De Incarnatione Verbi

Athanasius of Alexandria

Athenasius of Alexandria. St. Athanasius On The Incarnation. Robertson, Archibald, editor. London: David Nutt, 1893.

Ταῦτα δὲ πάντα ποιεῖν τῷ Σωτῆρι καλῶς ἔχειν ἐδόκει· ἵν' ἐπειδὴ τὴν ἐν τοῖς πᾶσιν αὐτοῦ πρόνοιαν ἠγνόησαν οἱ ἄνθρωποι, καὶ οὐ κατενόησαν τὴν διὰ τῆς κτίσεως αὐτοῦ θεότητα, κἂν ἐκ τῶν διὰ τοῦ σώματος ἔργων αὐτοῦ ἀναβλέψωσι, καὶ ἔννοιαν λάβωσι δι’ αὐτοῦ τῆς εἰς τὸν Πατέρα γνώσεως, ἐκ τῶν κατὰ μέρος τὴν εἰς τὰ ὅλα αὐτοῦ πρόνοιαν, ὡς προεῖπον, ἀναλογιζόμενοι

Τίς γὰρ ἰδὼν αὐτοῦ τὴν κατὰ δαιμόνων ἐξουσίαν, ἢ τίς δῶν τοὺς δαίμονας ὁμολογοῦντας εἶναι τούτων αὐτὸν Κύριον, ἔτι τὴν διάνοιαν ἀμφίβολον ἕξει, εἰ οὗτός ἐστιν ὁ τοῦ Θεοῦ ἱὸς καὶ ἡ Σοφία, καὶ ἡ Δύναμις.

Οὐδὲ γὰρ τὴν

κτίσιν αὐτὴν σιωπῆσαι πεποίηκεν, ἀλλὰ τό γε θαυμαστόν, καὶ ἐν τῷ θανάτῳ, μᾶλλον δὲ ἐν αὐτῷ τῷ κατὰ τοῦ θανάτου τροπαίῳ, λέγω δὴ τῷ σταυρῷ, πᾶσα ἡ κτίσις ὡμολόγει τὸν ἐν τῷ σώματι γνωριζόμενον καὶ πάσχοντα οὐχ ἁπλῶς εἶναι ἄνθρωπον, ἀλλὰ Θεοῦ Υἱὸν καὶ Σωτῆρα πάντων. ὅ τε γὰρ ἥλιος ἀπεστράφη, καὶ ἡ γῆ ἐσείετο, καὶ τὰ ὄρη ἐῤῥήγνυτο, πάντες κατέπτησσον. ταῦτα δὲ τὸν μὲν ἐν τῷ σταυρῷ Χριστὸν Θεὸν ἐδείκνυον, τὴν δὲ κτίσιν πᾶσαν τούτου δούλην εἶναι, καὶ μαρτυροῦσαν τῷ φόβῳ τὴν τοῦ δεσπότου παρουσίαν.

Οὕτω μὲν οὖν ὁ Θεὸς Λόγος διὰ τῶν ἔργων ἑαυτὸν ἐνεφάνιζε τοῖς ἀνθρώποις. ἀκόλουθον δ’ ἂν εἴη καὶ τὸ τέλος τῆς ἐν σώματι διαγωγῆς καὶ περιπολήσεως αὐτοῦ διηγήσασθαι, καὶ εἰπεῖν καὶ ὁποῖος γέγονεν ὁ τοῦ σώματος θάνατος· μάλιστα ὅτι τὸ κεφάλαιον τῆς πίστεως ἡμῶν ἐστὶ τοῦτο, καὶ πάντες ἁπλῶς ἄνθρωποι περὶ τούτου θρυλλοῦσιν· ἵνα γνῷς ὅτι καὶ ἐκ τούτου μᾶλλον οὐδὲν ἧττον γινώσκεται Θεὸς ὁ Χριστὸς καὶ τοῦ Θεοῦ Υίός.

Τὴν μὲν οὖν αἰτίαν τῆς σωματικῆς ἐπιφανείας αὐτοῦ, ὡς οἷόν τε ἦν, ἐκ μέρους, καὶ ὡς ἡμεῖς ἠδυνήθημεν νοῆσαι, προείπομεν, ὅτι οὐκ ἄλλου ἦν τὸ φθαρτὸν εἰς ἀφθαρσίαν μεταβαλεῖν, εἰ μὴ αὐτοῦ τοῦ Σωτῆρος, τοῦ καὶ τὴν ἀρχὴν ἐξ οὐκ ὄντων πεποιηκότος τὰ ὅλα· καὶ οὐκ ἄλλου ἦν, τὸ κατ’ εἰκόνα πάλιν ἀνακτίσαι τοῖς ἀνθρώποις, εἰ μὴ τῆς Εἰκόνος τοῦ Πατρός· καὶ οὐκ ἄλλου ἦν τὸ θνητὸν ἀθάνατον παραστῆσαι, εἰ μὴ τῆς Αὐτοζωῆς οὔσης τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· καὶ οὐκ ἄλλου ἦν περὶ Πατρὸς διδάξαι, καὶ τὴν εἰδώλων καθαιρῆσαι θρησκείαν, εἰ μὴ τοῦ τὰ πάντα διακοσμοῦντος Λόγου, καὶ μόνου τοῦ

Πατρὸς ὄντος Υἱοῦ μονογενοῦς ἀληθινοῦ.

Ἐπειδὴ δὲ καὶ τὸ ὀφειλόμενον παρὰ πάντων ἔδει λοιπὸν ἀποδοθῆναι· ὠφείλετο γὰρ πάντας, ὡς προεῖπον, ἀποθανεῖν, δ’ ὃ μάλιστα καὶ ἐπεδήμησε· τούτου ἕνεκεν μετὰ τὰς περὶ θεότητος αὐτοῦ ἐκ τῶν ἔργων ἀποδείξεις, ἤδη λοιπὸν καὶ ὑπὲρ πάντων τὴν θυσίαν ἀνέφερεν, ἀντὶ πάντων τὸν ἑαυτοῦ ναὸν εἰς θάνατον παραδιδούς, ἵνα τοὺς μὲν πάντας ἀνυπευθύνους καὶ ἐλευθέρους τῆς ἀρχαίας παραβάσεως ποιήσῃ· δείξη δὲ ἑαυτὸν καὶ θανάτου κρείττονα, ἀπαρχὴν τῆς τῶν ὅλων ἀναστάσεως τὸ ἴδιον σῶμα ἄφθαρτον ἐπιδεικνύμενος.