De abstinentia

Porphyrius

Porphyrius. Opuscula Tria. Nauck, August, editor. Leipzig: Teubner, 1860.

φαίη γὰρ ἄν τις ὅτι πολύ μέρος ἀναιροῦμεν μαντείας τῆς διὰ σπλάγχνων ἀπε- χόμενοι τῆς τῶν ζῴων ἀναιρέσεως. οὐκοῦν ὁ τοι- οῦτος ἀναιρείτω καὶ τοὺς ἀνθρώπους· ἐπιφαίνεται γὰρ μᾶλλον, ὡς φασίν, τοῖς τούτων σπλάγχνοις τὰ μέλλοντα· καὶ πολλοί γε τῶν βαρβάρων διʼ ἀνθρώ- πων σπλαγχνεύονται. ἀλλʼ ὥσπερ ἀδικίας καὶ πλε- ονεξίας ἦν τὸ ἕνεκα μαντείας ἀναιρεῖν τὸν ὁμόφυλον, οὕτω καὶ τὸ ἄλογον ζῷον σφάττειν μαντείας ἕνεκα ἄδικον. πότερα δὲ τὰ σημεῖα οἱ θεοὶ ἐπιφαίνουσιν ἢ δαίμονες ἢ ἡ ψυχὴ ἀπαλλαττομένη τοῦ ζῴου πρὸς τὴν πεῦσιν ἀποκρίνεται διὰ τῶν ἐν τοῖς σπλάγχνοις σημείων, οὐκ ἔστιν τοῦ παρόντος λόγου ἐρευνῆσαι.

οἷς μέντοι ὁ βίος ἔξω κυλίεται, τούτοις ἐπιτρέπομεν ἅπαξ ἀσεβήσασιν εἰς ἑαυτούς φέρεσθαι ᾗπερ καὶ φέρονται. ὃν δʼ ἡμεῖς ὑπογράφομεν φιλόσοφον ἀφι- στάμενον τῶν ἐκτός, εἰκότως φαμὲν μὴ ἐνοχλήσειν δαίμοσι, μηδὲ μάντεων δεήσεσθαι μηδὲ σπλάγχνων ζῴων. ὧν γὰρ ἕνεκα αἱ μαντεῖαι, τούτων οὗτος με- μελέτηκεν ἀφίστασθαι. οὐ γὰρ εἰς γάμον καθίησιν, ἵνα περὶ γάμου τὸν μάντιν ἐνοχλήσῃ, οὐκ εἰς ἐμ [*](4. πολλῷ πλέον. τὸ δὲ ἤπου ἴσως σχεδόν.)

116
πορίαν, οὐ περὶ οἰκέτου, οὐ περὶ προκοπῆς καὶ τῆς ἄλλης παῤ ἀνθρώποις δοξοκοπίας. περὶ ὧν δὲ ζη- τεῖ, μάντις μὲν οὐδεὶς οὐδὲ σπλάγχνα ζῴων μηνύ- σει τὸ σαφές· αὐτὸς δὲ διʼ ἑαυτοῦ, ὡς λέγομεν, προσιών τῷ θεῷ, ὃς ἐν τοῖς ἀληθινοῖς αὐτοῦ σπλάγ- χνοις ἵδρυται, περὶ τοῦ αἰωνίου βίου λήψεται τὰς ὑποθήκας, ὅλος ἐκεῖ συρρεύσας, καὶ ἀντὶ μάντεως “Διὸς μεγάλου ὀαριστὴς” εὐχόμενος γενέσθαι.

εἰ δʼ ἄρα καὶ ἐπείξειέ τι τῶν τῆς ἀνάγκης, εἰσίν οἱ τῷ οὕτω ζῶντι τῷ οἰκέτῃ τοῦ θεοῦ καὶ διʼ ὀνειράτων καὶ συμβόλων καὶ διʼ ὄττης ἀγαθοὶ δαίμονες προτρέ- ποντες καὶ μηνύοντες τὸ ἀποβησόμενον καὶ ὃ ἀναγ- καῖον φυλάξασθαι. μόνον γὰρ ἀποστῆναι δεῖ τοῦ κακοῦ καὶ ἐπιγνῶναι τὸ ἐν τοῖς ὅλοις τιμιώτατον καὶ πᾶν τὸ ἐν τῷ ὅλῳ ἀγαθὸν φίλον καὶ προσήγο- ρον. ἀλλὰ δεινή τις ἡ κακία καὶ τῶν θείων ἀμσ- θία καταφρονεῖν ὧν οὐκ οἶδεν καὶ ἐπισύρειν, ἐπειδὴ ταῦτα οὐ φωναῖς ἐξακούστοις ἡ φύσις βοᾷ, νοερὰ δὲ οὖσα διὰ νοῦ μυσταγωγεῖ τούς ταύτην σέβοντας. κἂν μέντοι τις θυτικὴν παραδέξηται προγνώσεως ἕνεκα τοῦ μέλλοντος, οὐχ ἕπεται ταύτῃ καὶ τὸ ἐσθί- ειν δεῖν ἐξ ἀνάγκης καὶ σάρκας παραδέχεσθαι, κα- θάπερ οὐδὲ τὸ θύειν ὁπωσοῦν ἢ θεοῖς ἢ δαίμοσιν εἰσηγεῖται τὴν βρῶσιν. ἡ γοῦν ἱστορία οὐ μόνον ὧν Θεόφραστος ἐμνήσθη, ἀλλὰ καὶ ἄλλων πλειόνων τὴν μενήμην παρέδωκεν ὡς καὶ ἀνθρώπους θυόντων τῶν πάλαι, καὶ οὐ δήπου διὰ τοῦτο καὶ βρωτέον ἀνθρώ- πους.

καὶ ὅτι ταῦτα οὐχ ἀπλῶς, ἀλλὰ πλήρους οὔ- σης τῆς ἱστορίας λέγομεν, αὐτάρκη καὶ ταῦτα πα- ραστῆσαι. ἐθύετο γὰρ καὶ ἐν Ῥόδῳ μηνὶ Μεταγειτ- νιῶνι ἕκτῃ ἱσταμένου ἄνθρωπος τῷ Κρόνῳ. ὃ δὴ ἐπὶ πολὺ κρατῆσαν ἔθος μετεβλήθη· ἕνα γὰρ τῶν

117
ἐπὶ θανάτῳ δημοσίᾳ κατακριθέντων μέχρι μὲν τῶν Κρονίων συνεῖχον, ἐνστάσης δὲ τῆς ἑορτῆς προαγα- γόντες τὸν ἄνθρωπον ἔξω πυλῶν ἄντικρυς τοῦ Ἀρι- στοβούλης ἕδους, οἴνου ποτίσαντες ἔσφαττον. ἐν δὲ τῇ νῦν Σαλαμῖνι, πρότερον δὲ Κορωνίδι ὀνο- μαζομένῃ, μηνὶ κατὰ Κυπρίους Ἀφροδισίῳ ἐθύετο ἄνθρωπος τῇ Ἀγραύλῳ τῇ Κέκροπος καὶ νύμφης Ἀγραυλίδος. καὶ διέμενε τὸ ἔθος ἄχρι τῶν Διομήδους χρόνων· εἶτα μετέβαλεν, ὥστε τῷ Διομήδει τὸν ἄνθρωπον θύεσθαι ὑφʼ ἕνα δὲ περίβολον ὅ τε τῆς Ἀθηνᾶς νεὼς καὶ ὁ τῆς Ἀγραύλου καὶ Διομήδους. ὁ δὲ σφαγιαζόμενος ὑπὸ τῶν ἐφήβων ἀγόμενος τρὶς περιέθει τὸν βωμόν· ἔπειτα ὁ ἱερεὺς αὐτὸν λόγχῃ ἔπαιεν κατὰ τοῦ στομιάχου, καὶ οὕτως αὐτὸν ἐπὶ τὴν νησθεῖσαν πυρὰν ὡλοκαύτιζεν.

τοῦτον δὲ τὸν θεσμὸν Δίφιλος ὁ τῆς Κύπρου βασιλεὺς κατέλυσε, κατὰ τούς Σελεύκου χρόνους τοῦ θεολόγου γενό- μενος, τὸ ἔθος εἰς βουθυσίαν μεταστήσας. προσή- κατο δʼ ὁ δαίμων ἀντὶ ἀνθρώπου τὸν βοῦν οὕτως ἰσάξιόν ἐστιν τὸ δρώμενον. κατέλυσε δὲ καὶ ἐν Ἡλίου πόλει τῆς Αἰγύπτου τὸν τῆς ἀνθρωποκτονίας νόμον Ἄμωσις, ὡς μαρτυρεῖ Μανεθὼς ἐν τῷ περὶ ἀρχαϊσμοῦ καὶ εὐσεβείας. ἐθύοντο δὲ τῇ Ἥρᾳ καὶ ἐδοκιμάζοντο, καθάπερ οἱ ζητούμενοι καθαροὶ μό- σχοι καὶ συσφραγιζόμενοι. ἐθύοντο δὲ τῆς ἡμέρας τρεῖς, ἀνθʼ ὧν κηρίνους ἐκέλευσεν ὁ Ἄμωσις τούς ἴσους ἐπιτίθεσθαι. ἔθυον δὲ καὶ ἐν Χίῳ τῷ Ὠμα- δίῳ Διονύσῳ ἄνθρωπον διασπῶντες, καὶ ἐν Τενώ- δῳ, ὡς φησὶν Κὔελπις ὁ Καρύστιος· ἐπεὶ καὶ Λα- κεδαιμονίους φησὶν ὁ Ἀπολλόδωρος τῷ Ἄρει θύειν ἄνθρωπον.

Φοίνικες δὲ ἐν ταῖς μεγάλαις συμφο- ραῖς πολέμων ἢ λοιμῶν ἢ αὐχμῶν ἔθυον τῶν φιλ-

118
τάτων τινὰ ἐπιφημίζοντες Κρόνῳ, καὶ πλήρης γε ἡ Φοινικικὴ ἱστορία τῶν θυσάντων, ἣν Σαγχουνιά- θων μὲν τῇ Φοινίκων γλώττῃ συνέγραψεν, Φίλων δὲ ὁ Βύβλιος εἰς τὴν Ἐλλάδα γλῶσσαν διʼ ὀκτὼ βιβλίων ἡρμήνευσεν. Ἴστρος δὲ ἐν τῇ συναγωγῇ τῶν Κρητικῶν θυσιῶν φησὶν τούς Κουρῆτας τὸ πα- λαιὸν τῷ Κρόνῳ θύειν παῖδας. καταλυθῆναι δὲ τὰς ἀνθρωποθυσίας σχεδὸν τὰς παρὰ πᾶσιν φησὶ Πάλ- λας ὁ ἄριστα τὰ περὶ τῶν τοῦ Μίθρα συναγαγὼν μυστηρίων ἐπὶ Ἀδριανοῦ τοῦ αὐτοκράτορος. ἐθύετο γὰρ καὶ ἐν Λαοδικείᾳ τῇ κατὰ Συρίαν τῇ Ἀθηνᾷ κατʼ ἔτος παρθένος, νῦν δὲ ἔλαφος. καὶ μὴν καὶ οἱ ἐν Λιβύῃ Καρχηδόνιοι ἐποίουν τὴν θυσίαν, ἣν Ἰφικράτης ἔπαυσεν, καὶ Δουμαθηνοὶ δὲ τῆς Ἀραβίας κατʼ ἔτος ἕκαστον ἔθυον παῖδα, ὄν ὑπὸ βωμὸν ἔθα- πτον, ᾧ χρῶνται ὡς ξοάνῳ. Φύλαρχος δὲ κοινῶς πάντας τούς Ἕλληνας πρὶν ἐπὶ πολεμίους ἐξιέναι ἀνθρωποκτονεῖν ἱστορεῖ. καὶ παρίημι Θρᾷκας καὶ Σκύθας, καὶ ὡς Ἀθηναῖοι τὴν Ἐρεχθέως καὶ Πρα- ξιθέας θυγατέρα ἀνεῖλον. ἀλλʼ ἔτι γε νῦν τίς ἀγνο- εῖ κατὰ τὴν μεγάλην πόλιν τῇ τοῦ Αατιαρίου Διὸς ἑορτῇ σφαζόμενον ἄνθρωπον; καὶ οὐ δήπου τούτου ἕνεκα βρωτέον καὶ σάρκας ἀνθρώπων, ἐπείπερ διά τινα ἀνάγκην εἰς θυσίαν ἄνθρωπος παρελήφθη. καὶ γὰρ ἐν λιμοῖς πολιορκούμενοί τινες ἀλλήλων ἐγεύ- σαντο, καὶ ὅμως ἐναγεῖς οὗτοι ἐνομίσθησαν καὶ τὸ πρᾶγμα ἀσεβές.

καὶ μετά γε τὸν πρῶτον πόλεμον τὸν γενόμενον Ῥωμαίοις περὶ Σικελίας πρὸς Καρ- χηδονίους ἀποστάντων τῶν Φοινίκων μισθοφόρων [*](15. σημείωσαι καὶ Βούλγαροι τοῦτο ἐποίουν πρὸ τοῦ δέ- ξασθαι τὸ ἅγιον βάπτισμια.)

119
καὶ συναποστησάντων τοὺς Λίβυας, Ἀμίλκας ὁ Βάρκας ἐπικαλούμενος, ἐπιστρατεύσας αὐτοῖς εἰς λιμὸν οὕτως περιέστησεν, ὡς τὸ μὲν πρῶτον τούς πίπτοντας ἐν ταῖς μάχαις ἐσθίειν ἐπιλειπόντων πάν- των, δεύτερον τούς αἰχμαλώτους, τρίτον τούς οἰκέ- τας, ὕστερον δὲ καὶ ἐπʼ ἀλλήλους ὁρμῆσαι καὶ κλήρῳ τούς συστρατιώτας ἐσθίειν. ἀλλʼ ὅ γε Ἀμίλκας λα- βὼν ὑποχειρίους διὰ τῶν ἐλεφάντων συνεπάτησεν, ὡς οὐχ ὅσιον ἔτι τοῖς ἄλλοις ἀνθρώποις αὐτούς ἐπι- μίγνυσθαι, καὶ οὔτε αὐτὸς παρεδέξατο διὰ τὸ τολ- μῆσαί τινας τὴν ἀνθρωποφαγίαν οὔθ᾿ ὁ υἱὸς αὐτοῦ Ἀννίβας, ᾧ συνεβούλευέ τις εἰς τὴν ταλίαν στρα- τεύοντι ἐθίσαι ἀνθρωποφαγεῖν τὸν στρατόν, ὡς μὴ τροφῆς ἀποροῖεν. οὐ τοίνυν ἐπεὶ λιμοὶ καὶ πόλεμοι αἴτιοι τῆς τῶν ἄλλων ζῴων βρώσεως γεγόνασιν, ἐχρῆν ταύτην καὶ διʼ ἡδονὴν παραδέξασθαι, καθάπερ οὐδὲ τὴν ἀνθρωποφαγίαν προσηκάμεθα· οὐδὲ ἐπεὶ ἔθυσάν τισι δυνάμεσιν ζῷα, ἐχρῆν καὶ ἐσθίειν αὐτά. οὐδὲ γὰρ ἀνθρώπους θύσαντες ἐγεύσαντο τούτου γε ἕνεκα σαρκῶν ἀνθρωπίνων.

ἀλλʼ ὅτι μὲν τῷ θύειν οὐχ ἕπεται τὸ καὶ ἐσθί- ειν πάντως τὰ ζῷα, διὰ τούτων ἀποδέδεικται.

ὅτι δὲ οὐ θεοῖς, ἀλλὰ δαίμοσι τὰς θυσίας τὰς διὰ τῶν αἱμάτων προσῆγον οἱ τὰς ἐν τῷ παντὶ δυνάμεις κα- ταμαθόντες, καὶ τοῦτο πεπίστωται παρʼ αὐτῶν τῶν θεολόγων. καὶ μὴν ὅτι τούτων οἱ μὲν κακοποιοί, οἱ δὲ ἀγαθοί, οἵ οὐκ ἐνοχλήσουσιν ἡμῖν ἀπαρχο- μένοις ἐκ μόνων ὧν ἐσθίομεν καὶ τρέφομεν ἤ τὸ σῶμα ἤ τὴν ψυχήν, καὶ τούτου μέμνηνται. ὀλίγα δʼ ἔτι προσθέντες, ὡς καὶ αἱ ἀδιάστροφοι ἔννοιαι τῶν πολλῶν ἐπιβάλλουσι τῇ ὀρθῇ περὶ τῶν θεῶν

120
ὑπολήψει, τὸ βιβλίον περιγράψομεν. λέγουσι γοῦν καὶ τῶν ποιητῶν οἱ ἐπʼ ὀλίγον σωφρονοῦντες·
  • τίς ὧδε μῶρος καὶ λίαν ἀνειμένως
  • εὔπιστος ἀνδρῶν, ὅστις ἐλπίζει θεοὺς
  • ὀστῶν ἀσάρκων καὶ χολῆς πυρουμένης,
  • ἃ καὶ κυσὶν πεινῶσιν οὐχὶ βρώσιμα,
  • χαίρειν ἀπαρχαῖς καὶ γέρας λαχεῖν τόδε;
  • ἄλλος δὲ φησίν
  • ψαιστά, λιβανωτόν, πόπανα· ταῦτʼ ὠνήσομαι.
  • οὐ τοῖς φίλοις θύω γάρ, ἀλλὰ τοῖς θεοῖς
  • τὰ νῦν.
  • ἐπεὶ καὶ Ἀπόλλων παραινῶν θύειν κατὰ τὰ πάτρια, τοῦτʼ ἔστιν κατὰ τὸ ἔθος τῶν πατέρων, ἐπανάγειν ἔοι- κεν εἰς τὸ παλαιὸν ἔθος. τὸ δὲ παλαιὸν διὰ ποπά- νων καὶ τῶν καρπῶν ἦν, ὡς ἀπεδείξαμεν. ὅθεν καὶ θυσίαι καὶ θυηλαὶ καὶ θυμέλαι ἐκαλοῦντο, καὶ αὐτὸ τὸ θύειν τοῦ θυμιᾶν εἴχετο καὶ τοῦ νῦν παρʼ ἡμῖν λεγομένου ἐπιθύειν. ὃ γὰρ ἡμεῖς νῦν θύειν λέγομεν ἕρδειν ἔλεγον.

  • ἔρδον δʼ Ἀπόλλωνι τεληέσσας ἑκατόμβας
  • ταύρων ἡδ᾿ αἰγῶν.
  • ἀγνοοῦσιν δὲ οἱ τὴν πολυτέλειαν εἰσαγαγόντες εἰς τὰς θυσίας, ὅπως ἄμα ταύτῃ ἑσμὸν κακῶν εἰσήγα- γον, δεισιδαιμονίαν, τρυφήν, ὑπόληψιν τοῦ δεκά- ζειν δύνασθαι τὸ θεῖον καὶ θυσίαις ἀκεῖσθαι τὴν ἀδικίαν. πόθεν οἱ μὲν τριττύας χρυσόκερως, οἱ δʼ ἑκατόμβας, Ὀλυμπιὰς δʼ ἡ Ἀλεξάνδρου μήτηρ πάντα χίλια ἔθυεν, ἅπαξ τῆς πολυτελείας ἐπὶ τὴν δεισι- δαιμονίαν προαγούσης; ὅταν δὲ νέος θεούς χαίρειν πολυτελείαις γνῷ καί, ὡς φασίν, ταῖς τῶν βοῶν καὶ τῶν ἄλλων ζῴων θοίναις, πότʼ ἂν ἑκὼν σωφρο- νήσειεν; πῶς δὲ κεχαρισμένα θύειν ἡγούμενος τοῖς

    121
    θεοῖς ταῦτα, οὐκ ἐξεῖναι ἀδικεῖν οἰήσεται αὐτῷ μέλ- λοντι διὰ τῶν θυσιῶν ἐξωνεῖσθαι τὴν ἁμαρτίαν; πεισθεὶς δὲ ὅτι τούτων χρείαν οὐκ ἔχουσιν οἱ θεοί, εἰς δὲ τὸ ἦθος ἀποβλέπουσι τῶν προσιόντων, με- γίστην θυσίαν λαμβάνοντες τὴν ὀρθὴν περὶ αὐτῶν τε καὶ τῶν πραγμάτων διάληψιν, πῶς οὐ σώφρων καὶ ὅσιος καὶ δίκαιος ἔσται;