Ars rhetorica
Valerius Apsines
Valerius Apsines, Ars rhetorica, Spengel, Teubner, 1853
Ἐνίοτε δὲ καὶ τὸ ἑπόμενον τῇ ἀντιθέσει προστίθεται, ἵνα ἀπʼ αὐτοῦ λαβὴν ἔχοντες ῥᾷον λύωμεν, ὡς ἐν τῷ κατὰ Ἀνδροτίωνος ὁ Δημοσθένης· προειπὼν γὰρ τὴν ἀντίθεσιν, ,,ὡς ὁ τῶν τριηροποιῶν ταμίας ἀποδρὰς ᾤχετʼ ἔχων πέντε ἡμιτάλαντα, εἶτα προστιθεὶς τὸ ἑπόμενον, ,,καὶ τὸ ὅλον πρᾶγμα ἀτύχημα συμβέβηκεν. ἐκ τούτου ἔσχεν ἀφορμὴν τῆς λύσεως. δεῖ δὲ καὶ πιθανὰ εἶναι τὰ λεγόμενα, ἵνα μὴ ἡμεῖς αὐτὰ κακοτεχνοῦντες δοκῶμεν ·προσάγειν, ἀλλʼ αὐτὴ ἡ φύσις τῶν πραγμάτων ἐφέλκεσθαι.
Ἐνίοτε δὲ καὶ μὴ θέντες ἀντίθεσιν τὰς λύσεις αὐτῆ ς τίθεμεν. τοῦτο δὲ γίνεται, ὅταν ἢ πάνυ βαρύνῃ ἡμᾶς ἡ ἀντίθεσις ἐκ προφανοῦς τεθεῖσα, καὶ δέῃ αὐτὴν προανελεῖν λεληθότως ὡ ἐν τῷ πρώτῳ τῶν Ὀλυνθιακῶν πεποίηκεν ὁ Δημοσθένης. τίς γὰρ ἦν πάνυ βαρύνουσα αὐτὸν ἀντίθεσις; ὅτι ἄπιστοι ἡμῖν Ὀλύνθιοι. τοῦτο τοίνυν μὴ θεὶς ἐκ προφανοῦς λέλυκε λεληθότως· ,,πρὸς δὲ
Ἐνίοτε δὲ καὶ ἡ μία ἀντίθεσις πλεονάκις εἰσάγεται,ὡς ἐν τῷ πρὸς Λεπτίνην· τίς γὰρ ἦν ἀντίθεσις, ὅτι ἀνάξιοί τινές εἰσι τῆς ἀτελείας. τοῦτο πολλάκις εἰσήγαγεν. ,,ἔστι δὲ τοῦτο δῆλον ὅτι Λεπτίνης δίκαιον μὲν οὐδὲν ἐρεῖ, φήσει δʼἀναξίους τινὰς εἶναι καὶ πάλιν· ,,νὴ Δία ἀνάξιοι γάρ τινές εἰσι, καὶ πάλιν ,,εἶτʼ ἐπισύροντες ἐροῦσιν ὡς Μεγαρεῖς
Πολλάκις δὲ τὴν αὐτὴν ἀντίθεσιν λαμβάνομεν, ὅταν δαψιλεῖς ἔχωμεν ἐν αὐτῇ τὰς λύσεις καὶ δέῃ αὐτὰς διαιρεθῆναι, ἢ ὅταν ἰσχυρὰ δοκῇ εἶναι ἡ ἀντίθεσις καὶ δέῃ αὐτὴν ἀκριβῶς ἐξελεγχθῆναι. ὅταν δὲ μέλλῃς τὴν ἀντίθεσιν εἰσάγειν, δεήσει σοι καὶ ποικίλων τῶν σχημάτων καὶ τῶν εἰσαγωγῶν, ἵνα τὸ προσκορὲς ἀφέλῃς.
Ἐνίοτε δὲ καὶ δύο ἀντιθέσεις κατὰ ταὐτὸ συνάπτοντες εἰσάγομεν, χωρὶς δὲ ἑκατέραν λύομεν. ἔστι μὲν καὶ παρὰ τοῖς ἀρχαίοις παραδείγματα, ἔστι δὲ καὶ παρ ἡμῖν ὡς ἐν ἐκείνῳ τῷ ζητήματι· τὸν προδότην ἔδει δεδέσθαι παρὰ τῶ στρατηγῷ, ἔστʼ ἂν εἴπῃ τοὺς ἄλλους· στρατηγὸς ἁλοὺς προδοσίας ἐδέθη παρὰ τῷ συστρατήγῳ, ὁ δὲ ἀπέκτεινεν αὐτὸν ὡς ἐπʼ αἰτίᾳ μοιχείας, καὶ κρίνεται συνειδότος. μετὰ γὰρ τὰς πρώτας ἀντιθέσεις ἔτι κἀκείνας τεθείκαμεν συμπλέξαντες· φησὶ γὰρ ὅτι καὶ αὐτὰ μὲν διʼ ἑαυτῶν φωρᾶται. περὶ δὲ τοῦ καὶ ἄλλως ἐγγενέσθαι διαφθεῖραι τὸν ἄνθρωπον αὐτῷ, εἰ τὴν ἐξ αὐτοῦ μήνυσιν ὑφεωρᾶτο, καὶ οὐκ ἂν ἐξὸν ἀκινδύνως τοῦτο πρᾶξαι μετὰ τῆς μεγίστης ζημίας προείλετο τοῖς τούτου προσθεῖναι τὴν γυναῖκα· τοῦτο εἰσῆκται μὲν ὡς μία ἀντίθεσις, τὸ δʼ ὡς ἀληθῶς εἰσὶ δύο, μία μὲν ἀπὸ τῆς βουλήσεως, ὅτι οὐκ εἰκὸς ἦν προσαπολέσαι με ἑλέσθαι γυναῖκα καὶ ὀνείδει περιβαλεῖν, εἰ μὴ ταῖς ἀληθείαις μεμοίχευτο, ἑτέρα δὲ ἀπὸ τῆς μεταλήψεως· εἰ καὶ ἄλλοι τρόποι ἦσαν ἀναιρέσεως, εἰ ἐβουλόμην ἀνελεῖν τὸν ἄνθρωπον. ὁ δὲ τὰς δύο συνάψας εἰσήγαγε. γνῴης δʼ ἂν ὡς ἀληθῆ λέγω καὶ ὄντως δύο εἰσὶν ἀντιθέσεις, καὶ ἀπʼ [*](508) αὐτῶν τῶν λύσεων. διαφόρους γὰρ πρὸς ἑκατέραν ἠνέγκαμεν λύσεις, ὡς καὶ τῷ σχήματι ἐπεσημήναμεν εἰπόντες, πρῶτον μέν, ἵνα πρὸς τοῦτο ἀποκρινώμεθα,
Πολλάκις δὲ καὶ ἐκ μάχης εἰσάγονταιἀντιθέσεις, ὅταν ἐναντίαι ὦσιν ἀλλήλαις, καὶ ποτὲ μὲν τοίνυν λέγουσιν, ὡς οὐκ ἔπραξαν, ποτὲ δὲ ὡς ἔπραξαν μέν, δικαίως δέ γε.
Λύσεων δὲ καθολικοὶ τρόποι εἰσὶ δύο, κατὰ ἀνατροπὴν 7 καὶ κατὰ μέθοδον καὶ κατὰ ἀνατροπὴν μὲν οὖν, ἐφόνευσας, οὐκ ἐφόνευσα. κατὰ μέθοδον δέ, οἷον, ἐφόνευσα μέν, ἀλλὰ διʼ αἰτίαν εὔλογον· ὁ μὲν οὖν κατὰ ἀνατροπὴν τρόπος κατασκευάζεται ἐκ τόπων τούτων, ἢ ἐκ τῶν ὑποκειμένων πραγμάτων, ὅταν αὐτὰ τὰ πεπραγμένα ἐναντία φαίνηται τοῖς εἰρημένοις ὑπὸ τοῦ [*]((698)) κατηγόρου· ἢ ἐξ εἰκότων, εἰ εἰκὸς μὴ εἶναι ἀληθές, μήτε γὰρ βουληθῆναι διὰ τόδε μήτε δεδύνῆσθαι πρᾶξαι διὰ τόδε ἤ τι ἕτερον ἢ ἐξ ἀτέχνου πίστεως, οἷον μαρτυρίας, ἢ ἄλλου τινὸς τῶν τοιούτων, καὶ ὅλως ἐν ταῖς ἀνατροπαῖς [*](509) τῶν λύσεων ἢ ζήτησις στοχαστικὴ ἢ ὁριστική, οἷον, ἀδικεῖς δημοσίᾳ, οὐκ ἀδικῶ· τί γάρ ἐστι δημοσίᾳ ἀδικεῖν; τὸ ναῦς προδοῦναι καὶ τὰ τοιαῦτα.
Εἰσὶ δὲ τῶν ἀνατροπῶν αἱ μὲν ἁπλαῖ,αἷς ἥδε ἡ μέθοδος εἰσπίπτει, αἱ δὲ ἐκ περιουσίας, ὡς ἐπʼ ἐκείνου· εὐεργέτης
Γίνεται δὲ ἀντιπαράστασις ἢ ἀφʼ ἑνὸς τῶν τελικῶν κεφαλαίων, ἢ κατʼ ἀντιπαράστασιν τρόπου, ἢ κατʼ ἐνδόξου κρίσιν, ἢ δήμου ἢ νόμου ἢ παραδείγματος ἢ προγονικῆς δόξης ἢ δίκης, καὶ καθόλου κατʼ ἀντιπαράστασιν προσώπου ἢ πράγματος. καὶ ἀπὸ μὲν τῶν τελικῶν κεφαλαίων οὕτως· ἐφόνευσας, ἀλλὰ σὺν τῷ δικαίῳ· ἄξιος γὰρ ἦν.παράνομα γράφεις, ἀλλὰ λυσιτελοῦντα,καὶ ἑξῆς ἐνδόξου κρίσις· τούτου δὲ καὶ οἱ νόμοι στοχάζονται· [*](511) ναί φησι κερδαλέα γράφεις, ἀλλʼ αἰσχρά, ἀλλὰ λυπηρά, ἀλλʼ ἀλγεινά, ἀσύμφορα, καὶ νόμῳ νόμος καὶ μάρτυς ἀντιπαρίσταται μάρτυρι, καὶ ψήφισμα ψηφίσματι. κατʼ ἀντιπαράστασιν δὲ τρόπου οὕτως γίνεται ἀντιπαράστασις· δεῖ μισθοῦ μυεῖν, ἵνα εὐπορῶμεν· τούτῳ ἀντιπαρέστησα ἕτερον τρόπον βελτίω ἑτέρως χρήματα δεῖ πορίζειν, οἷον εἰσφορὰν ἐπιγράφειν, ὡς καὶ ἐν τῷ πρὸς Λεπτίνην, ναί φησιν ἐπιλείπουσιν οἱ χορηγήσοντες διὰ τὰς ἀτελείας, ἢ βελτίων ἕτερος τρόπος ἐπανορθώσεως καὶ πόσῳ βέλτιον, φησίν, εἰς συντέλειαν ἀγαγεῖν τὰς χορηγίας, ὥσπερ τὰς τριηραρχίας, ἢ πάντας περὶ ἡμᾶς ἀπίστους διαθεῖναι. γίνεται δὲ ἀντιπαράστασις καὶ ἐνδόξου κρίσεως, ὅταν τῷ λεγομένῳ ὑπὸ τοῦ κατηγόρου ἢ [*]((699)) προγόνου πρᾶξιν ἢ δήμου ἢ πόλεως ἄλλης ἢ νομοθέτου ἢ προσώπου ἢ ἐνδόξου κρίσιν, ἢ ὅλως παράδειγμά τι ἀντιθῶμεν· ὡς ἐν τῷ περὶ στεφάνου, ἄνισον, φησίν, πεποίηκας τὴν συμμαχίαν, ὦ Δημόσθενες. τούτῳ ἀντέθηκε προγόνων κρίσιν καὶ παραδείγματα, ,,καὶ ἐπὶ τῶν