De Incarnatione Verbi

Athanasius of Alexandria

Athenasius of Alexandria. St. Athanasius On The Incarnation. Robertson, Archibald, editor. London: David Nutt, 1893.

Τὴν δημιουργίαν τοῦ κόσμου καὶ τὴν τῶν πάντων κτίσιν πολλοὶ διαφόρως ἐξειλήφασι, καὶ ὡς ἕκαστος ἠθέλησεν οὕτως καὶ ὡρίσατο. Οἱ μὲν γὰρ αὐτομάτως, καὶ ὡς ἔτυχε, τὰ πάντα γεγενῆσθαι λέγουσιν, ὡς οἱ Ἐπικούριοι, οἱ καὶ τὴν τῶν ὅλων πρόνοιαν καθ’ ἑαυτῶν οὐκ εἶναι μυθολογοῦσιν

ἄντικρυς παρὰ τὰ ἐναργῆ καὶ φαινόμενα λέγοντες.

Εἰ γὰρ αὐτομάτως τὰ πάντα χωρὶς προνοίας κατ’ αὐτοὺς γέγονεν, ἔδει τὰ πάντα ἁπλῶς γεγενῆσθαι, καὶ ὅμοια εἶναι, καὶ μὴ διάφορα. Ὡς γὰρ ἐπὶ σώματος ἑνὸς ἔδει τὰ πάντα εἶναι ἥλιον ἢ σελήνην· καὶ ἐπὶ τῶν ἀνθρώπων ἔδει τὸ ὅλον εἶναι χεῖρα, ἢ ὀφθαλμὸν, ἢ πόδα. Νῦν δὲ οὐκ ἔστι μὲν οὕτως· ὁρῶμεν δὲ τὸ μὲν, ἥλιον· τὸ δὲ, σελήνην· τὸ δὲ, γῆν· καὶ πάλιν ἐπὶ τῶν ἀνθρωπίνων σωμάτων, τὸ μὲν, πόδα· τὸ δὲ, χεῖρα· τό δὲ κεφαλήν. ἡ δὲ τοιαύτη διάταξις, οὐκ αὐτομάτως αὐτὰ γεγενῆσθαι γνωρίζει, ἀλλ’ αἰτίαν τούτων προηγεῖσθαι δείκνυσιν· ἀφ’ ἧς καὶ τὸν διαταξάμενον καὶ πάντα ποιήσαντα Θεόν ἐστι νοεῖν.

Ἄλλοι δὲ, ἐν οἷς ἐστὶ καὶ ὁ μέγας παρ’ Ἕλλησι Πλάτων, ἐκ προϋποκειμένης καὶ ἀγενήτου ὕλης πεποιηκέναι τὸν Θεὸν τὰ ὅλα διηγοῦνται· μὴ ἂν γὰρ δύνασθαί τι ποιῆσαι τὸν Θεὸν εἰ μὴ προϋπέκειτο ἡ ὕλη· ὥσπερ καὶ τῷ τέκτονι προϋποκεῖσθαι δεῖ τὸ ξύλον, ἵνα καὶ ἐργάσασθαι δυνηθῇ.

Οὐκ ἴσασι δὲ τοῦτο λέγοντες, ὅτι ἀσθένειαν περιτιθέασι τῷ Θεῷ· εἰ γὰρ οὐκ ἔστι τῆς ὕλης αὐτὸς αἴτιος, ἀλλ’ ὅλως ἐξ ὑποκειμένης ὕλης ποιεῖ τὰ ὄντα, ἀσθενὴς εὑρίσκεται, μὴ δυνάμενος ἄνευ τῆς ὕλης ἐργάσασθαί τι τῶν γενομένων· ὥσπερ ἀμέλει καὶ τοῦ τέκτονος ἀσθένειά ἐστι, τὸ μὴ δύνασθαι χωρὶς τῶν ξύλων ἐργάσασθαί τι τῶν ἀναγκαίων. καὶ καθ’ ὑπόθεσιν γὰρ εἰ μὴ ἦν ἡ ὕλη, οὐκ ἄν εἰργάσατό τι ὁ Θεός. καὶ πῶς ἔτι ποιητὴς καὶ δημιουργὸς ἂν λεχθείη ἐξ ἑτέρου τὸ ποιεῖν ἐσχηκὼς, λέγω δὴ ἐκ τῆς ὕλης; ἔσται δὲ, εἰ οὕτως ἔχει, κατ’ αὐτοὺς ὁ Θεὸς τεχνίτης μόνον καὶ οὐ κτιστὴς εἰς τὸ εἶναι, εἴ γε τὴν ὑποκειμένην ὕλην ἐργάζεται, τῆς δὲ ὕλης οὐκ ἔστιν αὐτὸς αἴτιος.

καθόλου γὰρ οὐδὲ κτιστὴς ἂν λεχθείη, εἴγε μὴ κτίζει τὴν ὕλην, ἐξ ἦς καὶ τὰ κτισθέντα γέγονεν.

Οἱ δὲ ἀπὸ τῶν αἱρέσεων ἄλλον ἑαυτοῖς ἀναπλάττονται δημιουργὸν, τῶν πάντων παρὰ τὸν Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τυφλώττοντες μέγα καὶ περὶ ἃ φθέγγονται. γονται.

Τοῦ γὰρ Κυρίου λέγοντος πρὸς τοὺς Ιουδαίους· οὐκ ἀνέγνωτε, ὅτι ἀπ’ ἀρχῆς ὁ κτίσας ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς; καὶ εἶπεν· ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα αὐτοῦ, καὶ προσκολληθήσεται τῇ γυναικὶ αὐτοῦ· καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν· εἶτα σημαίνων τὸν κτίσαντά φησιν· ὃ οὖν ὁ Θεὸς συνέζευξεν ἄνθρωπος μὴ χωριζέτω· πῶς οὗτοι ξένην τοῦ Πατρὸς τὴν κτίσιν εἰσάγουσιν; Εἰ δὲ κατὰ τὸν Ἰωάννην πάντα περιλαβόντα καὶ λέγοντα· πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἔν, πῶς ἂν ἄλλος εἴη ὁ δημιουργὸς, παρὰ τὸν Πατέρα τοῦ Χριστοῦ;