De Incarnatione Verbi

Athanasius of Alexandria

Athenasius of Alexandria. St. Athanasius On The Incarnation. Robertson, Archibald, editor. London: David Nutt, 1893.

Καὶ πάλαι μὲν τὰ πανταχοῦ τῆς ἀπάτης τῶν μαντειῶν ἐπεπλήρωτο, καὶ τὰ ἐν Δελφοῖς καὶ

Δωδώνῃ καὶ Βοιωτία καὶ Λυκίᾳ καὶ Λιβύῃ καὶ Αἰγύπτῳ καὶ Καβίροις μαντεύματα καὶ ἡ Πυθία ἐθαυμάζοντο τῇ φαντασία παρὰ τῶν ἀνθρώπων. νῦν δὲ ἀφ’ οὗ Χριστὸς καταγγέλλεται πανταχοῦ, πέπαυται καὶ τούτων ἡ μανία, καὶ οὐκ ἔστιν ἔτι λοιπὸν ἐν αὐτοῖς ὁ μαντευόμενος.

Καὶ πάλαι μὲν δαίμονες ἐφαντασιοκόπουν τοὺς ἀνθρώπους, προκαταλαμβάνοντες πηγὰς ἢ ποταμοὺς ἢ ξύλα ἢ λίθους, καὶ οὕτως ταῖς μαγγανείαις ἐξέπληττον τοὺς ἄφρονας. νῦν δὲ τῆς θείας ἐπιφανείας τοῦ Λόγου γεγενημένης πέπαυται τούτων ἡ φαντασία. τῷ γὰρ σημείῳ τοῦ σταυροῦ καὶ μόνον ὁ ἄνθρωπος χρώμενος, ἀπελαύνει τούτων τὰς ἀπάτας.

Καὶ πάλαι μὲν τοὺς παρὰ ποιηταῖς λεγομένους θεοὺς Δία καὶ Κρόνον καὶ Ἀπόλλωνα καὶ ἥρωας ἐνόμιζον οἱ ἄνθρωποι θεούς, καὶ τούτους ἐπλανῶντο σέβοντες. ἄρτι δὲ τοῦ Σωτῆρος ἐν ἀνθρώποις φανέντος, ἐκεῖνοι μὲν ἐγυμνώθησαν ὄντες ἄνθρωποι θνητοί, μόνος δὲ ὁ Χριστὸς ἐν ἀνθρώποις ἐγνωρίσθη Θεὸς ἀληθινὸς Θεοῦ Θεὸς Λόγος.

Τί δὲ περὶ τῆς θαυμαζομένης παρ’ αὐτοῖς μαγείας ἄν τις εἴποι; ὅτι πρὶν μὲν ἐπιδημῆσαι τὸν Λόγον, ἴσχυε καὶ ἐνήργει παρ’ Αἰγυπτίοις καὶ Χαλδαίοις καὶ Ἰνδοῖς αὕτη καὶ ἐξέπληττε τοὺς ὁρῶντας· τῇ δὲ παρουσία τῆς ἀληθείας, καὶ τῇ ἐπιφανεία τοῦ Λόγου διηλέγχθη καὶ αὕτη, καὶ κατηργήθη παντελῶς.

Περὶ δὲ τῆς Ἑλληνικῆς σοφίας καὶ τῆς τῶν Φιλοσόφων μεγαλοφωνίας, νομίζω μηδένα τοῦ παρ’ ἡμῶν δεῖσθαι λόγου, ἐπ’ ὄλψει πάντων ὄντος τοῦ θαύματος, ὅτι τοσαῦτα γραψάντων τῶν παρ’ Ἕλλησι σοφῶν καὶ μὴ δυνηθέντων πεῖσαι κἄν ὀλίγους ἐκ τῶν πλησίον τόπων περὶ ἀθανασίας καὶ τοῦ κατ’ ἀρετὴν βίου, μόνος ὁ Χριστὸς δι’ εὐτελῶν

ῥημάτων, καὶ δ’ ἀνθρώπων οὐ κατὰ τὴν γλῶτταν σοφῶν, κατὰ πᾶσαν τὴν οἰκουμένην παμπληθεῖς ἐκκλησίας ἔπεισεν ἀνθρώπων καταφρονεῖν μὲν θανάτου, φρονεῖν δὲ ἀθάνατα, καὶ τὰ μὲν πρόσκαιρα παρορᾶν, εἰς δὲ τὰ αἰώνια ἀποβλέπειν, καὶ μηδὲν ἡγεῖσθαι τὴν ἐπὶ γῆς δόξαν, μόνης δὲ τῆς ἀθανασίας ἀντιποιεῖσθαι.