De abstinentia

Porphyrius

Porphyrius. Opuscula Tria. Nauck, August, editor. Leipzig: Teubner, 1860.

φέρε δὲ καὶ πεισθῆναι πάντας ἀνθρώπους τῷ δόγματι. τίνα τοίνυν ἡ ἐπιγονὴ τῶν ζῴων ἔξει μοῖραν; ὗς μὲν γὰρ ὅσα τίκτει καὶ λαγὼς οὐδένα λανθάνει. πρόσθες δὲ καὶ τἄλλα ζῷα πάνθʼ ἀπλῶς. πόθεν οὖν τούτοις ἡ νομή, καὶ τί πείσονται οἱ γεωργοί; καὶ γὰρ φθειρο- μένων τῶν καρπῶν τοὺς φθείροντας οὐκ ἀποκτείνου- σιν, ἡ γῆ τε τὸ πλῆθος οὐκ οἴσει τῶν ζῴων, τό τε θνή- σκοντα ἐκ τῆς σηπεδόνος φθορὰν ἐμποιήσει, λιμοῦ τε κατασχόντος οὐκ ἔσται καταφυγή. θάλασσα μὲν γὰρ καὶ ποτσμοὶ καὶ λίμιναι ἰχθύων πεπλήσονται, ὁ δὲ ἀὴρ ὀρνίθων, ἡ δὲ γῆ πλήρης ἑρπετῶν παντοίων.

πόσοι δὲ πρὸς θεραπείαν ἐμποδισθήσονται ἀπεχόμενοι τῶν ζῴων; τοὺς γοῦν τῶν ὄψεων ἀποτυφλουμένους ἔστιν ἰδεῖν ἔχεως βρώσει τηρήσαντας ὅρασιν. Κρατεροῦ τοῦ ἰατροῦ οἰκέτης ξένῳ περιπεσὼν νοσήματι, τῶν σαρκῶν ἀπόστασιν λαβουσῶν ἐκ τῶν ὀστῶν, τοῖς μὲν φαρμά- κοις ὠφέλητο οὐδέν· ἰχθύος δὲ τρόπῳ ἔχει σκευα- σθέντι καὶ βρωθέντι διεσώθη, τῆς σαρκὸς συγκολλη- θείσης. πολλὰ δὲ καὶ ἄλλα ζῷα θεραπεύει προσενε- χθέντα καὶ τῶν ζῴων ἕν ἕκαστον μέρος. ὅ δὴ πάντα παραιρεῖται ὁ παραιτούμενος τὰ ἔμψυχα.

εἰ δέ, ὡς φασί, καὶ τὰ φυτὰ ψυχὴν ἔχει, ποῖος ἄν εἴη ὁ βίος, μήτε ζῴων μήτε φυτῶν ἡμῶν ἀποτεμνόντων; εἴπερ δὲ μὴ ἀσεβεῖ ὁ τὰ φυτὰ κατακόπτων, οὐδʼ ὁ τὰ ζῷα.

ἀλλʼ οὐ χρῆναι φήσει τις κτείνειν τὸ ὁμόφυλον, εἴ γε ὁμοούσιοι αἱ τῶν ζῴων ψυχαὶ ταῖς ἡμετέραις. ἀλλʼ εἰ

55
μὲν ἑκούσας τις εἰσκρίνεσθαι τὰς ψυχὰς δίδωσι, νεό- τητος ἐρώσας ἄν τις φαίη εἰσκρίνεσθαι [ἐν γὰρ ταύτῃ πάντων ἀπόλαυσις]. διὰ τί οὖν οὐκ εἰς ἀνθρώπου πάλιν εἰσεδύοντο φύσιν; εἰ δὲ ἑκούσας μὲν καὶ νεό- τητος ἔρωτι, διὰ δὲπαντὸς εἴδους ζῴων, κεχαρισμένον ἄν εἴη αὐταῖς τὸ ἀναιρεῖσθαι. ἡ γὰρ ἐπάνοδος ταχίων ἐπὶ τὸν ἄνθρωπον, τά τε σώματα ἐσθιόμενα λύπην οὐκ ἂν ἐντίκτοι ταῖς ψυχαῖς ὡς ἄν ἀπηλλαγμέναις αὐ- τῶν, ἔρως δʼ ἂν αὐταῖς εἴη ἐν ἀνθρώπου φύσει γενέ- σθαι, ὥσθʼ ὅσον ἂν λυποῖντο ἐκλείπουσαι τὸ ἀνθρώ- πινον, ἐπὶ τοσοῦτο χαίροιεν ἀπολείπουσαι τὰ ἄλλα σώματα. ταχίων γὰρ ἡ ἐπὶ τὸν ἂνθρωπον ἐπάνοδος, ὅς τῶν ἀλόγων δεσπόζει πάντων ὡς ὁ θεὸς ἀνθρώ- πων. αἰτία τοίνυν ἱκανὴ ἀναιρεῖν τὰ ἂλογα ζῷα, ἐφʼ ὅσον ἀδικεῖ κτείνοντα τοὺς ἀνθρώπους. εἰ δʼ εἰσὶν αἱμὲν τῶν ἀνθρώπων ἀθάνατοι ψυχαί, αἱ δὲ τῶν ἀλό- γων θνηταί, οὐκ ἀδικοῦμεν οἱ ἄνθρωποι τὰ ἄλογα κτείνοντες, ὥσπερ ὠφελοῦμεν, εἴπερ εἰσὶν ἀθάνατοι, κτείνοντες· εἰς ἐπάνοδον γὰρ τῆς ἀνθρωπἴνης φύσεως τοῦτο δρῶμεν.

εἰ δʼ ἀμύνομεν, οὐκ ἀδικοῦμεν, ἀλλʼ ἀδικοῦντα μετερχόμεθα. ὥστʼ εἰ μὲ νἀθάνατοι αἱ ψυ- χαί, κτείνοντες ὠφελοῦμεν· εἰ δὲ αἰ τῶν ἀλόγων θνη- ταί, κτείνοντες οὐδὲν ἀσεβὲς πράττομεν. εἰ δὲ καὶ ἀμύνομεν, πῶς οὐκ ἐν δίκῃ πράττομεν; ὄφιν μὲν οὖν καὶ σκορπίον, κἄν μὴ ἐπίωσιν ἡμῖν, κτείνομεν, ἵνα μηδʼ ἄλλος πρὸς αὐτῶν τι πάθῃ, τῷ κοινῷ γένει τῶν ἀνθρώπων ἀμύνοντες· ἐπιχειροῦντα δὲ τοῖς ἀνθρώ- ποις ἢ τοῖς συνανθρωποῦσιν ἢ τοῖς καρποῖς, πῶς οὐκ ἂν δικαίως κτείνοιμεν;

εἰ δʼ ἅπαξ ἀδικίαν τις ταύτην ἡγεῖται, μήτε γάλακτι χρήσθω μήτʼ ἐρίῳ μήτε ὠοῖς, μήτε μέλιτι. ὡς γὰρ ἄνθρωπον ἀδικεῖς ἀφαιρούμενος τὴν ἐσθῆτα, οὕτως καὶ τὴν ὄιν πέξας· ἐσθὴς γὰρ αὕτη

56
τοῦ προβάτου· καὶ τὸ γάλα οὐ σοὶ γέγονεν, ἀλλὰ τοῖς ἀποκυηθεῖσι τέκνοις· ἥ τε μέλισσα ταύτην αὑτῇ τρο- φὴν συνελέξατο, ἣν ἀφελόμενος ἡδονὴν σαυτῷ κατε- σκεύασας. καὶ τὸν τῶν Αἰγυπτίων λόγον σεσίγηκα, ὅτι καὶ τῶν φυτῶν ἀδικοῦμεν ἁπτόμενοι. εἰ δὲ ταῦθʼ ἡμῶν χάριν γέγονεν, καὶ ἡ μέλισσα ἡμῖν δουλεύουσα τὸ μέλι ἐργάζεται καὶ τὸ ἔριον ἐπιφύεται τῶν προβά- των, ὅ ἡμῖν κόσμος καὶ ἀλέα.

αὐτοῖς δὲ τοῖς θεοῖς εἰς εὐσέβειαν συντελοῦντες ζῷα θύομεν· καὶ αὐτῶν ὁ μὲν Ἀπόλλων λυκοκτόνος, ἡ δὲ Ἄρτεμις θηροκτόνος· ἐπεὶ καὶ οἱ ἡμίθεοι καὶ οἱ ἥρωες πάντες καὶ γένει καὶ ἀρετῇ ἡμῶν προύχοντες ἐδοκίμασαν τὴν τῶν ἐμψύ- χων προσφοράν, ὥστε καὶ θεοῖς θύειν δωδεκῇδας καὶ ἑκατόμβας. ὁ δὲ Ἡρακλῆς ἔν τε τοῖς ἄλλοις καὶ ἐπὶ τούτῳ ὑμνεῖται, ὅτι βουφάγος ἦν.

τὸ δὲ λέγειν ὅτι πόρρωθεν Πυθαγόρας ἠσφαλίζετο τῆς ἀλληλοφαγίας ἀποκρουόμενος τοὺς ἀνθρώπους, εὔηθες. εἰ μὲν γὰρ οἱ κατὰ Πυθαγόραν πάντες ἄνθρωποι ἀλλήλους ἤσθιον, ληρώδης ὁ καὶ τῶν ἄλλων ζῴων ἀποσπῶν τοὺς ἀνθρώπους, ἵνα τῆς ἀλληλοφαγίας ἀποστήσῃ. διὰ τούτου γὰρ ἔμελλε μᾶλλον αὐτοὺς προτρέψεσθαι, ἀποφαίνων ὡς ἴσον ἐστὶν ἀλλήλους ἐσθίειν καὶ ὑῶν τε καὶ βοῶν σάρκας ἐμφορεῖσθαι. εἰ δὲ μὴ ἦν ἀλληλο- φαγία τότε, τί ἔδει τούτου τοῦ δόγματος; εἰ δʼ ἑαυτῷ καὶ τοῖς ἑταίροις τὸν νόμον ἐτίθει, αἰσχρὰ ἡ ὑπόθε- σις· ἀλληλοφάγους γὰρ ἀποδείκνυσι τοὺς Πυθαγόρᾳ συμβιώσαντας.

τοὐναντίον δὲ συμβήσεσθαι ὧν οὗτος ἐστοχάζετο. εἰ γὰρ ἀποστησόμεθα τῶν ἐμψύχων, οὐ μόνονπλούτου τοῦ τοιούτου καὶ ἡδονῆς ἀπολειψόμεθα, . ἀλλὰ καὶ τὰς ἀρούρας ἀπολοῦμεν φθειρομένας ὑπὸ τῶν θηρίων, ὑπό τε ὄφεων καταλήψεται πᾶσα ἡ γῆ αὶ κτῶν πετεινῶν, ὥστε καὶ τοὺς ἀρότους χαλεπῶς

57
γίγνεσθαι καὶ τὰ σπαρέντα εὐθύς τε ὑπὸ τῶν ὀρνίθων ἀναλέγεσθαι καὶ τὰ τελεωθέντα ὑπὸ τῶν τετραπόδων ἅπαντα ἀναλίσκεσθαι. τοσαύτης δὲ ἀπορίας βρωτῶν γιγνομένης, ἀνάγκη πικρὰ καταλήψεται ἐπʼ ἀλλήλους τραπέσθαι.

καὶ μὴν καὶ οἱ θεοὶ συντάξεις τε πολλοῖς θεραπείας ἕνεκα δεδώκασιν τὰς ἐκ θηρίων, καὶ πλή- ρης γε ἡ ἱστορία, ὡς αὐτοὶ προσέταξάν τισι καὶ θύειν αὐτοῖς καὶ προσφέρεσθαι τῶν τυθέντων. ἐν δὲ τῇ καθόδῳ τῶν Ἡρακλειδῶν οἱ ἐπὶ τὴν Δακεδαίμονα στρατεύοντες μετʼ Εὐρυσθένους καὶ Προκλέους ἐν ἀπορίᾳ τῶν ἀναγκαίων ὄφεις ἔφαγον, οὓς ἔδωκεν ἡ γῆ τότε τροφὴν τῷ στρατοπέδῳ. ἄλλῳ δὲ στρατῷ πεινῶντι κατὰ τὴν Διβύην ἐνέπεσε νέφος ἀκρίδων. ἐν τοῖς Γαδείροις καὶ τόδε συνέτυχε. Βόγος ἦν βασι- λεὺς Μαυρουσίων ὁ ἐν Μεθώνῃ σφαγεὶς ὑπʼ Ἀγρίπ- πα· οὗτος ἐπεχείρησε τῷ Ἡρακλείῳ πλουσιωτάτῳ ὄντι ἱερῷ. ἔστι δὲ νόμος τοῖς ἱερεῦσιν ὁσημέραι τὸν βω- μὸν αἱμάσσειν. τοῦτο δὲ ὅτι οὐ γνώμῃ γίγνεται ἀν- θρώπων, ἀλλὰ κατὰ θεόν, ὁ τότε καιρὸς ἀπέδειξε. τῆς γὰρ πολιορκίας ἐγχρονιζομένης ἐπέλιπε τὰ ἱερεῖα. ὁ. δὲ ἱερεὺς ἐν ἀπορίᾳ γενόμενος ὄνειρον ὁρᾷ τοιόνδε. ἐδόκει ἑστάναι μέσος τῶν στηλῶν τῶν Ἡρακλείων, ἔπειτʼ ἄντικρυς τοῦ βωμοῦ ὁρᾶν ὄρνιν καθεζόμενον καὶ πειρώμενον ἐφίπτασθαι· ἐπιπτάντα δὲ εἰς τὰς χεῖρας ἐλθεῖν αὐτοῦ· ᾧ δὴ καὶ τὸν βωμὸν αἱμάξαι. τοῦτʼ ἰδὼν ἅμʼ ἡμέρᾳ ἐξαναστὰς ἐπὶ τὸν βωμὸν ἦλθεν καὶ ὥσπερ ἐν τῷ ὀνείρῳ στὰς ἐπὶ τοῦ πύργου ἀποβλέ- πει· ὁρᾷ τε τὸν ὄρνιν ἐκεῖνον οἷον ἐν τοῖς ὕπνοις, ἐλπίσας τε ἐκβαίνειν τοὐνύπνιον ἔστη. καταπτὰς δʼ ὁ ὄρνις ἐπὶ τοῦ βωμοῦ ἐκαθέζετο, εἰς τὰς χεῖράς θʼ αὑτὸν ἔδωκε τοῦ ἀρχιερέως, καὶ οὕτως ἱερεύθη καὶ ὁ βωμὸς ᾑμάχθη. τούτου δʼ ἐστὶν ἐνδοξότερον τὸ γεγο-

58
νὸς ἐν Κυζίκῳ. πολιορκοῦντος γὰρ αὐτὴν Μιθραδά- του ἡ τῆς Περσεφόνης ἑορτὴ ἐπέστη, ἐν ᾗ βοῦν χρὴ θῦσαι. αἱ δʼ ἱεραὶ ἀγέλαι ἐνέμοντο τῆς πόλεως ἄντι- κρυς, ἐξ ὧν ἔδει τὸ ἱερεῖον γενέσθαι, ἤδη δὲ ἦν καὶ τὸ σημεῖον ἐπικείμενον. τῆς δʼ ὥρας αἰτούσης ἡ βοῦς ἐμυκήσατο διενήξατό τε τὸν πόρον· ὥς τε ἀνέῳξαν τὴν πύλην οἱ φύλακες, ἡ δὲ δρόμῳ διῇξε κἀπὶ τοῦ βωμοῦ παρέστη, τῇ θεῷ τε ἐτελέσθη τὸ θῦμα. οὐκ ἀπεικότως ἄρα εὐσεβέστατον εἶναι νομίζουσι τὸ πλεῖ- στα θῦσαι, εἴπερ ἀρεστὸν θεοῖς φαίνεται τὸ θύειν.

ποία δὲ ἄν τις γένοιτο πόλις, εἰ πόντες οἱ πολῖται ταύ- την ἔχοιεν τὴν γνώμην; πῶς γὰρ ἄν ἀμύναιντο πολε- μίους ἐπὶ σφᾶς ἰόντας, τὴν μεγίστην ποιούμενοι φυ- λακὴν μή τινα αὐτῶν ἀποκτείνωσιν; παραχρῆμα τοί- νυν ἀνάστατοι γίγνοιντʼ ἄν· ἄλλα δʼ ὅσα δυσχερῆ συμβαίνειν ἀνάγκη, μακρὸν ἄν ἔργον εἴη λέγειν. ὅτι δὲ οὐκ ἀσεβὲς τὸ κτείνειν καὶ ἐσθίειν, δηλοῖ τὸ καὶ αὐτὸν τὸν Πυθαγόραν, τῶν μὲν πάλαι διδόντων γάλα πίνειν τοῖς ἀθλοῦσι καὶ τυροὺς δὲ ἐσθίειν ὕδατι βε- . βρεγμένους, τῶν δὲ μετʼ ἐκείνους ταύτην μὲν ἀποδο- κιμασάντων τὴν δίαιταν, διὰ δὲ τῶν ξηρῶν σύκων τὴν τροφὴν ποιουμένωντοῖς ἀθληταῖς, πρῶτον περιε- λόντα τὴν ἀρχαίαν κρέα διδόναι τοῖς γυμναζομένοις καὶ πολὺ διαφέρουσαν πρὸς ἰσχὺν εὑρεῖν δύναμιν. ἱστοροῦσι δέ τινες καὶ αὐτοὺς ἅπτεσθαι τῶν ἐμψύχων τοὺς Πυθαγορείους, ὅτε θύοιεν θεοῖς.

τοιαῦτα μὲν καὶ τὰ παρὰ Κλωδίῳ καὶ Ἡρακλείδῃ τῷ Ποντικῷ Ἑρμάχῳ τε τῷ Ἐπικουρείῳ καὶ τοῖς ἀπὸ τῆς στοᾶς καὶ τοῦ περιπάτου, ἐν οἷς καὶ τὰ ὑμέτερα, ὅσα ἡμῖν ἀπηγγέλθη, περιείληπται. μέλλοντες δὲ πρός τε ταύτας καὶ τὰς τῶν πολλῶν ὑπολήψεις ἀντιλέγειν εἰκότως ἄν προλέγοιμεν ταῦτα.

59

πρῶτον μὲν τοίνυν ἰστέον ὡς οὐ παντὶ τῷ βίῳ τῶν ἀνθρώπων ὁ λόγος μου τὴν παραίνεσιν οἴσει· οὔτε γὰρ τοῖς τὰς βαναύσους τέχνας μετερχομένοις, οὔτʼ ἀθληταῖς σωμάτων, οὐ στρατιώταις, οὐ ναύταις, οὐ ῥήτορσιν, οὐ τοῖς τὸν πραγματικὸν βίον ἐπανελομέ- νοις· ἀνθρώπῳ δὲ λελογισμένῳ, τίς τ’ ἔστι καὶ πόθεν ἐλήλυθεν ποῖ τε σπεύδειν ὀφείλει, τά τε περὶ τροφὴν κἀν τοῖς ἄλλοις καθήκουσιν ἐξηλλαγμένα τῶν κατὰ τοὺς ἄλλους βίους ὑποτιθεμένῳ. οὐδὲν ἄρα πρὸς τοὺς ἄλλους ἢ τοιούτους γρύξαιμεν ἄν· οὐδὲ γὰρ ἐν τῷ κοι- νῷ τούτῳ βίῳ ἡ αὐτὴ δήπου παραίνεσις τῷ τε καθεύ- δοντι καὶ εἰ τύχοι τοῦτο διὰ βίου σπουδάζοντι τά τε ὑπνωτικὰ πανταχόθεν παρασκευασαμένῳ, καὶ τῷ προθυμουμένῳ μὲν τὸν ὕπνον ἀποκρούειν, πᾶν δὲ τὸ περὶ αὑτὸν πρὸς ἀγρυπνίαν συντάξαντι. ἀλλὰ τῷ μὲν ἀνάγκη καὶ μέθην καὶ κραιπάλην καὶ πλησμονὴν ὑπο- τίθεσθαι, σκοτεινόν τε οἶκον καὶ στρωμνὴν μαλακὴν εὐρεῖάν τε καὶ πίειραν, ὡς φασὶν οἱ ποιηταί, παραι- νεῖν ἐκλέγεσθαι, καὶ πᾶν καρωτικὸν ἀργίας τε καὶ λήθης ποιητικόν, εἴτε ὀσφραντὸν εἴτʼ ἐπίχριστον εἴτε ποτὸν ἢ βρωτὸν προσάγειν φάρμακον· τῷ δὲ νηφά- λιον μὲν καὶ ἄοινον τὸ ποτόν, λεπτὸν δὲ τὸ σιτίον καὶ ἐγγὺς τεῖνον ἀποσιτίας, φωτεινὸν δὲ τὸν οἶκον καὶ ἀέρος λεπτοῦ καὶ πνεύματος μέτοχον, φροντίδων δὲ καὶ μερίμνης ἀνακίνησιν σύντονον ποιεῖσθαι, κοὶ τὴν κοίτην λιτήν τε καὶ ξηρὰν παρασκευάζειν. εἰ μὲν γὰρ πρὸς τοῦτο πεφύκαμεν, λέγω δὲ τὸ διαγρυπνεῖν, ὡς ἔνι μάλιστα ὀλίγον τι διδόντες τῷ ὕπνῳ, καθʼ ὅσον οὐκ ἐν χώρῳ ἐσμὲν τῷ τῶν διʼ αἰῶνος ἀγρύπνων, ἢ οὐδὲ πρὸς τὸ καθεύδειν συνέστημεν, ἄλλος ἂν εἴη λόγος καὶ μακρῶν δεόμενος ἀποδείξεων.

τῷ δὲ ἅπαξ τὸ γοήτευμα τῆς ἐνταῦθʼ ἡμῶν διατριβῆς καὶ τοῦ

60
οἴκου, ἐν ᾧ διάγομεν, ὑποπτεύσαντι τό τε αὑτοῦ ἄγρυ- πνον φύσει κατιδόντι καὶ τὸ ὑπνοποιὸν τοῦ χώρου, ἐν ᾧ διατρίβει, φωράσαντι, τούτῳ διαλεγόμενοι τὴν ἀκό- λουθον τῇ τε ὑποψίᾳ τοῦ χώρου καὶ τῇ αὑτοῦ γνώσει τροφὴν παραδίδομεν, τοὺς καθεύδοντας ἐᾶν παρειμέ- νους ἐν τοῖς σφῶν δεμνίοις παρακελευόμενοι, εὐλα- βούμενοι μὴ ὥσπερ ὀφθαλμίας οἱ εἰς τοὺς ὀφθαλμιῶν- τας ἐμβλέποντες ἢ χάσμης οἱ συνόντες τοῖς χασμωμέ- νοις, οὕτως νυσταγμῶν ἐμπλησθῶμεν καὶ ὕπνου, ψυγ- μοῦ τε πλήρους ὄντος τοῦ τόπου, ἐν ᾧ διατρίβομεν, ἐπιτηδείως τε ἔχοντος ὀφθαλμοὺς ῥευματίζειν, ἅτε καὶ λιμνώδους ὄντος, καὶ πρὸς καρηβαρίαν καὶ λήθην πάντας τῶν ἐν αὐτῷ καθελκουσῶν ἀναθυμιάσεων. εἰ μὲν οὖν καὶ οἱ νομοθέται τὰ κατὰ τοὺς νόμους διέ- ταξαν ταῖς πόλεσι πρὸς τὸν θεωρητικὸν ἀνάγοντες βίον καὶ ζωὴν τὴν κατὰ νοῦν, χρῆν δήπου πειθομένους ἐκείνοις κοὶ τὰς περὶ τῶν τροφῶν προσίεσθαι συγχω- ρήσεις. εἰ δὲ οὗτοι μὲν πρὸς τὸν κατὰ φύσιν λεγόμε- νον μέσον βίον ἀφορῶντες, καὶ ἃ πρόσοιντʼ ἂν καὶ οἱ πολλοί, οἷς τὰ ἐκτὸς ἀγαθὰ ἢ κακὰ καὶ τὰ τοῦ σώμα- τος ὡσαύτως ὑπείληπται, νομοθετοῦσιν, τί τις ἂν τὸν τούτων παραφέρων νόμον ἀνατρέποι βίον νόμου μὲν παντὸς γραπτοῦ καὶ πρὸς τοὺς πολλοὺς κειμένου κρείττονα, τὸν δὲ ἄγραφον καὶ θεῖον μάλιστα διώ- κοντα; ἔχει γὰρ οὕτως.

οὐκ ἔστιν ἡ εὐδαιμονικὴ ἡμῖν θεωρία λόγων ἄθροισις καὶ μαθημάτων πλῆθος, ὡς ἄν τις οἰηθείη, συνισταμένη κατὰ τοῦτο, οὐδʼ ἐν τῷ ποσῷ τῶν λόγων λαμβάνει τὴν ἐπίδοσιν· οὕτω γὰρ οὐδὲν ἄν ἐκώλυεν τοὺς πᾶν μάθημα συνάγοντας εἶναι εὐδαίμονας. νῦν δʼ οὐχ ὅπως πᾶν μάθημα συμπλη- ροῖ τὴν θεωρίαν, ἀλλʼ οὐδὲ τὰ περὶ τῶν ὄντως ὄντων, ἐὰν μὴ προσῇ καὶ ἡ κατ᾿ αὐτὰ φυσίωσις καὶ ζωή. τριῶν

61
γάρ, φασίν, ὡς καθʼ ἕκαστον σκοπὸν τελῶν ὄντων, ἡμῖν τοῦ τυχεῖν τῆς τοῦ ὄντος θεωρίας τὸ τέλος, τῆς τεύξεως τελούσης τὴν κατὰ δύναμιν τὴν ἡμετέραν σύμφυσιν τῷ θεωροῦντι καὶ θεωρουμένῳ· οὐ γὰρ εἰς ἄλλο, ἀλλʼ εἰς τὸν ὄντως αὐτὸν ἡ ἀναδρομή· οὐδὲ πρὸς ἄλλο, ἀλλὰ πρὸς τὸν ὄντως αὐτὸν ἡ σύμφυσις. αὐτὸς δὲ ὄντως ὁ νοῦς, ὥστε καὶ τὸ τέλος τὸ ζῆν κατὰ νοῦν. καὶ πρὸς τοῦτο καὶ οἱ λόγοι καὶ τὰ μαθήματα τὰ ἔξωθεν, καθαρτικὸν ἐπέχοντα τρόπον ἡμῶν, οὐ συμπληρωτικὸν τῆς εὐδαιμονίας. ὅθεν εἰ μὲν ἐν λό- γων ἀναλήψει ἀφώριστο τὸ εὔδαιμον, οἷόν τʼ ἦν ὀλι- γωροῦντας καὶ τροφῶν καὶ ποιῶν ἔργων τυγχάνειν τοῦ τέλους. ἐπεὶ δὲ ζωὴν δεῖ ἀντὶ ζωῆς ἀλλάξασθαι τῆς νῦν διὰ λόγων καὶ ἔργων καθαρθέντας, φέρε ποῖοι λόγοι καὶ τίνα ἔργα εἰς ταύτην ἡμᾶς καθίστησι σκεψώμεθα.

ἆρʼ οὖν οὐ τὰ μὲν χωρίζοντα ἀπὸ τῶν αἰσθητῶν καὶ τῶν κατʼ αὐτὰ παθῶν, ἀνάγοντα δὲ πρὸς νοερὰν καὶ ἀφάνταστον ἀπαθῆ τε ζωὴν καθʼ ὅσον οἷόν τε, ταῦτα ἄν εἴη· τὰ δʼ ἐναντία ἀλλότρια καὶ ἀποβολῆς ἄξια; καὶ μᾶλλον ὅσῳ τοῦ μὲν ἀφίστη- σιν, πρὸς ὅ δὲ κατασπᾷ, οἶμαι ἀκόλουθον εἶναι συγ- χωρεῖν. ἐοίκαμεν γὰρ τοῖς εἰς ἀλλόφυλον ἔθνος ἢ ἑκοῦσιν ἀπεληλυθόσι καὶ μὴ μόνον τῶν οἰκείων ἐξ- ορίστοις, ἀλλὰ καὶ ἐκ τῆς ξένης ἐμπλησθεῖσι παθῶν τε καὶ ἐθῶν καὶ νομίμων ἐκφύλων καὶ πρὸς ταῦτα ῥοπὴν ἐσχηκόσιν. ὅνπερ οὖν τρόπον ὁ ἐκεῖθεν εἰς τὰ οἰκεῖα μέλλων ἐπανήκειν οὐ μόνον προθυμεῖται ὁδεύ- ειν, ἀλλὰ καί, ἵνα παραδεχθῇ, μελετᾷ μὲν ἀποτίθε- σθαι πᾶν εἴ τι προσέλαβεν ἀλλόφυλον, ἐπαναμιμνή- σκει δʼ ἑαυτὸν ὧν ἔχων ἐπελάθετο, ὧν ἄνευ παρα- δεχθῆναι οὐχ οἷόν τε πρὸς τῶν οἰκείων· τὸν αὐτὸν τρόπον καὶ ἡμᾶς δεῖ ἐντεῦθεν, εἴπερ πρὸς τὰ ὄντως

64

τε καὶ λύπη· ὧν παρασκευαστικὴ μὲν ἡ αἴσθησις καὶ ἡ κατὰ τὴν αἴσθησιν ἀντίληψις, αἵ τε συνομαρτοῦσαι ταῖς αἰσθήσεσι φαντασίαι τε καὶ δόξαι καὶ μνῆμαι, ἐκ δὲ τούτων ἐγειρόμενα τὰ πάθη καὶ πᾶσα ἡ ἀλογία παχυνομένη κατάγει τὴν ψυχὴν καὶ τοῦ οἰκείου περὶ τὸ ἂν ἀποστρέφει ἔρωτος. ἀποστατέον ἄρα εἰς δύνα- μιν τούτων. αἱ δὲ ἀποστάσεις διὰ τῶν ἐκκλίσεων τῶν κατὰ τὰς αἰσθήσεις παθῶν καὶ τῶν κατὰ τὰς ἀλογίας, αἱ δὲ αἰσθήσεις ἢ διὰ τῶν ὁρατῶν ἢ τῶν ἀκουστῶν ἢ γευστῶν ἢ ὀσφραντῶν ἢ ἁπτῶν. οἷον γὰρ μητρόπολις ἡ αἴσθησις ἦν τῆς ἐν ἡμῖν ἐκφύλου τῶν παθῶν ἀποι- κίας. φέρε γὰρ ἴδε καθʼ ἑκάστην ὅσον τὸ ὑπέκκαυμα εἰσρεῖ τῶν παθῶν εἰς ἡμᾶς, τοῦτο μὲν ἐκ τῆς κατὰ τὰς θέας ἵππων τε ἁμίλλης καὶ ἀθλητῶν ἢ τῶν ἐκλε- λυγισμένων ὀρχήσεων, τοῦτο δὲ ἐκ τῆς ἐπιβλέψεως τῆς πρὸς τὸ θῆλυ, αἳ δέλεαρ τοῦ ἀλογίστου παντοίαις ἐπιθέτοις παγίσι χειροῦνται τὸ ἄλογον.

κατὰ γὰρ πάντα τὰ τοιαῦτα ἐκβακχευομένη ὑπὸ τῆς ἀλογίας ἀναπηδᾶν τε ποιεῖ καὶ ἐκβοᾶν καὶ κεκραγέναι, τῆς ἔξω ταραχῆς ἀπὸ τῆς ἔνδον ἐκκαομένης, ἣν ἀνῆψεν ἡ αἴσθησις. αἱ δὲ διὰ τῶν ἀκοῶν ἐμπαθεῖς οὖσαι κινήσεις ἔκ τε ποιῶν ψόφων καὶ ἤχων, αἰσχρορρημοσύνης τε καὶ λοιδορίας, ὡς τοὺς μὲν πολλοὺς τέλεον τοῦ λογισμοῦ ἐκδεδυκότος φέρεσθαι ποιοῦσιν οἰστρουμένους, τοὺς δʼ οὖ θηλυνομένους παντοίας στροφὰς ἑλίττεσθαι. θυμιαμάτων δὲ χρήσεις ἢ εὐώδεις πνοαί, αἵ τε τοὺς οὑτῶν ἔρωτας τοῖς ἐρασταῖς ἐμπορευόμεναι, τίνα λε- λήθασιν, ὅσην τῆς ψυχῆς τὴν ἀλογίαν πιαίνουσιν; περὶ γὰρ τῶν διὰ τῆς γεύσεως τί ἄν τις καὶ εἴποι πα- θημάτων, διπλοῦ μάλιστʼ ἀνταῦθα τοῦ δεσμοῦ συμ- πλεκομένου· τοῦ μὲν ὃν ἐκ τῆς γεύσεως τὰ πάθη πιαί- νει, τοῦ δὲ ὃν ἐκ τῆς ἐμφορήσεως τῶν ἀλλοτρίων σω-

65
μάτων βαρύν τε καὶ δυνατὸν ἐργαζόμεθα; φάρμακα γάρ, ὥς πού τις τῶν ἰατρῶν ἔφη, οὐ μόνα τὰ σκευα- στὰ ὑπὸ τῆς ἰατρικῆς, ἀλλὰ καὶ τὰ καθʼ ἡμέραν εἰς τροφὴν παραλαμβανόμενα σιτία τε καὶ ποτά· καὶ πολὺ μᾶλλον τὸ θανάσιμον ἐκ τούτων τῇ ψυχῇ ἀναδίδοται ἢ ἐκ τῶν φαρμακειῶν εἰς διάλυσιν τοῦ σώματος κατα- σκευάζεται. αἰ δὲ ἀφαὶ μόνον οὐ σωματοῦσαι τὴν ψυ- χὴν καὶ εἰς ἀνάρθρους ψόφους, οἷα δὴ σῶμα, πολλά- κις ἐκπίπτειν ἠρέθισαν. ἐξ ὧν αἱ μνῆμαι καὶ αἱ φαν- τασίαι αἵ τε δόξαι ἀθροιζόμεναι ἑσμὸν τῶν παθῶν ἐγείρονσαι, φόβων, ἐπιθυμιῶν, ὀργῶν, ἐρώτων, φίλ- τρων, λυπῶν, ζήλων, μεριμνῶν, νοσημάτων, τῶν ὁμοίων παθῶν πλήρη ἀπέδειξαν.

διʼ ὃ πολὺς μὲγ ὁ ἀγὼν τούτων καθαρεῦσαι, πολὺς δὲ ὁ πόνος ἀπαλλα- γῆναι αὐτῶν τῆς μελέτης, καὶ νύκτωρ καὶ μεθʼ ἡμέ- ραν τῆς κατὰ τὴν αἴσθησιν ἀναγκαίας συμπλοκῆς ἡμῖν παρούσης. ὅθεν ὅση δύναμις ἀποστατέον τῶν τοιού- των χωρίων, ἐν οἷς καὶ μὴ βουλόμενόν ἐστιν περιπί- πτειν τῷ πάθει· καὶ εὐλαβητέον τὴν ἐκ τῆς πείρας μάχην καὶ εἰ βούλει καὶ νίκην καὶ τὴν ἐκ τῆς ἀπειρίας ἀγυμνασίαν.

οὕτως γὰρ καὶ τῶν πρόσθεν ἀκούομεν κλέα ἀνδρῶν, Πυθαγορείων τε καὶ σοφῶν· ὧν οἱ μὲν τὰ ἐρημότατα χωρία κατῴκουν, οἱ δὲ καὶ τῶν πόλεων τὰ ἱερὰ καὶ τὰ ἄλση, ἐξ ὧν ἡ πᾶσα ἀπελήλαται τύρβη. Πλάτων δὲ τὴν Ἀκαδήμειαν οἰκεῖν εἵλετο, οὐ μόνον ἔρημον καὶ πόρρω τοῦ ἄστεος χωρίον, ἀλλὰ καί, ὡς φασίν, ἐπίνοσον. ἄλλοι δὲ καὶ τῶν ὀφθαλμῶν οὐκ ἐφείσαντο πόθῳ τῆς ἔνδον ἀπερισπάστου θεωρίας. εἰ δέ τις οἴεται συνανθρωπεύων καὶ ἐμπιπλὰς τὰς αἰ- σθήσεις τῶν κατʼ αὐτὰς παθῶν αὐτὸς μένειν ἀπαθής, λέληθεν αὑτὸν καὶ τοὺς αὐτῷ πειθομένους ἀπατῶν ἀγνοῶν τε ὡς πολὺ τῶν παθῶν καταδεδούλωται αὐτῇ

66
ὑπὸ τοῦ πλήθους οὐκ ἀλλοτριώσει. οὐ γὰρ δὴ μά- την οὐδὲ τῆς φύσεως καταψευδόμενος τῶν φιλοσόφων ἔλεγεν ὁ φάς· “οὗτοι δέ που ἐκ νέων πρῶτον εἰς ἀγορὰν οὐκ ἴσασι τὴν ὁδόν, οὐδὲ ὅπου) δικαστή- ριον ἢ βουλευτήριον ἤ τι κοινὸν ἄλλο τῆς πόλεως συνέδριον, νόμους δὲ καὶ ψηφίσματα λεγόμενα ἢ γεγραμμένα οὔτε ὁρῶσιν οὔτε ἀκούουσιν. σπουδαὶ δὲ ἑταιρειῶν ἐπʼ ἀρχὰς καὶ σύνοδοι καὶ δεῖπνα καὶ σὺν αὐλητρίσιν κῶμοι, οὐδὲ ὄναρ πράττειν προσί- σταται αὐτοῖς. εὖ δὲ ἢ κακῶς τι γέγονεν ἐν πόλει, ἤ τί τῳ κακόν ἐστιν ἐκ προγόνων γεγονός, πρὸς ἀν- δρῶν ἢ γυναικῶν, μᾶλλον αὐτὸν λέληθεν ἢ οἱ τῆς θα- λάττης λεγόμενοι χόες. καὶ ταῦτα πάντα οὐδʼ ὅτι οὐκ οἶδεν, οἶδεν. οὐδὲ γὰρ αὐτῶν ἀπέχεται τοῦ εὐ- δοκιμεῖν χάριν, ἀλλὰ τῷ ὄντι τὸ σῶμα μόνον ἐν τῇ πόλει κεῖται αὐτοῦ καὶ ἐπιδημεῖ, ἡ δὲ διάνοια ταῦτα πάντα ἡγησαμένη σμικρὰ καὶ οὐδέν, ἀτιμάσασα, πανταχῇ πέτεται κατὰ Πίνδαρον, εἰς τῶν ἐγγὺς οὐ- δὲν ἑαυτὴν συγκαθιεῖσα.

” διὰ γὰρ τούτων ὁ Πλάτων οὐ καθιέντα εἰς τὰ εἰρημένα φησὶν ἐξ αὐτῶν μένειν ἀπαθῆ, ἀλλʼ ἐκ τοῦ εἰς μηδὲν αὐτῶν συγκαθιέναι. διʼ ὃ οὔτε τὴν ὁδὸν οἶδεν, ὅπου τὸ δικαστήριον ἢ βουλευτήριον, οὔτʼ ἄλλο οὐδὲν τῶν κατὰ μέρος. οὐκ οἶδε μὲν καὶ ἀπαντᾷ, ἀπαντῶν δὲ καὶ ἐμπιπλὰς τὰς αἰσθήσεις ἀπʼ αὐτῶν, ὅτι οὐδὲν οὐκ οἶδεν, ἀλλὰ τοὐ- ναντίον ἀπεχόμενον αὐτῶν φησίν, καὶ μὴ εἰδότα, οὐδʼ ὅτι οὐκ οἶδεν, εἰδέναι. εἰς δὲ δεῖπνα καθιέναι οὐδὲ ὄναρ, φησίν, προσίσταται αὐτῷ. σχολῇ ἄρα ἀγανακτήσειεν ἂν ζωμῶν καὶ κρεᾳδίων ἀποστερούμε- νος. ἢ ὅλως προσήσεται ταῦτα; οὐχὶ δὲ πάντα ἡγη- σάμενος μικρὰ μὲν καὶ οὐδὲν ἐκ τῆς ἀποχῆς, με- γάλα δὲ καὶ βλαβερὰ ἐκ τῆς προσαγωγῆς, παραδειγ-

67
μάτων ἐν τῷ ὄντι ἑστώτων, τοῦ μὲν θείου εὐδαιμονε- στάτου, τοῦ δὲ ἀθέου ἀθλιωτάτου, τῷ μὲν ὁμοιώσεται, τῷ δὲ ἀνομοιώσεται, τὸν εἰκότα βίον ζῶν ὁμοιοῦται, λιτόν τε τοῦτον καὶ αὐτάρκη καὶ ἥκιστα τοῖς θνητοῖς ἐμφορούμενον;