Ars rhetorica

Valerius Apsines

Valerius Apsines, Ars rhetorica, Spengel, Teubner, 1853

Τῶν δὲ λύσεων ἀπασῶν τῶν προειρημένων αἱ μέν [*](517) εἰσιν ἐξ ἰδιότητος, αἰ δὲ ἐκ κοινότητος. ἐκ κοινότητος μέν, ὡς παρὰ Θουκυδίδῃ ἐκεῖνο· ,,ἢν δὲ λέγωσιν ὡς οὐ δίκαιον τούς σφετέρους ἀποίκους ὑμᾶς δέχεσθαι, μαθέτωσαν ὡς πᾶσα ἀποικία εὐ μὲν πάσχουσα τιμᾷ τὴν μητρόπολιν, ἀδικουμένη δʼ ἀλλοτριοῦται. ἐκ κοινότητος ἡ λύσις ἡ δʼ ἐξῆς ἐξ ἰδιότητος· ,,ὡς δʼ ἠδίκουν σαφές ἐστ.“

8 Παραβολὴ παραδείγματος τούτῳ διαφέρει, ὅτι ἡ μὲν παραβολὴ ἀπʼ ἀψύχων ἢ ζῴων ἀλόγων λαμβάνεται· ἀπὸ μὲν ἀλόγων, ὡς παρʼ Ὁμήρῳ,

373

ὡς δʼ ὅτε τις στατὸς ἵππος ἀκοστήσας ἐπὶ φάτνῃ. 8 ἀπὸ δὲ ἀψύχων ὡς παρὰ Δημοσθένει· ,,ὥσπερ γὰρ οἰκίας οἶμαι καὶ πλοίου. τὰ δὲ παραδείγματα ἐκ γεγονότων ἤδη λαμβάνεται προσώπων, ὡς παρὰ Δημοσθένει ,,λέγεται κατὰ τὴν παλαιὰν ἐκείνην εὐδαιμονίαν Ἀλκιβιάδης γενέσθαι.· πᾶν παράδειγμα ἔχει μὲν τὴν ὕλην ἐκ τῶν γεγονότων, λαμβάνεται δὲ ἢ ἐξ οἰκείων ἢ ἐξ ἀλλοτρίων. τὰ μὲν ἐξ οἰκείων ἀγωνιστικώτερα καὶ προσεχέστερα, καὶ τοῦτο χρὴ ἐπισημαίνεσθαι, ὡς παρὰ Δημοσθένει· ,,οὐ γὰρ ἀλλοτρίοις ἀλλʼ οἰκείοις ἡμῖν χρωμένοις [*](518) παραδείγμασιν εὐδαίμοσιν ἔξεστι γενέσθαι.· τὰ δὲ ἀπʼ ἀλλοτρίων προσώπων λαμβανόμενα ἔστι μὲν οὐχ ὁμοίως προσεχῆ, δεῖ δὲ αὐτὰ ὅμως μὴ ἀπηρτῆσθαι. χρήσιμοι δʼ ἐπʼ αὐτῶν καὶ αἰ προπαραιτήσεις, ὡς ἐπ᾿  ἐκείνου ὁ Δημοσθένης· ,,βούλομαι δʼὑμῖν ἐν Λοκροῖς ὡς νομοθετοῦσι, διηγήσασθαι οὐδὲν γὰρ χείρους ἔσεσθε παράδειγμά τι ἀκηκοότες, ἄλλως τε καὶ ᾧ πόλις εὐνομουμένη χρῆται.“ εἰ μὲν οὖν ἀπʼ ἀλλοτρίου προσώπου ἀδόξου δὲ γίνοιτο, χρὴ κατʼ ἐπιτίμησιν αὐτὸ εἰσάγειν· οἷον ,,αἰσχύνομαι μὰ τοὺς θεοὺς εἰ Μεγαρεῖς τόδε ἔπραξαν, ὑμεῖς δὲ ὄντες Ἀθηναῖοι μὴ πράξετε.“ εἰ δὲ ἀπʼ ἐνδόξου, οὕτω· ,,καλὸν δʼ ὑμῖν ζηλῶσαι τοὺς ἄνδρας καὶ τὰ ἐκείνων, ἔστι δὲ ταῦτα. χρὴ δὲ τὰ παραδείγματα γνώριμα εἶναι καὶ σαφῆ, καὶ μὴ πάνυ ἀρχαῖα μηδὲ μυθώδη, συνᾴδοντα δὲ τοῖς ὑποκειμένοις καὶ μὴ ἀπομηκύνεσθαι ἄγαν, εἰ μὴ ἀπὸ μεγάλων εἴη τὸ παράδειγμα, ὁποῖον τὸ περὶ Ἀλκιβιάδου ἐν τῷ κατὰ Μειδίου.

Χρεία δὲ ἐν προοιμίοις μὲν οὐ πάνυ τι παραδείγματος, ἐν δὲ τῷ ἄλλῳ λόγῳ, καὶ ἤτοι προτάττομεν τούς λογισμοὺς τῶν παραδειγμάτων ἢ ἐπάγομεν· ἔστι δὲ ἰσχυρότατον ἐν λόγῳ τὸ παράδειγμα· λαμβάνεται δʼ ἀπὸ τεσσάρων, ἀπὸ ὁμοίου, ἀπʼ ἐναντίου, ἀπὸ μείζονος, ἀπʼ

374
8 ἐλάττονος. ἀπὸ ὁμοίου μέν, οἷον δίκην εἰσπράξασθε παῤ [*](519) αὐτοῦ. καὶ γὰρ ὁ δεῖνα πρότερον τὰ ἴσα ἀδικήσας δἴκην ἔδωκεν. ἀπὸ ἐναντίου δὲ οὕτω· συμφέρει σῶσαι τούσδε καὶ γὰρ τοῖσδε μὴ βοηθήσαντες ἐβλάβητε. ἀπὸ δὲ μείζονος· οὐκ ἄξιος οὗτος τυχεῖν τῆς τιμῆς ταύτης· ὁ δεῖνα γὰρ καὶ μείζονα εὐεργετήσας οὐκ ἔτυχεν τηλικαύτης τιμῆς. ἔξιτε ἐπὶ τὸν πόλεμον, καὶ γὰρ οἱ πρόγονοι ὑμῶν μείζους κινδύνους ὑπέστησαν. ἀπὸ δὲ ἐλάττονος· ἀποκτείνατε τοῦτον, καὶ γὰρ οἱ πρόγονοι ὑμῶν ἐλάττω ἠδικηκότα τὸν δεῖνα ἀπέκτειναν. ἀπὸ ἐλαττόνων προσώπων, οἷον οἱ δεῖνες ἀσθενέστεροι ὄντες ὑμῶν τάδε ἔπραξαν.

[*]((702))

Τίθεται δὲ τῶν παραδειγμάτων τὰ μὲν ἀπὸ ὡρισμώνων, ὡς ἐν τῷ κατὰ Μειδίου· „λέγεται τοίνυν κατὰ τὴν παλαιὰν εὐδαιμονίαν Ἀλκιβιάδης γενέσθαι.“ ἀορίστως δʼ οἷον εἰ λέγοις, οὐκ ἐφ᾿ ἡμῶν μόνον, ἀλλὰ καὶ ἐκ παντὸς τοῦ χρόνου ἔθος ἔστιν ὑμῖν τοῖς κινδυνεύουσιν βοηθεῖν καὶ κοινὴν παρέχειν τὴν πόλιν.

Δεῖ δὲ ἐν τοῖς παραδείγμασι γοργῶν σχημάτων· τῇ γὰρ ἑαυτῶν φύσει ἐστὶν ὕπτια, ἅτε δὴ ἀφηγηματικὰ ὄντα, καὶ οὐ κατὰ διακοπὴν εἰσαγόμενα, ὡς ἐν ἐκείνῳ· „μλέγεται κατὰ τίην παλαιὰν εὐδαιμονίαν Ἀλκιβιάδης γενέσθαι, ᾧ σκέψασθε τίνων ὑπαρχόντων οὐ γάρ ἐστι διακοπή. ἢ πλαγιασμὸς ἐπάγεται, ὃς ποιεῖ εὐτονίαν, ὡς ἐν τῷ πρὸς Λεπτίνην· ,,λέγονται οἱ τριάκοντα χρήματα δανείσασθαι παρὰ Λακεδαιμονίων ἐπὶ τοὺς ἐν Πειραιεῖ.“ εἶθ᾿ ὁ πλαγιασμὸς εὐθέως ἕπεται, „λόγων δὲ γενομένων·“ [*](520) ἢ ἄλλο τι τῶν γοργῶν σχημάτων τίθεται δὴ κατὰ πλαγιασμὸν ἢ κατὰ συστροφὴν καὶ τόνον λαμβάνει, ὡς παρὰ Δημοσθένει· „εἰ γὰρ ὅθ᾿ ἥκομεν Εὐβοεῦσι βεβοηθηκότες.“ πολλάκις δὲ προσπλέκεται παραδείγματα παραδείγμασιν, ἃ μὴ διαιρεθέντα ἀπ᾿ ἀλλήλων ὑπόνοιαν

375
ἐμποιεῖ, ἢ καὶ ὑποβάλλεται τὰ παραδείγματα. ἐνίοτε δὲ 8 καὶ ἀτελῆ ταῦτα ἐῶμεν ἄχρι τοῦ χρησίμου μνησθέντες, ὡς ἐν τῷ πρὸς Λεπτίνην ἐν τῷ περὶ τοῦ τειχισμοῦ τοῦ Θεμιστοκλέους· „λέγεται τοίνυν ἐκεῖνος τειχίζειν εἰπών, κἂν ἀφίκηταί τις ἐκ Λακεδαίμονος κατέχειν κελεύσας, οἴχεσθαι πρεσβεύων ὡς τοὺς Λακεδαιμονίους. λόγων δὲ γενομένων ἐκεῖ καί τινων ἀπαγγελλόντων, ὡς Ἀθηναῖοι τειχίζουσιν τὴν πόλιν, ἀρνεῖσθαι.“ εἶτα οὐκ ἐπεξῆλθε διὰ τέλους τῷ παραδείγματι, ἀλλ᾿ ἄχρι τοῦ χρησίμου κατὰ τὸ προκείμενον εἰπών τὰ ἑξῆς εἴασεν ἐπενεγκών „καὶ πάντες ἴσως ἐπίστασθε ὃν τρόπον ἐξαπατῆσαι λέγεται.

Περιείληπται μὲν καὶ ταῦτα ἐν τῷ περὶ λύσεων, ἴδωμεν 9 δὲ κἀνταῦθα ἀκριβέστερον. πᾶν παράδειγμα λύεται κατ᾿ ἀνατροπήν, ὡς ἐπʼ ἐκείνου ἐν τῷ κατ᾿ Ἀνδροτίωνος· ,,φήσει τοίνυν τοῦτον ἁπάσας τὸν τρόπον εἰληφέναι τὰς βουλάς, ὅσαι πώποτε ἔχουσι παῤ ὑμῶν δωρεάν εἶτα κατ᾿ ἀνατροπὴν ἡ λύσις. „ἐγὼ δ᾿ οἶμαι μὲν οὐχὶ λέγειν αὐτὸν ἀληθῆ, μᾶλλον δ᾿ οἶδα σαφῶς. γίνεται δὲ [*](521) παραδείγματος λύσις καὶ ἐκ διαφορᾶς, ὅ ἐστι τῆς μεθόδου, ὡς ἐν τῷ κατὰ Μειδίου, ἐπλήγη, φησίν, ὁ πρόεδρος ὑπὸ Πολυζήλου, ὅτι μὴ ὅμοιον τό τε Μειδίου εἰς ἐμὲ καὶ τὸ Πολυζήλου εἰς πρόεδρον. πρῶτον ὁ τὸν πρόεδρον πατάξας τρεῖς εἶχε προφάσεις, μέθην, ἔρωτα, ἄγνοιαν. εὑρίσκεται δ᾿ ἡ διαφορὰ ἢ κατὰ γνώμην, ὡς ἐνθάδε· ὁ μὲν Πολύζηλος, φησί, διὰ μέθην τοῦτο ἔδρασε, Μειδίας δὲ δἰ ἔχθραν ἢ κατὰ καιρόν ὁ μὲν γάρ, φησίν, ἐν δείπνῳ, ἐγὼ δὲ ἐν ἱερομηνίᾳ ἐτυπτόμην· ἢ κατὰ τόπον, ὡς ἐνταῦθα, ὁ μέν γε ἐν οἰκίᾳ, φησίν, ἐτυπτήθη, ἐγὼ

376
9 δ᾿ ἐν ἱερῷ. ἢ κατὰ ποιότητα προσώπου, ὡς ἐν τῷ πρὸς Λεπτίνην, Θηβαῖοι γὰρ φησὶν οὐδένα τιμῶσι, τοῦτο ἔλυσεν ἐκ διαφορᾶς τῆς πρὸς ἕτερον· Θηβαῖοι γὰρ φησὶν ἀπηνεῖς, ἡμεῖς δὲ φιλάνθρωποι καὶ δίκαιοι ἢ ἐκ διαφρᾶς τῆς περὶ πολιτείαν ἢ δύναμιν ἢ ἄλλο τι τῶν τοιούτων.

Γίνεται δὲ λύσις παραδείγματος καὶ ἐκ τοῦ παρεπομένου,  οἷον εἰ λέγειν δυνάμεθα, ὅτι οὐδ᾿ ἐκείνοις ταῦτα πράξασι συνήνεγκεν, ἀλλὰ τόδε αὐτοῖς συνέβη. γίνεται δὲ λύσις παραδείγματος καὶ κατὰ ἀντιπαράστασιν ἐνδόξου προσώπου, ὅταν ἢ παράδειγμα ἀντιθῶμεν, ἢ νόμον, ὡς ἐν ἐκείνῳ ἐν τῷ κατ᾿ Ἀνδροτίωνος ,,καὶ ἄλλαι γάρ,· φησί, „βουλαὶ τοῦτον εἰλήφασι τὸν τρόπον δωρεάν.“ ἡ λύσις κατ᾿ ἀντίθεσιν ἐνδόξου· „ἐγω δ᾿  εἰ καὶ τοῦτο τοιοῦτόν ἐστι μάλιστα, ὁ νόμος δὲ λέγει τὰ ἐναντία·“ γίνεται δὲ ἐκ περιτροπῆς λύσις παραδείγματος, οἷον ,,οὐ γὰρ εἴ τι πώποτε μὴ κατὰ τοὺς νόμους ἐπράχθη, σὺ δὲ [*](522) τοῦτο ἐμιμήσω, διὰ τοῦτο ἀποφύγοις ἂν δικαίως, ἀλλὰ [*]((703)) πολὺ μᾶλλον ἁλίσκοιο.“

10 Εἶπον ὅτι εἰς δύο τέμνεται τὸ ἐπιχείρημα ἢ εἰς παράδειγμα ἢ εἰς ἐνθύμημα· λείπεται δὲ περὶ ἐνθυμημάτων εἰπεῖν. πᾶν ἐνθύμημὰ γίνεται ἢ ἀπὸ ἐλάττονος, ἢ ἀπὸ παρακειμένου, ἢ ἀπὸ ἐναντίου, ἢ ἀπὸ μείζονος, ἢ κατὰ ἐναντίωσιν κρίσεως ἐνδόξου, ἢ συλλογιστικῶς, ἢ ἐκ διλημμάτου, ὅταν δύο ἐναντία θεὶς ἐξ ἀμφοῖν ἕλῃς, ἢ ἀπὸ οὐσίας, ἢ ἀπὸ τῶν ἀποβάσεων τῶν ἐνδεχομένων, ἢ κατὰ πρόσληψιν, ἢ ἐκ τοῦ ἐκλειφθέντος, ἢ ἐξ ἀκολούθου συλλογιστικῶς, ἢ ἐκ μάχης. ὁ μὲν οὖν ἀπὸ τοῦ ἐλάττονος τόπος φύσει μὲν αὐξητικός· τοιοῦτος δ᾿ ἐστίν, οἷον ἐπὶ τοῦ τὸ ναυτικὸν διαφθείραντος καὶ κρινομένου, φέρε, εἰ

377
γὰρ μίαν ναῦν διαφθεῖραι παράνομον, πολύ γε δή που 10 δεινότερον ὅλον ναυτικὸν διαφθεῖραι. λαμβάνεται δὲ ἀπὸ τοῦ ἐλάττονος ὁ τόπος ἢ ἀπὸ προσώπου, οἷον, εἰ δὲ δὴ τῶν δούλωντινὰ ὕβρισεν, οὐκ ἂν ἦν ἔνοχος τῷ νόμῳ, εἰ καὶ τὸ τοὺς δούλους ὑβρίζειν δεινόν, πῶς οὐ πολ ὺ μᾶλλον τοὺς ἐλευθέρους. ἢ οὕτω, φέρε, εἰ δ᾿ ἐν ἄλλῃ πόλει τὰ τοιαῦτα ὕβρισεν, οὐκ ἂν ἔδωκεν δίκην; εἰ δὲ καὶ τὸ ἐν ἄλλῃ πόλει τοιαῦτα τολμᾶν αἰσχρόν, πολὺ δή που δεινότερον ἐν τῇ ἐλευθέρᾳ ταύτῃ. εἰ δὲ περὶ ἀσεβείας, εἰ ἀνθρώπους ἀδικεῖν δεινόν, πῶς οὐ τοὺς θεοὺς [*](523) χαλεπώτερον; ἢ ἀπὸ πράγματος, φέρε, εἰ δὲ χρήμασιν ἐζημίωσαν, οὐκ ἂν ἦν δεινόν; εἰ τοίνυν καὶ τὸ εἰς χρήματα ζημιοῦν χαλεπόν ἐστι, πόσῳ μᾶλλον δεινότερον τό γ᾿ εἰς αὐτὸ τὸ σῶμα; ἢ ἀπὸ καιροῦ, φέρε, εἰ δʼ ἐν ἄλλῳ τινὶ καιρῷ ὕβρισεν, οὐκ ἂν ἦν δεινόν; εἰ δ᾿ ἐν ἄλλῳ δεινόν, ἐν ἱερομηνίᾳ χαλεπώτερον· ἢ ἀπὸ τόπου, φέρε, εἰ δ᾿ ἐν ἄλλῳ τόπῳ ὕβρισεν, οὐκ ἂν ἦν χαλεπόν; εἰ δὲ ἐν βεβήλῳ, πολὺ δή που δεινότερον ἐν ἱερῷ. ἢ ἀπὸ τρόπου, μεμισήκατε τοὺς ἀνδροφόνους, εἰ δ᾿ ἀπλῶς ἀνελεῖν δεινόν, πῶς οὐ μᾶλλον τῷ πυρί; ἀπὸ παρακειμένου δὲ λαμβάνεται μάλιστα κατὰ τὸ ὁμοιογενές, οἷον ἓν γένος ἀρχή, εἶδος δʼ αὐτῆς χορηγός, θεσμοθέτης, ἄρχων. εἴη ἂν οὖν ταῦτα ὁμοιογενῆ ὁ δὴ ἀπὸ τούτων λαμβάνων ἀπὸ παρακειμένου λαμβάνει, οἷον ὡς παρὰ τῷ Δημοσθένει, εἰ δὲ θεσμοθέτην ὕβρισεν, οὐκ ἂν ἔδωκε δίκην; εἶτα ἡ κατασκευή· ὁ γὰρ θεσμοθέτης οὐδενὸς ἀνθρώπων ἐστὶν ὄνομα, ἀλλὰ τῆς πόλεως· εἰ δὲ τοὺς θεσμοθέτας ὑβρίζειν δεινὸν καὶ δημόσιον ἀδίκημα διὰ τὸ τῆς ἀρχῆς δίκαιον, οὐδὲν ἧττον καὶ ὁ τοὺς χορηγούς, οἷον κατὰ τοῦ τὸν στρατηγὸν ἀνελόντος, τί παράκειται, ὁ στρατιώτης. ἀπὸ δὴ τούτου λήψῃ τὸ ἐνθύμημα· τάχα γὰρ ἂν ἔλθοι εἰς τὸν ἀπὸ τοῦ ἐλάττονος τόπον ἢ ἀπὸ τοῦ μείζονος·
378
10 ἠδίκησέ τις δημιοσίᾳ τὴν πόλιν, εἶτα ἰδιώτην. λαμβάνω δὴ ἀπὸ τούτου ἐνθύμημα ἀποδεικτικόν· εἰ μὲν [*](524) γὰρ περὶ τοῦς ἄλλους ἦν μέτριος, τάχʼ ἄν τις διηπίστησε, περὶ δὲ τὴν πόλιν πονηρὸς γενόμενος ταχὺ ἂν ἐπέσχεν ὁ μηδὲ σοῦ μείζονος φεισάμενος. ἢ οὕτως, εἰ γὰρ καὶ ἃ κοινῇ πάντες προσεκρούσαμεν ἀλλήλοις ἀφεῖται ἀμνημόνευτα, ταχὺ ἂν ἑνὶ ἀνδρὶ μνησικακεῖν προσήκοι ὧν ἰδίᾳ φησὶ πεπονθέναι. ἢ συλλογιστικῶς, ὡς παρὰ Δημοσθένει· ,,τὸ λαβεῖν οὖν τὰ διδόμενα ὁμολογῶν ἔννομον εἶναι τὸ χάριν τούτων ἀποδοῦναι παρανόμων γράφῃ·“ καὶ πάλιν· „ὁ γὰρ οἷς ἂν ἐγὼ ληφθείην, ταῦτα πράττων καὶ κατασκευαζόμενος, οὗτος ἐμοὶ πολεμεῖ, κἂν μήπω βάλλῃ μηδὲ τοξεύῃ·“ καὶ ἀπὸ τοῦ διλημμάτου, ὡς ἐν τῷ κατὰ Ἀριστογείτονος· ,,ἡδέως δʼ ἂν ἐροίμην αὐτὸν πότερον ἔννομον καὶ δικαίαν ἐποιήσατο τοῦ ψηφίσματος τὴν γραφήν, ἢ τοὐναντίον ἄδικον καὶ παράνομον· εἰ μὲν γὰρ ἄδικον καὶ ἀσύμφορον, δικαίως ἂν διὰ ταῦτα ἀποθάνοι· εἰ δὲ δικαίαν καὶ τοῖς πολλοῖς ὠφέλιμον, πῶς νῦν τἀναντία τούτων ἀξιοῖ ψηφίζεσθαι τούτους.“ ὁρᾷς πῶς ἐξ ἀμφοῖν ἔλαβεν. ἢ ἀπὸ τοῦ ἐναντίου, [*]((704)) οἷον, εἰ τοῦ Καλλιξένου τις κατηγοροίης ἐξομνυμένων τῶν στρατηγῶν· ὥσπερ οὖν εἴ τι τοιοῦτον ἔγραψε ψήφισμα, δἰ οὗ ἀφθονίαν στρατηγῶν παρείχετο, τιμῶν ἂν καὶ δωρεῶν ἐτύγχανεν, οὕτως ἡνίκα εἰς ἀπορίαν ἀνδρῶν ἥκομεν δἰ αὐτόν, τῆς ἐσχάτης ὀργῆς ἄξιος. ἢ ἐκ τοῦ ἀκολούθου συλλογιστικῶς, ὡς παρὰ Δημοσθένει· [*](525) „ὥσπερ γὰρ εἴ τις ἐκείνων προεάλω, σὺ τάδε οὐκ ἂν ἔγραψας, οὕτως ἐὰν σὺ νῦν δίκην δῷς, ἄλλος οὐ γράψει.“ ἐξ ἀποβάσεως καθ᾿ ὑπόθεσιν τοῦ ἐνδεχομένου, ὡς ἐν τῷ πρὸς Βοιωτόν· „εἰ δὲ καὶ κριτὴς καλοῖτο Μαντίθεος Μαντίου Θορίκιος.“ ἐνδεχόμενον γὰρ ἦν τοιοῦτόν τι συμβῆναι. ἢ ἐκ τοῦ ἐκλειφθέντος· εἰ μὲν γὰρ
370
ἐθάρρει τοῖς δικαίοις, ἀντειπεῖν ἐχρῆν ὅτι δὲ οὐκ ἀντεῖπεν, 10 αὐτὸς ἑαυτοῦ τὸ μὴ θαρρεῖν καταμαρτυρεῖ. ἢ κατὰ πρόσληψιν. οἷον εἰ περὶ εὐεργετῶν λέγοις, οἷον, εἰ δὲ πρὶν πρᾶξαι καθυπέσχετο πράξειν, εἰ δοίητε τὰς δωρεάς, οὐκ ἂν ὑπέσχεσθε δώσειν; ἃ τοίνυν πρὶν παθεῖν ἐδώκατε ἂν ἢ δώσειν ὑπέσχεσθε, ταῦτα παθόντες οὐ δώσετε; ἢ ἐκ τῆς οὐσίας, οἷον ἐπὶ ταῖς γαμηθείσαις, εἰ γάρ ἐστιν ἴδιον τῶν γάμων ἡ συνοίκησις ἢ τὰ συμβόλαια, ὅτε ταῦτα πέπρακται, οὐκ εἶναι γάμον καὶ τοῦτο φήσομεν; ἀπὸ τοῦ παρελθόντος χρόνου, τὸ μὴ γενόμενον οἷον ἂν ἦν εἰ ἐγένετο, ὡς ἐν τῷ πρὸς Λεπτίνην· „ὑμεῖς τιμῶντες ποτὲ Ἰφικράτην καὶ ἄλλους τινὰς εὖ πεποιήκατε·“ εἶτα ἐπάγει ἐνθυμηματικῶς, „εἰ τοίνυν ὥσπερ δἰ Ἰφικράτην καὶ Πολύστρατον καὶ ἄλλους τινὰς εὖ πεποιήκατε, δἰ αὑτὸν οὕτως εἰ καὶ Χαβρίας ἠξίωσεν ὑμᾶς τινὰς τούτων εὖ ποιῆσαι, οὓς νῦν αἰτιώμενοι πάντας ἀφαιρεῖσθαι κελεύουσιν, οὐκ ἂν ἐδώκατε; ἐγὼ μὲν οἶμαι.“ εἶτα πάλιν ἡ ἐπαγωγὴ ἐνθυμηματικῶς. ἴδιον δὲ ἐνθυμήματος δριμύτητος δόξαν ἀποτελεῖν, καὶ ἔστιν ἀγωνιστικόν τε ἅμα καὶ ἐλεγκτικόν. ἤδη δέ ποτε καὶ παράδειγμα ἐνθυμηματικῶς εἰσάγεται, οἷόν ἐστιν· „εἰ [*](526) γὰρ ὅθʼ ἥκομεν ἐβοηθήσαμεν Κὐβοεῦσιν·“ ἢ ἐκ μάχης· ,,καὶ τὸν μὲν γράψαντα τοὺς νόμους Σόλωνα χαλκοῦν ἐν ἀγορᾷ στῆσαι, αὐτῶν δὲ τῶν νόμων ὑπερορῶντες φαίνεσθε, δἰ οὓς κἀκεῖνον ὑπερβαλλόντως συμβέβηκε τιμᾶσθαι.“ καὶ πάλιν· „πῶς δ᾿ οὐκ ἂν εἴη τὸ συμβὰν ἄλογον, εἰ νομοθετοῦντες μὲν ὀργίζεσθε τοῖς πονηροῖς, ἐπ᾿ αὐτοφώρῳ δέ τινας λαβόντες ἀφήσετε· μαχόμενον γὰρ τὸ τιμᾶν τὸν νομοθέτην τῷ ἀτιμάζειν τοὺς νόμους, καὶ τὸ μισεῖν τοὺς πονηροὺς τῷ πάλιν ἀθῴους ἐᾶν. μάχη δ᾿ ἐστίν, ὅταν τις τὰ ἐναντία ἑαυτῷ ποιήσῃ. ἢ κατὰ ἐναντίωσιν κρίσεως ἐνδόξου, καὶ τὸν μὲν νομοθέτην ἕνα ὄντα
380
10 πᾶσιν ὑπὲρ ὑμῶν ἀπεχθάνεσθαι, ὑμᾶς δὲ συλλεγέντας μηδ᾿ ὑπὲρ ὑμῶν αὐτῶν ἐνδείξασθαι τοὺς πονηροὺς μισοῦντας. ἢ ἐκ κρίσεως ἐνδόξου· διὸ καὶ τὰς τιμωρίας ὁ Σόλων τοῖς μὲν ἰδιώταις βραδείας ἐποίησε, τοῖς δὲ ἄρχουσι καὶ δημαγωγοῖς ταχείας. βουλόμενος γὰρ ἀποδεῖξαι ὅτι δεῖ τοὺς ἐν ταῖς ἀρχαῖς ταχέως τιμωρεῖσθαι, ἐπεχείρησεν ἀπὸ κρίσεως ἐνδόξου. ἢ ἀπὸ διαφορὰς, „τοὺς μὲν οὖν ἄλλους ὁρῶ τὴν ἀειλογίαν προτεινομένους, τουτονὶ δὲ Αἰσχίνην πολὺ τοὐναντίον τούτων·“ τοῦτο προοίμιον μέν ἐστιν, ἔλθοι δ᾿ ἂν καὶ εἰς ἐπιχείρημα ὁ τόπος. ἢ παραβολικῶς, εἶδος δ᾿ ἐπιχειρήματος καὶ ἡ παραβολή· ,,ὥσπερ τῶν ἐν ταῖς ναυσὶν ἁμαρτημάτων, ἃ συμβαίνει περὶ τοὺς πλοῦς, ὅταν μὲν τῶν ναυτῶν ἁμάρτῃ τις, βραχεῖαν [*](527) τὴν βλάβην ἐποίησεν, ἐπειδὰν δὲ ὁ κυβερνήτης σφαλῇ, κοινὴν τὴν ἀτυχίαν καὶ μεγάλην τοῖς συμπλέουσιν ἤνεγκεν.