl. I Kor. 1, 24.)[*](2 ἱλασμὸς] μ a. Ras. Ι 4 εἰς τὰ] ς τ a. Ras. Ι 5 ἐτύγχανεν Μ* Ι χρυσοῦν] ν klein angehängt Ι 8 ἐπιρρεούσης] πιρρ α. Ras., ρ1 ägl. eingeflickt Ι 11 a3 a. Ras. Ι nach ἀναγορεύοντα + 10 με χωݲ bis 11 ἀναγορεύοντα, sind die Worte über- u. unterpunktiert, Μ Ι 17 ἐν ψιλαῖς] ἐν nachträgl. aus εὐ nach ψ Ras. Ι 19 ἀνάλογον. corr. We Ι 23 αὑτῆς] αὐτῆς Μ Ι 28 αὑτῶν] αὐτῶν Μ.)
44

Τὸ παραπλήσιον δὲ καὶ περὶ ὁγιασμοῦ καὶ ἀπολυτρώσεως νοητέον· αὐτὸ μὲν γὰρ ἁγιασμός, ὅθεν οἱ ἅγιοι ἁγιάζονται, ἡμῖν ὁ Ἰησοῦς γεγένηται καὶ ἀπολύτρωσις· ἕκαστος δὲ ἡμῶν ἐκείνῳ τῷ ἁγιασμῷ ἁγιάζεται καὶ κατ᾿ ἐκείνην τὴν ἀπολύτρωσιν ἀπολυτροῦται.

ἐπίστησον δὲ εἰ μὴ μάτην τὸ »ἡμῖν« παρὰ τῷ ἀποστόλῳ προσκαλεῖται λέγοντι· »Ὅς ἐγενήθη σοφία ἡμῖν ἀπὸ θεοῦ, δικαιοσύνη τε καὶ »ἀγιασμὸς καὶ ἀπολύτρωσις«· καὶ εἰ μὴ έν ἄλλοις περὶ τοῦ χριστοῦ, καθ’ ὅ »σοφία« ἐστίν, ἀπολελυμένως ἐλέγετο καὶ καθ᾿ ὅ »δύναμις«, ὅτι »Χριστὸς θεοῦ δύναμίς ἐστι καὶ θεοῦ σοφίας, κἄν ὑπενοήσαμεν μὴ καθάπαξ αὐτὸν εἶναι »σοφίαν« μηδὲ »δύναμιν θεοῦ«, ἀλλὰ »ἡμῖν«· νῦν δὲ ἐπὶ μὲν τῆς »σοφίας« καὶ »δυνάμεως« πρὸς τῷ »ἡμῖν« καὶ τὸ ἀπόλυτον ἀναγέγραπται, ἐπὶ δὲ τοῦ »ἁγιασμοῦ« καὶ τῆς »ἀπολυτρώ- »σεως« ἡ αὐτὴ ἀπόφασις οὐκ εἴρηται.

διόπερ ὅρα, ἔπεὶ »ὁ ἁγιάζων »καὶ οἱ ἁγιαόμενοι ἐξ ἑνὸς πάντες«, εἰ αὐτοῦ τοῦ ἡμετέρου ἁγιασμοῦ »ἁγιασμός« ἐστιν ὁ πατήρ, ὥσπερ Χριστοῦ ὄντος ἡμετέρας κεφαλῆς ὁ πατὴρ αὐτοῦ ἐστι κεφαλή.

ἀπολύτρωσις δὲ ἡμῶν ὁ χριστὸς τῶν διὰ τὸ ᾐχμαλωτεῦσθαι ἀπολυτρώσεως δεδεημένων· αὐτοῦ δὲ τὴν ἀπολύτρωσιν οὐ ζητῶ τοῦ πεπειραμένου κατὰ πάντα καθ᾿ ὁμοιότητα »χωρὶς ἁμαρτίας« καὶ μηδέποτε ὑπὸ τῶν ἐχθρῶν εἰς αἰχμαλωσίαν κεκρατημένου.

ἅπαξ δὲ διασταλέντων τοῦ ημῖν καὶ τοῦ ἁπλῶς, ἡμῖν μὲν καὶ οὐχ ἁπλῶς τοῦ »ἁγιασμοῦ« καὶ τῆς »ἀπολυτρώσεως«, καὶ ἡμῖν δὲ καὶ ἁπλῶς τῆς »σοφίας« καὶ τῆς »δυνάμεως«, οὐκ ἀνεξέταστον ἐατέον τὸν περὶ τῆς δικαιοσύνης λόγον. καὶ ὅτι μὲν »ἡμῖν« δικαιοσύνη ὁ χριστὸς δῆλον ἐκ τοῦ »Ὅς ἐγενήθη σοφία ἡμῖν »ἀπὸ θεοῦ,

δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις.‘ ἐὰν δὲ μὴ εὑρίσκωμεν ἁπλῶς αὐτὸν »δικαιοσύνην«, ὥσπερ ἁπλῶς »σοφίαν« καὶ »δύναμιν θεοῦ«, βασανιστέον εἰ καὶ αὐτῷ τῷ χριστῷ ὥσπερ »ἁγιασμὸς« ὁ πατήρ, οὕτω καὶ »δικαιοσύνη« ὁ πατήρ· καὶ γὰρ οὐκ ἀδικία παρὰ τῷ θεῷ, καὶ δίκαιος καὶ ὅσιος κύριος καὶ ἐν δικαιοσύνῃ τὰ κρίματα αὐτοῦ· δικαιος δὲ ὥν δικαίως τὰ πάντα διέπει.

Τὸ δὲ σῆναν τοὺς ἀπὸ τῶν αἱρέσεων εἰς τὸ ἕτερον εἰπεῖν τὸν δίκαιον τοῦ ἀγαθοῦ, μὴ τρανωθὲν δὲ παρ’ αὐτοῖς, οἰηθεῖσι δίκαιον — μὲν εἶναι τὸν δημιουργόν, ἀγαθὸν δὲ τὸν τοῦ χριστοῦ πατέρα, οἶμαι μετ᾿ ἐξετάσεως ἀκριβῶς βασανισθὲν δύνασθαι λέγεσθαι ἐπὶ τοῦ πατρὸς [*](6 Ι Kor. 1, 30. — 9 Ι Kor. 1, 24. — 13 Hebr. 2, 11. — 15 Vgl. Ι Kor. 11, 3. — 18 Hebr. 4, 15. — 24 Ι Kor. 1, 30 — 28 Vgl. Rom. 9, 14. — 29 Vgl. Apok. 16 5. 7. — 31 Vgl. Hilgenfeld, Ketzergesch. d. Urchristent. S. 326 ff.) [*](5 προσκαλεῖται] πρόσκειται V, viell. richtig Ι 9 μ’) zweimal geschrieben 12 ἀπόλυτον] τ a. Ras. Ι 24 δικαιοσύνης ݲ, letzteres a. Ras., corr. V | 28 καὶ über d. Linie Ι 31 σῆναν Br, ὅ ἦν ἂν Μ, κινῆσαν Hu.)

45
καὶ τοῦ υἱοῦ· τοῦ μὲν υἱοῦ τυγχάνοντος δικαιοσύνης, ὃς ἔλαβεν ἐξουσίαν κρίσιν ποιεῖν, ὅτι υἱὸς ἀνθρώπου ἐστὶ καὶ κρινεῖ τὴν οἱκουμένην ἐν δικαιοσύνῃ· τοῦ δὲ πατρὸς τοὺς ἐν τῇ δικαιοσύνῃ τοῦ υἱοῦ παιδευθέντας μετὰ τὴν Χριστοῦ βασιλείαν εὐεργετοῦντος, τὴν »ἀγαθὸς« προσηγορίαν ἔργοις δείξοντος, ὅταν γένηται ὁ θεὸς τὰ πάντα ἐν »πᾶσιν.«

καὶ τάχα τῇ αὑτοῦ δικαιοσύνῃ ὁ σωτὴρ εὐτρεπίζει τὰ πάντα καιροῖς ἐπιτηδείοις καὶ λόγῳ καὶ τάξει καὶ κολάσεσι καὶ τοῖς, ἵν οὕτως εἵπω, πνευματικοῖς αὐτοῦ ἰατρικοῖς βοηθήμασι πρὸς τὸ χωρῆσαι ἐπὶ τέλει τὴν ἀγαθότητα τοῦ πατρός· ἥντινα νοήσας πρὸς τὸν μονογενῆ λέγοντα »Διδάσκαλε ἀγαθέ« φησί· »Τί με λέγεις ἀγαθόν;

»οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ θεός, ὁ πατήρ.« τὸ δ᾿ ὅμοιον έν ἑτέροις ἐδείξαμεν καὶ ἐπὶ τοῦ μείζονά τινα εἶναι τοῦ δημιουργοῦ, δημιουργὸν μὲν ἐκλαβόντες τὸν χριστόν, μείζονα δὲ τούτου τὸν πατέρα· αὐτὸς δὴ ὁ τὰ τοσαῦτα τυγχάνων, »ὁ παράκλητος«, »ὁ ἱλασμός«, »τὸ ἱλα- »στήριον«, συμπαθήσας »ταῖς ἀσθενείαις ἡμῶν« τῷ πεπειρᾶσθαι »κατὰ πάντα« τὰ ἀνθρώπινα »καθ᾿ ὁμοιότητα χωρὶς ἁμαρτίας«, »μέγας« ἐστὶν »ἀρχιερεύς«, οὐχ ὑπὲρ ἀνθρώπων μόνων ἀλλὰ καὶ παντὸς λογικοῦ τὴν ὅπαξ θυσίαν προσενεχθεῖσαν ἑαυτὸν ἀνενεγκών· »χωρὶς γὰρ θεοῦ ὑπὲρ παντὸς ἐγεύσατο Ι θανάτου«, ὅπερ ἴν τισι κεῖται τῆς πρὸς Ἑβραίους ἀντιγράφοις »χάριτι ιεπ]θ«.

εἴτε δὲ »χωρὶς »θεοῦ ὑπὲρ παντὸς ἐγεύσατο θανάτου«, οὐ μόνον ὑπὲρ ἀνθρώπων ἀπέθανεν, ἀλλὰ καὶ ὑπὲρ τῶν λοιπῶν λογικῶν· εἴτε »χάριτι θεοῦ »ἐγεύσατο τοῦ ὑπὲρ παντὸς θανάτους, ὑπὲρ πάντων χωρὶς θεοῦ ἀπέθανε· »χάριτι γὰρ θεοῦ ὑπὲρ παντὸς ἐγεύσατο θανάτου.«

καὶ γάρ ἄτοπον ὑπὲρ ἀνθρωπίνων μὲν αὐτὸν φάσκειν ἁμαρτημάτων γεγεῦσθαι θανάτου, οὐκ ἔτι δὲ καὶ ὑπὲρ ἄλλου τινὸς παρὰ τὸν ἄνθρωπον ἐν ἁμαρτήμασι γεγενημένου, οἷον ὑπὲρ ἄστρων, οὐδὲ τῶν ἄστρων πάντως καθαρῶν ὄντων ἐνώπιον τοῦ θεοῦ, ὡς ἐν τῷ Ἰὼβ ἀνέγνωμεν· »Ἄστρα δὲ οὐ καθαρὰ ἐνώπιον αὐτοῦ«, εἰ μὴ ἄρα ὑπερβολικῶς τοῦτο εἴρηται.

διὰ τοῦτο »μέγας« ἐστὶν »ἀρχιερεύς«, ἐπειδήπερ πάντα ἀποκαθίστησι τῇ τοῦ πατρὸς βασιλείᾳ, οἰκονομῶν τὰ ἐν ἑκάστῳ τῶν γενητῶν ἐλλιπῆ ἀναπληρωθῆναι πρὸς τὸ χωρῆσαι δόξαν πατρικήν.

οὑτος ὁ ἀρχιερεὺς κατά τινα ἑτέραν παρὰ τὰ εἰρημένα ἐπίνοιαν »Ἰούδας« ὀνομάζεται, ἴνα οἱ ἐν κρυπτῷ Ἰουδαῖοι μὴ ἀπὸ τοῦ υἱοῦ [*](1 Joh. 5, 27. — 2 Act. 17, 31. — Vgl. Ps. 9, 9; 95, 13. — 5 Ι Kor. 15, 28. — 10 Mark. 10, 18. — 11 Vgl. Fragm. Ι; unten I 6; XIII, 3. — 1.5 Vgl. Hebr. 4, 15. — 18 Vgl. Hebr. 9. 28. — 19 Hebr. 2, 9. — 20 Vgl. unten XXVIII, 18 (14). — 27 Vgl. de princ. I, 7, 2. — 29 Hiob 25, 5. — 34 Vgl. Rom. 2, 29; Gen. 49, 8.) [*](1 υἱοῦ] ݲ Μ, corr. V Ι 13 αὐτὸς] τ ο Μ, οὗτος V Ι 17 μόνων] μόνον 24 γὰρ doppelt gesckr. Ι 26 ἀνθρώπων Μ* Ι 32 nach τὸ ein Buchst, ausr.)

46
Ἰακὼβ Ἰούδα Ἰουδαῖοι χρηματίζωσιν, ἀλλὰ ἀπὸ τούτου, ὄντες αὐτοῦ ἀδελφοὶ καὶ αἰνοῦντες αὐτόν, ἀντιλαμβανόμενοι τῆς ἐλευθερίας, ἣν ἠλευθέρωνται ὑπ᾿ αὐτοῦ ῥυσθέντες ἀπὸ τῶν ἐχθρῶν, αὐτοῦ τὰς χεῖρας αὐτοῦ τῷ νότῳ αὐτῶν ἐπιθέντος καὶ ὑποτάξαντος αὐτούς.

ἀλλὰ καὶ πτερνίσας τὴν ἀντικειμένην ἐνέργειαν μόνος τε ὁρῶν τὸν πατέρα καί, ὅτε ἄνθρωπος γεγένηται, »Ἰακώβ« ἐστι καὶ »Ἰσραήλ«· ἀφ᾿ οὑ, ὥσπερ γινόμεθα φῶς, φωτὸς ὄντος τοῦ κόσμου, οὕτως Ἰακὼβ καλουμένου »Ἰακὼβ« καὶ Ἰσραὴλ ὀνομαζομένου »Ἰσραήλ«.