De abstinentia
Porphyrius
Porphyrius. Opuscula Tria. Nauck, August, editor. Leipzig: Teubner, 1860.
θεοῖς δὲ ἀρίστη μὲν ἀπαρχὴ νοῦς καθαρὸς καὶ ψυχὴ ἀπαθής, οἰκεῖον δὲ καὶ τὸ μετρίων μὲν ἀπάρχεσθαι τῶν ἄλλων, μὴ παρ- έργως δέ, ἀλλὰ σύν πάσῃ προθυμίᾳ. ἐοικέναι γὰρ δεῖ τὰς τιμὰς ταῖς ἐπὶ τῶν ἀγαθῶν προεδρίαις, ὑπα- ναστάσεσίν τε καὶ κατακλίσεσιν, οὐ συντάξεων δό- σεσιν. οὐ γὰρ δὴ ἄνθρωπος μὲν ἐρεῖ·
122
τὴν ἄλλην, εἴ τις γίγνοιτο βλασφημία. καὶ γὰρ δεινὸν ἂν εἴη, Σύρους μὲν τῶν ἰχθύων μὴ ἂν γεύσασθαι μηδὲ τούς Ἕβραίους συῶν, Φοινίκων τε τούς πολλούς καὶ Αἰγυπτίων βοῶν θηλειῶν, ἀλλὰ καὶ βασιλέων πολλῶν μεταβαλεῖν αὐτούς σπουδα- σάντων θάνατον ὑπομεῖναι μᾶλλον ἢ τὴν τοῦ νό- μου παράβασιν, ἡμᾶς δὲ τούς τῆς φύσεως νόμους καὶ τὰς θείας παραγγελίας φόβων ἕνεκα ἀνθρωπί- νων ἤ τινος βλασφημίας τῆς ἀπὸ τούτων αἱρεῖσθαι παραβαίνειν. ἡ μέγα ὁ θεῖος χορὸς σχετλιάσειεν ἂν θεῶν τε ὁμοῦ καὶ ἀνδρῶν θείων πρὸς ἀνθρώ- πων φαύλων δόξας ὁρῶν ἡμὰς κεχηνότας καὶ τὸν παρὰ τούτων φόβον ὑφορωμένους, οἵ καθʼ ἡμέραν μελέτην ἐν τῷ βίῳ τὸ ἀποθνήσκειν τοῖς ἄλλοις πε- ποιήμεθα.