De Incarnatione Verbi

Athanasius of Alexandria

Athenasius of Alexandria. St. Athanasius On The Incarnation. Robertson, Archibald, editor. London: David Nutt, 1893.

Οὕτω τοίνυν ἀλογωθέντων τῶν ἀνθρώπων, καὶ οὕτως τῆς δαιμονικῆς πλάνης ἐπισκιαζούσης τὰ πανταχοῦ, καὶ κρυπτούσης τὴν περὶ τοῦ ἀληθινοῦ Θεοῦ γνῶσιν, τί τὸν Θεὸν ἔδει ποιεῖν; σιωπῆσαι τὸ τηλικοῦτον, καὶ ἀφεῖναι τοὺς ἀνθρώπους ὑπὸ δαιμόνων πλανᾶσθαι, καὶ μὴ γινώσκειν αὐτοὺς τὸν Θεόν;

Καὶ τίς ἡ χρεία τοῦ καὶ ἐξ ἀρχῆς κατ’ εἰκόνα Θεοῦ γενέσθαι τὸν ἄνθρωπον; ἔδει γὰρ αὐτὸν ἁπλῶς ὡς ἄλογον γενέσθαι, ἢ γενόμενον λογικὸν τὴν τῶν ἀλόγων ζωὴν βιοῦν.

Τίς δὲ ὅλως ἦν χρεία ἐννοίας αὐτὸν λαβεῖν περὶ Θεοῦ ἐξ ἀρχῆς; εἰ γὰρ οὐδὲ νῦν ἄξιός ἐστι λαβεῖν, ἔδει μηδὲ κατὰ τὴν ἀρχὴν αὐτῷ δοθῆναι.

Τί δὲ καὶ ὄφελος τῷ πεποιηκότι Θεῷ, ἢ ποία δόξα αὐτῷ ἂν εἴη, εἰ οἱ ὑπ' αὐτοῦ γενόμενοι ἄνθρωποι οὐ προσκυνοῦσιν αὐτῷ, ἀλλ’ ἑτέρους εἶναι τοὺς πεποιηκότας αὐτοὺς νομίζουσιν; εὑρίσκεται γὰρ ὁ Θεὸς ἑτέροις καὶ οὐχ ἑαυτῷ τούτους δημιουργήσας.

Εἶτα βασιλεὺς μὲν ἄνθρωπος ὦν τὰς ὑπὸ αὐτοῦ κτισθείσας χώρας οὐκ ἀφίησιν ἐκδότους ἑτέροις δουλεύειν, οὐδὲ πρὸς ἄλλους καταφεύγειν· ἀλλὰ γράμμασιν αὐτοὺς ὑπομιμνήσκει, πολλάκις δὲ καὶ διὰ φίλων αὐτοῖς ἐπιστέλλει, εἰ δὲ καὶ χρεία

γένηται, αὐτὸς παραγίνεται, τῇ παρουσία λοιπὸν αὐτοὺς δυσωπῶν· μόνον ἵνα μὴ ἑτέροις δουλεύσωσι, καὶ ἀργὸν αὐτοῦ τὸ ἔργον γένηται.

Οὐ πολλῷ πλέον ὁ Θεὸς τῶν ἑαυτοῦ κτισμάτων φείσεται πρὸς τὸ μὴ πλανηθῆναι ἀπ’ αὐτοῦ, καὶ τοῖς οὐκ οὖσι δουλεύειν; μάλιστα ὅτι ἡ τοιαύτη πλάνη ἀπωλείας αὐτοῖς αἰτία καὶ ἀφανισμοῦ γίνεται, οὐκ ἔδει δὲ τὰ ἅπαξ κοινωνήσαντα τῆς τοῦ Θεοῦ εἰκόνος ἀπολέσθαι.

Τί οὖν ἔδει ποιεῖν τὸν Θεόν; ἢ τί ἔδει γενέσθαι, ἀλλ’ ἢ τὸ κατ’ εἰκόνα πάλιν ἀνανεῶσαι, [νᾷ δ’ αὐτοῦ πάλιν αὐτὸν γνῶναι δυνηθῶσιν οἱ ἄνθρωποι; τοῦτο δὲ πῶς ἄν ἐγεγόνει, εἰ μὴ αὐτῆς τῆς τοῦ Θεοῦ Θεἰκόνος παραγενομένης τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ; δι’ ἀνθρώπων μὲν γὰρ οὐκ ἦν δυνατὸν, ἐπεὶ καὶ αὐτοὶ κατ’ εἰκόνα γεγόνασιν· ἀλλ’ οὐδὲ δ’ ἀγγέλων οὐδὲ γὰρ οὐδὲ αὐτοί εἰσιν εἰκόνες. ὅθεν ὁ τοῦ Θεοῦ Λόγος δι’ ἑαυτοῦ παρεγένετο, ἵν’ ὡς εἰκὼν ὧν τοῦ Πατρὸς τὸν κατ’ εἰκόνα ἄνθρωπον τίσαι δυνηθῇ.

Ἄλλως δὲ πάλιν οὐκ ἄν ἐγεγόνει, εἰ μὴ ὁ θάνατος ἦν καὶ ἡ φθορὰ ἐξαφανισθεῖσα.

Ὅθεν εἰκότως ἔλαβε σῶμα θνητόν, νᾷ καὶ ὁ θάνατος ἐν αὐτῷ λοιπὸν ἐξαφανισθῆναι δυνηθῇ, καὶ οἱ κατ’ εἰκόνα πάλιν ἀνακαινισθῶσιν ἄνθρωποι. οὐκοῦν ἑτέρου πρὸς ταύτην τὴν χρείαν οὐκ ἦν, εἰ μὴ τῆς εἰκόνος τοῦ Πατρός.