De Incarnatione Verbi

Athanasius of Alexandria

Athenasius of Alexandria. St. Athanasius On The Incarnation. Robertson, Archibald, editor. London: David Nutt, 1893.

Αὐτάρκης μὲν γὰρ ἦν ἡ κατ’ εἰκόνα χάρις γνωρίζειν τὸν Θεὸν Λόγον, καὶ δ’ αὐτοῦ τὸν Πατέρα· εἰδὼς δὲ ὁ Θεὸς τὴν ἀσθένειαν τῶν ἀνθρώπων, προενοήσατο καὶ τῆς ἀμελείας τούτων, ἵν’ ἐὰν ἀμελήσαιενν δι’ ἑαυτῶν τὸν Θεὸν ἐπιγνῶναι, ἔχωσι διὰ τῶν τῆς κτίσεως ἔργων τὸν δημιουργὸν μὴ ἀγνοεῖν.

Ἐπειδὴ δὲ ἡ ἀνθρώπων ἀμέλεια ἐπὶ τὰ χείρονα κατ’ ὀλίγον ἐπικαταβαίνει· προενοήσατο πάλιν ὁ Θεὸς καὶ τῆς τοιαύτης αὐτῶν ἀσθενείας, νόμον καὶ προφήτας τοὺς αὐτοῖς γνωρίμους ἀποστείλας, νᾷ ἐὰν καὶ εἰς τὸν οὐρανὸν ὀκνήσωσιν ἀναβλέψαι καὶ γνῶναι τὸν ποιητήν, ἔχωσιν ἐκ τῶν ἐγγὺς τὴν διδασκαλίαν. ἄνθρωποι γὰρ παρὰ ἀνθρώπων ἐγγυτέρω δύνανται μαθεῖν περὶ τῶν κρειττόνων.

Ἐξὸν οὖν ἦν ἀναβλέψαντας αὐτοὺς εἰς τὸ μέγεθος τοῦ οὐρανοῦ, καὶ κατανοήσαντας τὴν τῆς κτίσεως ἁρμονίαν, γνῶναι τὸν ταύτης ἡγεμόνα τὸν τοῦ Πατρὸς Λόγον, τὸν τῇ ἑαυτοῦ εἰς πάντα προνοία γνωρίζοντα πᾶσι τὸν Πατέρα, καὶ διὰ τοῦτο τὰ ὅλα κινοῦντα, ἵνα δ’ αὐτοῦ πάντες γινώσκωσι τὸν Θεόν.

Ἢ εἰ τοῦτο αὐτοῖς ἦν ὀκνηρόν, κἂν τοῖς ἀγίοις δυνατὸν ἦν αὐτοὺς συντυγχάνειν, καὶ δι’ αὐτῶν μαθεῖν τὸν τῶν πάντων δημιουργὸν Θεόν, τὸν τοῦ Χριστοῦ Πατέρα· καὶ ὅτι τῶν εἰδώλων ἡ θρησκεία ἀθεότης ἐστὶ καὶ πάσης ἀσεβείας μεστή.

Ἐξὸν δὲ ἦν αὐτοὺς καὶ τὸν νόμον ἐγνωκότας, παύσασθαι πάσης παρανομίας καὶ τὸν κατ' ἀρετὴν ζῆσαι βίον. οὐδὲ γὰρ διὰ Ἰουδαίους μόνους ὁ νόμος ἦν οὐδὲ δέ’ αὐτοὺς μόνους οἱ προφῆται ἐπέμποντο, ἀλλὰ πρὸς Ἰουδαίους μὲν ἐπέμποντο, καὶ παρὰ Ἰουδαίων διώκοντο· πάσης δὲ τῆς οἰκουμένης μένης ἦσαν διδασκάλιον ἱερὸν τῆς περὶ Θεοῦ γνώσεως

καὶ τῆς κατὰ ψυχὴν πολιτείας.

Τοσαύτης οὖν οὔσης τῆς τοῦ Θεοῦ ἀγαθότητος καὶ φιλανθρωπίας· ὅμως οἱ ἄνθρωποι νικώμενοι ταῖς παραυτίκα ἡδοναῖς, καὶ ταῖς παρὰ δαιμόνων φαντασίαις καὶ ἀπάταις, οὐκ ἀνένευσαν πρὸς τὴν ἀλήθειαν· ἀλλ’ ἑαυτοὺς πλείοσι κακοῖς καὶ ἁμαρτήμασιν ἐνεφόρησαν, ὡς μηκέτι δοκεῖν αὐτοὺς λογικούς, ἀλλὰ ἀλόγους ἐκ τῶν τρόπων νομίζεσθαι.