Historia philosophiae (fragmenta)
Porphyrius
Porphyrius. Opuscula Tria. Nauck, August, editor. Leipzig: Teubner, 1860.
Eusebius chron. p. 139 sive Anecd. Paris. vol. 2 p. 140: τὰ δʼ ἀπὸ τῆς Ἰλίου ἁλώσεως μέχρι τῆς πρώτης ὀλυμπιάδος οὐδʼ αὐτὰ μὲν ἠξιώθη μνήμης ἐντελοῦς· ὅμως δʼ ὁ Πορφύριος ἐν τῷ πρώτῳ τῆς φιλοσόφου ἱστορίας ὧδέ ως ἐπιτέμινεται πρὸς λέξιν.
Πορφυρίου ἀπὸ τοῦ πρώτου λόγου τῆς φιλοσό- φου ἱστορίας.
ἀπὸ τῆς ἁλώσεως Ἰλίου ἐπὶ τὴν τῶν Ἡρακλει- δῶν εἰς τὴν Πελοπόννησον κάθοδον ἔτη π φησὶν εἶναι ὁ Ἀπολλόδωρος· ἀπὸ δὲ τῆς καθόδου εἰς τὴν Ἰωνίας κτίσιν ἔτη ξ ἐντεῦθεν εἰς Λυκοῦργον ἔτη θ καὶ ἑκατὸν καὶ πεντήκοντα· ἀπὸ δὲ Λυκούργου εἰς τὴν πρώτην ὀλυμπιάδα ὀκτὼ καὶ ἑκατόν. τὰ δὲ πάντα ἀπὸ τῆς ἀλώσεως Ἰλίου ἐπὶ τὴν πρώτην ὀλυμ- πιάδα ἔτη ἑπτὰ καὶ υ. Anecd. Paris. vol. 2 p. 188, 28: ἀπὸ δὲ Ἰλίου ἁλώσεως ἐπὶ τὴν πρώτην ὀλυμ- πιάδα ἔτη ζ καὶ υ· τοῦτο γὰρ καὶ Πορφυρίῳ δοκεῖ. Cf. C. Müller in fragm. hist. Graec. vol. 3 p. 689.