Historia philosophiae (fragmenta)

Porphyrius

Porphyrius. Opuscula Tria. Nauck, August, editor. Leipzig: Teubner, 1860.

3

Suidas v. Πορφύριος: ἔγραψε βιβλία πάμπλειστα, φιλόσοφά τε καὶ ῥητορικὰ καὶ γραμματικά. — εἰς τὴν Ἰουλιανοῦ τοῦ Χαλδαίου φιλοσόφου ἱστορίαν ἐν βιβλίοις δ. Vbi duorum operum titulos coaluisse vidit Valesius: φιλόσοφον ἱστορίαν correxit Toupius, atque ita codex E. Theodoretus therap. ll p. 35, Πλούταρχος δὲ καὶ Ἀέτιος τὰς τῶν φιλοσόφων ἐκ- παιδεύουσι δόξας· τὸν αὐτὸν δὲ καὶ ὁ Πορφύριος ἀνεδέξατο πόνον, τὸν ἑκάστου βίον ταῖς δόξαις προσ- τεθεικώς. lV p. 61, 22: εἰ δέ τις οἴεται κἀμὲ συ- κοφαντῆσαι τοὺς ἄνδρας τὴν παμπόλλην αὐτῶν δια- φωνίαν ἐξελέγχοντα, ἀναγνώτω μὲν Ἀετίου τὴν περὶ ἀρεσκόντων ξυναγωγήν, ἀναγνώτω δὲ Πλου- τάρχου τὴν περὶ τῶν τοῖς φιλοσόφοις δοξάντων ἐπι- τομήν· καὶ Πορφυρίου δὲ ἡ φιλόσοφος ἱστορία πολλὰ τοιαῦτα διδάσκει. p. 72, 8: ἃ δέ γε ξὺν θεῷ λέξω, ἐκ τῶν Πλουτάρχῳ καὶ Πορφυρίῳ καὶ μέντοι καὶ Ἀετίῳ ξυγγεγραμμένων ἐρῶ. Eunapius vit. sophist. p. sq.: τὴν φιλόσοφον ἱστορίαν καὶ τοὺς τῶν φι– λοσόφων ἀνδρῶν βίους Πορφύριος καὶ Σωτίων ἀνελέξαντο. ἀλλʼ ὁ μὲν Πορφύριος, οὕτω συμβάν, εἰς Πλάτωνα ἐτελεύτα καὶ τοὺς ἐκείνου χρόνους· Σωτίων δὲ καταβὰς φαίνεται, καίτοι γε ὁ Πορφύ- ριος ἦν νεώτερος. “Gregor. Abulpharagius in Hist. Dynast. p. 84 Porphyrium nominat Syrum, et inter alia

4
eius scripta librum historiae philosophorum laudat, cuius tracatus quartus extet Syriace· REINESIVS.

Eusebius chron. p. 139 sive Anecd. Paris. vol. 2 p. 140: τὰ δʼ ἀπὸ τῆς Ἰλίου ἁλώσεως μέχρι τῆς πρώτης ὀλυμπιάδος οὐδʼ αὐτὰ μὲν ἠξιώθη μνήμης ἐντελοῦς· ὅμως δʼ ὁ Πορφύριος ἐν τῷ πρώτῳ τῆς φιλοσόφου ἱστορίας ὧδέ ως ἐπιτέμινεται πρὸς λέξιν.

Πορφυρίου ἀπὸ τοῦ πρώτου λόγου τῆς φιλοσό- φου ἱστορίας.

ἀπὸ τῆς ἁλώσεως Ἰλίου ἐπὶ τὴν τῶν Ἡρακλει- δῶν εἰς τὴν Πελοπόννησον κάθοδον ἔτη π φησὶν εἶναι ὁ Ἀπολλόδωρος· ἀπὸ δὲ τῆς καθόδου εἰς τὴν Ἰωνίας κτίσιν ἔτη ξ ἐντεῦθεν εἰς Λυκοῦργον ἔτη θ καὶ ἑκατὸν καὶ πεντήκοντα· ἀπὸ δὲ Λυκούργου εἰς τὴν πρώτην ὀλυμπιάδα ὀκτὼ καὶ ἑκατόν. τὰ δὲ πάντα ἀπὸ τῆς ἀλώσεως Ἰλίου ἐπὶ τὴν πρώτην ὀλυμ- πιάδα ἔτη ἑπτὰ καὶ υ. Anecd. Paris. vol. 2 p. 188, 28: ἀπὸ δὲ Ἰλίου ἁλώσεως ἐπὶ τὴν πρώτην ὀλυμ- πιάδα ἔτη ζ καὶ υ· τοῦτο γὰρ καὶ Πορφυρίῳ δοκεῖ. Cf. C. Müller in fragm. hist. Graec. vol. 3 p. 689.

Suidas v. Ὅμηρος: καὶ γέγονε δὲ πρὸ τοῦ τε– θὴναι τὴν πρώτην ὀλυμπιάδα πρὸ ἐνιαυτῶν νζ Πορφύριος δὲ ἐν τῇ φιλοσόφῳ ίστορίᾳ πρὸ ρλβ φη– σίν ἐτέθη δὲ αὕτη μετὰ τὴν Τροίας ἅλωσιν ἐνιαυ- τοῖς ὕστερον υζ. τινὲς δὲ μετὰ ρξ ἐνιαυτούς τῆς Ἰλίου ἁλώσεως τετέχθαι ίστοροῦσιν Ὅμηρὸν· ὁ δὲ ῥηθεὶς Πορφύριος μετὰ σοε.

5

Suidas v. Ἡσίοδοσ Κυμαῖος: ἦν δὲ Ὁμήρου κατά τινας πρεσβύτερος, κατὰ δὲ ἄλλους σύγχρονος. Πορ– φύριος καὶ ἄλλοι πλεῖστοι νεώτερον ἑκατὸν ἐνιαυ– τοῖς ὁρίζουσιν, ὡς λβ μόνους ἐνιαυτοὺς συμπροτε- ρεῖν τῆς πρώτης ὀλυμπιάδος.

Cyrillus c. lulian. l p. 28 A: Πορφύριος μὲν οὖν ὁ πικροὺς ἡμῶν καταχέας λόγους καὶ τῆς Χρν- στιανῶν θρησκείας μόνον οὐχὶ κατορχούμενος τοὺς ὠνομασμένους σοφούς τὸν ἀριθμὸν ὄντας ἑπτὰ τὴν τοιάνδε κλῆσιν ἁρπάσαι φησὶν ἐξ αἰτίας τοιᾶσδε. γράφει δὲ οὕτως ἐν τῷ πρώτῳ βιβλίῳ τῆς φιλοσό- φου ἱστορίας. “ἐννέα δὲ ὄντων ἑπτὰ κληθῆναι σο- φοὺς ἐξ αἰτίας τοιαύτης. ἁλιέως βόλον νεανίσκοις ἀποδομένου ἰχθύων συνέβη χρυσοῦν τρίποδα ἐν τῷ βόλῳ εὑρεθῆναι τοῦ δὲ ἁλιέως ἰχθῦς ἀλλὰ μὴ τρί- ποδα πεπρακέναι λέγοντος καὶ τῶν νεανίσκων εἰς τὴν αὐτῶν τύχην ἀναφερόντων τὴν εὕρεσιν, ἔδοξε τῷ θεῷ τὴν κρίσιν ἐπιτρέψαι. τοῦ δὲ χρήσαντος διδόναι τὸν τρίποδα τῷ σοφῷ, Θάλητι πρώτῳ ὁ τρίπους προσηνέχθη. ὁ δὲ πρὸς Βίαντα ἀπέπεμψεν, ἐκεῖνον φάμενος εἶναι τὸν σοφόν· ὁ δὲ πρὸς ἕτερον πέμπει, κἀκεῖνος πρὸς ἄλλον, ἕως εἰς τοὺς ἑπτὰ τοῦ τρίποδος ἐκπεριαχθέντος καὶ πάλιν ὑποστρέψαντ- τος ἐπὶ τὸν πρῶτον, ἔδοξεν ἀναθεῖναι τῷ θεῷ· τοῦ- τον γὰρ εἶναι πάντων τὸν σοφώτατον.“

Suidas: Φερεκύδης Ἀθηναῖος, πρεσβύτερος τοῦ Συρίου, ὃν λόγος τὰ Ὀρφέως συναγαγεῖν. ἔγραψεν Αὐτόχθονας, ἔστι δὲ περὶ τῆς Ἀττικῆς ἀρχαιολογίας, ἐν βιβλίοις δέκα· παραινέσεις διʼ ἐπῶν. Πορφύ- ριος δὲ τοῦ προτέρου οὐδένα πρεσβύτερον δέχε-

6
ται, ἀλλʼ ἐκεῖνον μόνον ἡγεῖται ἀρχηγὸν συγγρα- φῆς. Locus num huc referendus sit, non negο posse dubitari.