De Incarnatione Verbi

Athanasius of Alexandria

Athenasius of Alexandria. St. Athanasius On The Incarnation. Robertson, Archibald, editor. London: David Nutt, 1893.

Τίς δὲ τῶν ἐν τῇ γραφῇ μαρτυρουμένων διωρύχθη τὰς χεῖρας καὶ τοὺς πόδας, ἢ ὅλως ἐπὶ ξύλου κεκρέμασται καὶ σταυρῷ τετελείωται ὑπὲρ τῆς πάντων σωτηρίας; Ἀβραὰμ μὲν γὰρ ἐπὶ κλίνης ἐκλείπων ἀπέθανεν· Ἰσαὰκ δὲ καὶ Ἰακὼβ καὶ αὐτοὶ ἐξάραντες τοὺς πόδας ἐπὶ κλίνης ἀπέθανον. Μωυσῆς καὶ Ἀαρὼν ἐν τῷ ὄρει, Δαβὶδ ἐν τῷ οἴκῳ τετελεύτηκεν, οὐδεμίαν ἐπιβουλὴν ὑπὸ τῶν λαῶν παθών. εἰ δὲ καὶ ζητηθῇ ὑπὸ τοῦ Σαούλ, ἀλλὰ

ἀβλαβὴς ἐσώζετο. Ἡσαΐας ἐπρίπθη μέν, ἀλλ’ οὐκ ἐπὶ ξύλου κεκρέμασται· Ἱερεμίας ὑβρίσθη ἀλλ’ οὐ κατακριθεὶς ἀπέθανεν· Ἰεζεκιὴλ ἔπασχεν, ἀλλ’ οὐχ ὑπὲρ τοῦ λαοῦ, ἀλλὰ τὰ ἐσόμενα κατὰ τοῦ λαοῦ σημαίνων.

Ἔπειτα οὗτοι καὶ πάσχοντες, ἄνθρωποι ἦσαν, ὁποῖοι καὶ πάντες κατὰ τὴν τῆς φύσεως ὁμοιότητα, ὁ δὲ σημαινόμενος ἐκ τῶν γραφῶν ὑπὲρ πάντων πάσχειν, οὐκ ἁπλῶς ἄνθρωπος, ἀλλὰ ζωὴ πάντων λέγεται, κἂν ὅμοιος κατὰ τὴν φύσιν τοῖς ἀνθρώποις. Ὄψεσθε γάρ, φησι, τὴν ζωὴν ὑμῶν κρεμαμένην ἀπέναντι τῶν ὠφθαλμῶν ὑμῶν, καὶ Τῆν γενεὰν αὐτοῦ τίς διηγήσεται; πάντων μὲν γὰρ τῶν ἁγίων τὴν γενεάν τις δύναται μαθὼν ἄνωθεν διηγήσασθαι τίς καὶ πόθεν ἕκαστος γέγονε· τοῦ δὲ τυγχάνοντος ζωῆς ἀδιήγητον τὴν γενεὰν οἱ θεῖοι σημαίνουσι λόγοι.

Τίς οὖν ἐστι, περὶ οὗ ταῦτα λέγουσιν αἱ θεῖαι γραφαί; ἢ τίς τηλικοῦτος, ὡς καὶ τοὺς προφήτας περὶ αὐτοῦ τοσαῦτα προκαταγγέλλειν; ἀλλὰ γὰρ οὐδεὶς ἄλλος ἐν ταῖς γραφαῖς εὑρίσκεται, πλὴν τοῦ κοινοῦ πάντων Σωτῆρος τοῦ Θεοῦ Λόγου τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. οὗτος γάρ ἐστιν ὁ ἐκ παρθένου προελθὼν καὶ ἄνθρωπος ἐπὶ γῆς φανείς, καὶ ἀδιήγητον ἔχων τὴν κατὰ σάρκα γενεάν. οὐ γάρ ἐστιν ὃς δύναται τὸν κατὰ σάρκα πατέρα τούτου λέγειν, οὐκ ὄντος τοῦ σώματος αὐτοῦ ἐξ ἀνδρός, ἀλλ’ ἐκ παρθένου μόνης.

Ὥσπερ οὖν τοῦ Δαβίδ, καὶ Μωϋσέως, καὶ πάντων τῶν πατριαρχῶν τοὺς πατέρας τις γενεαλογεῖν δύναται· οὕτως οὐδεὶς δύναται τὴν κατὰ σάρκα γενεὰν τοῦ Σωτῆρος ἐξ ἀνδρὸς διηγήσασθαι. οὗτός ἐστιν ὁ

καὶ τὸν ἀστέρα σημαίνειν τὴν τοῦ σώματος γένεσιν ποιήσας· ἔδει γὰρ ἀπὸ οὐρανοῦ κατερχόμενον τὸν Λόγον, ἐξ οὐρανοῦ καὶ τὴν σημασίαν ἔχειν· καὶ ἔδει τὸν τῆς κτίσεως βασιλέα προερχόμενον, ἐμφανῶς ὑπὸ πάσης τῆς οἰκουμένης γινώσκεσθαι.

Ἀμέλει ἐν Ἰουδαίᾳ ἐγεννᾶτο, καὶ οἱ ἀπὸ Περσίδος ἤρχοντο προσκυνῆσαι αὐτῷ. οὗτός ἐστιν ὁ καὶ πρὶν τῆς σωματικῆς ἐπιφανείας λαβὼν τὴν κατὰ τῶν ἀντιἀντικειμένων δαιμόνων νίκην, καὶ κατὰ τῆς εἰδωλολατρίας τρόπαια. πάντες γοῦν πανταχόθεν οἱ ἀπὸ τῶν ἐθνῶν, ἐξομνύμενοι τὴν πάτριον συνήθειαν καὶ τὴν εἰδώλων ἀθεότητα, πρὸς Χριστὸν λοιπὸν τὴν ἐλπίδα τίθενται, καὶ αὐτῷ καταγράφουσιν ἑαυτούς, ὡς καὶ τοῖς ὀφθαλμοῖς ἔξεστιν ἰδεῖν τὸ τοιοῦτον.

Οὐδὲ γὰρ ἄλλοτε ἡ τῶν Αἰγυπτίων ἀθεότης πέπαυται, εἰ μὴ ὅτε ὁ Κύριος τοῦ παντός, ὡς ἐπὶ νεφέλης ἐποχούμενος, τῷ σώματι κατῆλθεν ἐκεῖ, καὶ τὴν τῶν εἰδώλων κατήργησε πλάνην, πάντας δὲ εἰς ἑαυτὸν καὶ δι’ ἑαυτοῦ πρὸς τὸν Πατέρα μετήνεγκεν.

Οὗτός ἐστιν ὁ σταυρωθεὶς ἐπὶ μάρτυρι τῷ ἡλίῳ καὶ τῇ κτίσει καὶ τοῖς αὐτῷ τὸν θάνατον προσαγαγοῦσι· καὶ τῷ τούτου θανάτῳ ἡ σωτηρία πᾶσι γέγονε, καὶ ἡ κτίσις πᾶσα λελύτρωται. οὗτός ἐστιν ἡ πάντων ζωή, καὶ ὁ ὡς πρόβατον ὑπὲρ τῆς πάντων σωτηρίας ἀντίψυχον τὸ ἑαυτοῦ σῶμα εἰς θάνατον παραδούς, κἂν Ἰουδαῖοι μὴ πιστεύωσιν.