Ars rhetorica

Valerius Apsines

Valerius Apsines, Ars rhetorica, Spengel, Teubner, 1853

6 Τῶν ἀντιθέσεων αἱ μέν εἰσιν ἔντεχνοι, αἱ δὲ ἄτεχνοι. ἄτεχνοι μὲν οὖν ὅσαι ἢ ἀπὸ γεγονότων ἢ ἀπὸ ἐγγράφων τίθενται. ἀπὸ γεγονότων μὲν ὡς ἐκεῖναι, ὅσαι ἀπὸ παραδειγμάτων, οἷον ὡς ἐν τῷ κατὰ Μειδίου· ,,ἀπήγγελλε τοίνυν τίς μοι περιϊόντα αὐτὸν συυλλέγειν καὶ πυνθάνεσθαι, τίσι πώποτε συμβέβηκεν ὑβρισθῆναι καὶ λέγειν τούτους καὶ διηγεῖσθαι πρὸς ὑμᾶς μέλλειν, οἷον τὸν πρόεδρον καὶ τὰ ἑξῆς ἀπὸ ἐγγράφων δέ, ὅταν ἢ νόμος ἢ ψήφισμα ἡμῖν ἀντιτεθῇ. ἄτεχνοι δὲ αἱ τοιαῦται καλοῦνται, διότι οὐκ ἐξ ἰδίας ἐπινοίας εὑρίσκει ταύτας ὁ ῥήτωρ, ἐξ ὡρισμένων δὲ καὶ γεγονότων ἔχει τὴν ὕλην. ἔντεχνοι δὲ καλοῦνται, ὅσας εὑρὼν αὐτὸς ὁ ῥήτωρ εὑρὼν ἀντιτίθησιν ἡμῖν, οἷον ὡς ἐν τῷ πρὸς Λεπτίνην· ,,ἀλλά, νὴ Δία, φήσει ὡς ἐκ τοῦ νόμου τούτου λειτουργήσουσιν οἱ πλουσιώτατοι.“ ὡς ἐπὶ τὸ πλεῖστον δὲ αἱ ἄτεχνοι ἰσχυρότεραί εἰσι τῶν ἐντέχνων. διὰ τί ; ὅτι αἱ μὲν ἀφʼ [*](503) ὡρισμένων πραγμάτων λαμβάνονται καὶ σχεδὸν ὡμολογημένων, ταύτας δʼ εὕρηκεν ὁ ῥήτωρ, καὶ δεῖ αὐτὰς κριθῆναι. χρὴ δὲ τὰς μὲν ἰσχυρὰς ἀντιθέσεις, (ἰσχυρόταται δέ εἰσιν αἱ συνεκτικώταται τοῦ ἀντιδίκου) προδιαβάλλσντα εἰσάγειν ὡς μεμηχανημένας, καὶ ἀδόξοις τοῖς ὀνόμασι καὶ ὡς μάλιστα πειρᾶσθαι αὐτὰς ἀσθενῶς εἰσάγειν ἢ προσθέντα τι ὄνομα ἄδοξον ἢ ἀφελόντα, οἷον ὡς ἐπʼ ἐκείνου οἷον οἱ νησιῶται πωλοῦσι τὰ γένη, καὶ οὕτω πέμπουσι τὸν φόρον, καὶ βουλὴ πρόκειται. ἐνταῦθα τί ἐστι τὸ συνεκτικώτατον τοῦ ἀντιδίκου, τὸ συμφέρον· σὺ οὖν πῶς ἂν εἰσάγοις τὴν ἀντίθεσιν; ὃν

362
6 ὅλον πρᾶγμα ἀτύχημα συμβέβηκεν εἰ γὰρ ἀπέδρα λαβὼν ἀργύριον, ἕπεται τὸ ἀτύχημα λογίζεσθαι τὸ συμβάν. Ἴδωμεν τοίνυν ἑκάστου τὸν καιρόν. ὅταν μὲν οὖν πάνυ θαρρῶμεν τῇ λύσει, συνάψομεν τῇ ἀντιθέσει καὶ τὰς κατασκευὰς καὶ ποιήσομεν ἀξιοπιστίαν· τότε δὲ δοκοῦμεν πάνυ θαρρεῖν τῇ λύσει, εἰ καὶ κατασκευάσαντες τὴν ἀντίθεσιν πολλὰς παρέχομεν τὰς λύσεις, τὰς κατασκευὰς δὲ αὐτῆς διελόντες ὡς ἀντιθέσεις εἰσάγομεν, ἵνα πυκνὸς καὶ ἀγωνιστικὸς ὁ λόγος γένηται, ὡς ἐν τῷ δευτέρῳ τῶν Φιλιππιπῶν· μία μὲν γὰρ ἦν ἀντίθεσις, ὅτι φοβερὸς ὁ Φίλιππος. κατασκευαὶ δὲ τούτου τίνες; ὅτι χωρία εἴληφεν, ὅτι συμμάχους ἔχει, ὅτι πεζεταίρους ἴσχει, ὅτι τὸν Μακεδονικὴν δύναμιν περιέχει. ταύτας [*](503) γὰρ τὰς κατασκευὰς ὡς ἀντιθέσεις εἰσήγαγε, δι ἃς εἴπομεν αἰτίας.

Ἐνίοτε δὲ καὶ τὸ ἑπόμενον τῇ ἀντιθέσει προστίθεται, ἵνα ἀπʼ αὐτοῦ λαβὴν ἔχοντες ῥᾷον λύωμεν, ὡς ἐν τῷ κατὰ Ἀνδροτίωνος ὁ Δημοσθένης· προειπὼν γὰρ τὴν ἀντίθεσιν, ,,ὡς ὁ τῶν τριηροποιῶν ταμίας ἀποδρὰς ᾤχετʼ ἔχων πέντε ἡμιτάλαντα, εἶτα προστιθεὶς τὸ ἑπόμενον, ,,καὶ τὸ ὅλον πρᾶγμα ἀτύχημα συμβέβηκεν. ἐκ τούτου ἔσχεν ἀφορμὴν τῆς λύσεως. δεῖ δὲ καὶ πιθανὰ εἶναι τὰ λεγόμενα, ἵνα μὴ ἡμεῖς αὐτὰ κακοτεχνοῦντες δοκῶμεν ·προσάγειν, ἀλλʼ αὐτὴ ἡ φύσις τῶν πραγμάτων ἐφέλκεσθαι.

Ἐνίοτε δὲ καὶ μὴ θέντες ἀντίθεσιν τὰς λύσεις αὐτῆ ς τίθεμεν. τοῦτο δὲ γίνεται, ὅταν ἢ πάνυ βαρύνῃ ἡμᾶς ἡ ἀντίθεσις ἐκ προφανοῦς τεθεῖσα, καὶ δέῃ αὐτὴν προανελεῖν λεληθότως ὡ ἐν τῷ πρώτῳ τῶν Ὀλυνθιακῶν πεποίηκεν ὁ Δημοσθένης. τίς γὰρ ἦν πάνυ βαρύνουσα αὐτὸν ἀντίθεσις; ὅτι ἄπιστοι ἡμῖν Ὀλύνθιοι. τοῦτο τοίνυν μὴ θεὶς ἐκ προφανοῦς λέλυκε λεληθότως· ,,πρὸς δὲ

363
τὰς καταλλαγάς, ἃς ἂν ἐκεῖνος ποιήσαιτʼ ἄσμενος πρὸς 6 Ὀλυνθίους, ἐναντίως ἔχει. καὶ γάρ ἐστι τύραννος Φίλιππος καὶ ὄλεθρος φύσει τοῖς δημοκρατουμένοις, καὶ ὑπὲρ μεγάλων Ὀλυνθίοις ὁ κίνδυνος, εἰ πεισθήσονται. καὶ ἐκ παραδείγματος· καὶ ἴσασιν ἅ τε Ἀμφιπολιτῶν ἐποίησε τοὺς παραδόντας αὐτῷ τὴν πόλιν, καὶ Πυδναίων τοὺς ὑποδεξαμένους. ταῦτα τοίνυν ἐστὶ συστατικὰ τοῦ πιστοὺς μὲν ἡμῖν μένειν, ἀπίστους δὲ τῷ Φιλίππῳ. ὅρα πῶς μὴ θεὶς τὴν ἀντίθεσιν τὰς λύσεις αὐτῆς τέθεικεν. [*](506) κἀν τῷ ὑπὲρ τοῦ στεφάνου τὰ αὐτὰ πεποίηκεν. τίς γὰρ ἦν ὁ ἀντιτεθεὶς παρʼΑἰσχίνου λόγος; ὅτι οὐδὲ προσήκων ἦν ἡμῖν ὁ πόλεμος, ὦ Δημόσθενες, ἀλλʼ ἐπʼ ἄλλους ᾔει Φίλιππος, σὺ δὲ ἀλλότριον πόλεμον ἐπεσπάσω, τούτου ἦν ἡ λύσις. ὁ δὲ μὴ θεὶς τὴν ἀντίθεσιν τὴν λύσιν αὐτῆς τέθεικεν εἰπών, ,,ἀλλὰ μὴν τὸν τότε συμβάντα ἐν τῇ πόλει [*]((697)) θόρυβον. τί γὰρ ἐκ τούτου συνίστατο; ὅτι προσήκων ἡμῖν ὁ πόλεμος, ἐθορυβούμεθα. ἢ οὖν βαρυνούσης ἡμᾶς τῆς ἀντιθέσεως προεισάγομεν τὰς λύσεις, ἢ ὅταν μὴ οὕσης καταστάσεως δέῃ τὰς λύσεις καταστατικῶς ἀλλʼ οὐκ ἀγωνιστικῶς τεθῆναι, ὡς ἐν τῷ δευτέρῳ τῶν Ὀλυνθιακῶν πεποίηκεν ὁ Δημοσθένης· ,,ἐγὼ γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, σφόδρʼ ἂν καὐτὸς ἡγούμην φοβερὸν τὸν Φίλιππον εἰ γὰρ ὡς ἀντίθεσιν καὶ λύσιν ἐποίει, οὕτως ἂν εἶπεν, ἀλλὰ νὴ Δία φοβερὸς Φίλιππος, ἢ ἐξ ἀδίκων ηὔξηται· νῦν δὲ καταστατικῶς εἰσήγαγε τὰς λύσεις, διʼ ἣν εἶπον αἰτίαν.

Ἐνίοτε δὲ καὶ ἡ μία ἀντίθεσις πλεονάκις εἰσάγεται,ὡς ἐν τῷ πρὸς Λεπτίνην· τίς γὰρ ἦν ἀντίθεσις, ὅτι ἀνάξιοί τινές εἰσι τῆς ἀτελείας. τοῦτο πολλάκις εἰσήγαγεν. ,,ἔστι δὲ τοῦτο δῆλον ὅτι Λεπτίνης δίκαιον μὲν οὐδὲν ἐρεῖ, φήσει δʼἀναξίους τινὰς εἶναι καὶ πάλιν· ,,νὴ Δία ἀνάξιοι γάρ τινές εἰσι, καὶ πάλιν ,,εἶτʼ ἐπισύροντες ἐροῦσιν ὡς Μεγαρεῖς

364
6 καὶ Μεσσήνιοί τινες ἀτελεῖς εἰσὶν ἀθρόοι καὶ παμπληθεῖς καὶ δοῦλοι καὶ μαστιγίαι.“

Πολλάκις δὲ τὴν αὐτὴν ἀντίθεσιν λαμβάνομεν, ὅταν δαψιλεῖς ἔχωμεν ἐν αὐτῇ τὰς λύσεις καὶ δέῃ αὐτὰς διαιρεθῆναι, ἢ ὅταν ἰσχυρὰ δοκῇ εἶναι ἡ ἀντίθεσις καὶ δέῃ αὐτὴν ἀκριβῶς ἐξελεγχθῆναι. ὅταν δὲ μέλλῃς τὴν ἀντίθεσιν εἰσάγειν, δεήσει σοι καὶ ποικίλων τῶν σχημάτων καὶ τῶν εἰσαγωγῶν, ἵνα τὸ προσκορὲς ἀφέλῃς.

Ἐνίοτε δὲ καὶ δύο ἀντιθέσεις κατὰ ταὐτὸ  συνάπτοντες εἰσάγομεν, χωρὶς δὲ ἑκατέραν λύομεν. ἔστι μὲν καὶ παρὰ τοῖς ἀρχαίοις παραδείγματα, ἔστι δὲ καὶ παρ ἡμῖν ὡς ἐν ἐκείνῳ τῷ ζητήματι· τὸν προδότην ἔδει δεδέσθαι παρὰ τῶ στρατηγῷ, ἔστʼ ἂν εἴπῃ τοὺς ἄλλους· στρατηγὸς ἁλοὺς προδοσίας ἐδέθη παρὰ τῷ συστρατήγῳ, ὁ δὲ ἀπέκτεινεν αὐτὸν ὡς ἐπʼ αἰτίᾳ μοιχείας, καὶ κρίνεται συνειδότος. μετὰ γὰρ τὰς πρώτας ἀντιθέσεις ἔτι κἀκείνας τεθείκαμεν συμπλέξαντες· φησὶ γὰρ ὅτι καὶ αὐτὰ μὲν διʼ ἑαυτῶν φωρᾶται. περὶ δὲ τοῦ καὶ ἄλλως ἐγγενέσθαι διαφθεῖραι τὸν ἄνθρωπον αὐτῷ, εἰ τὴν ἐξ αὐτοῦ μήνυσιν ὑφεωρᾶτο, καὶ οὐκ ἂν ἐξὸν ἀκινδύνως τοῦτο πρᾶξαι μετὰ τῆς μεγίστης ζημίας προείλετο τοῖς τούτου προσθεῖναι τὴν γυναῖκα· τοῦτο εἰσῆκται μὲν ὡς μία ἀντίθεσις, τὸ δʼ ὡς ἀληθῶς εἰσὶ δύο, μία μὲν ἀπὸ τῆς βουλήσεως, ὅτι οὐκ εἰκὸς ἦν προσαπολέσαι με ἑλέσθαι γυναῖκα καὶ ὀνείδει περιβαλεῖν, εἰ μὴ ταῖς ἀληθείαις μεμοίχευτο, ἑτέρα δὲ ἀπὸ τῆς μεταλήψεως· εἰ καὶ ἄλλοι τρόποι ἦσαν ἀναιρέσεως, εἰ ἐβουλόμην ἀνελεῖν τὸν ἄνθρωπον. ὁ δὲ τὰς δύο συνάψας εἰσήγαγε. γνῴης δʼ ἂν ὡς ἀληθῆ λέγω καὶ ὄντως δύο εἰσὶν ἀντιθέσεις, καὶ ἀπʼ [*](508) αὐτῶν τῶν λύσεων. διαφόρους γὰρ πρὸς ἑκατέραν ἠνέγκαμεν λύσεις, ὡς καὶ τῷ σχήματι ἐπεσημήναμεν εἰπόντες, πρῶτον μέν, ἵνα πρὸς τοῦτο ἀποκρινώμεθα,

365
δεύτερον δέ τοῦτο οὐκ ἂν εἴπομεν, εἰ μὴ ᾔδειμεν καὶ 6 αὐτοὶ δύο ἀντιθέσεις τεθεικότες. γίνεται δὲ τοῦτο καὶ συνάπτεται ἀντίθεσις ἀντιθέσει, ὅταν ἢ μίαν ἔχωμεν λύσιν θεῖναι, καὶ ἔστι τοῦτο ἄκρας δυνάμεως δεῖγμα, ἢ ὅταν ἕπωνται ἀλλήλαις αἱ ἀντιθέσεις καὶ συνᾴδωσιν, ὡς μίαν εἶναι δοκεῖν. ὅταν δὲ τοῦτο ποιήσῃς καὶ μέλλῃς διαφόρους πρὸς ἑκατέραν τιθέναι λύσεις, ἐπιμελητέον σοι καὶ τῶν σχημάτων σαφῶν καὶ εὐκρινῶν, ὡς μὴ σύγχυσιν εἶναι, ἀλλὰ τοῦ ἑνὸς εὐκρινῶς ἀποδειχθέντος οὕτως ἐπὶ τὸ ἕτερον μεταβῆναι.

Πολλάκις δὲ καὶ ἐκ  μάχης εἰσάγονταιἀντιθέσεις, ὅταν ἐναντίαι ὦσιν ἀλλήλαις, καὶ ποτὲ μὲν τοίνυν λέγουσιν, ὡς οὐκ ἔπραξαν, ποτὲ δὲ ὡς ἔπραξαν μέν, δικαίως δέ γε.

Λύσεων δὲ καθολικοὶ τρόποι εἰσὶ δύο, κατὰ ἀνατροπὴν 7 καὶ κατὰ μέθοδον καὶ κατὰ ἀνατροπὴν μὲν οὖν, ἐφόνευσας, οὐκ ἐφόνευσα. κατὰ μέθοδον δέ, οἷον, ἐφόνευσα μέν, ἀλλὰ διʼ αἰτίαν εὔλογον· ὁ μὲν οὖν κατὰ ἀνατροπὴν τρόπος κατασκευάζεται ἐκ τόπων τούτων, ἢ ἐκ τῶν ὑποκειμένων πραγμάτων, ὅταν αὐτὰ τὰ πεπραγμένα ἐναντία φαίνηται τοῖς εἰρημένοις ὑπὸ τοῦ [*]((698)) κατηγόρου· ἢ ἐξ εἰκότων, εἰ εἰκὸς μὴ εἶναι ἀληθές, μήτε γὰρ βουληθῆναι διὰ τόδε μήτε δεδύνῆσθαι πρᾶξαι διὰ τόδε ἤ τι ἕτερον ἢ ἐξ ἀτέχνου πίστεως, οἷον μαρτυρίας, ἢ ἄλλου τινὸς τῶν τοιούτων, καὶ ὅλως ἐν ταῖς ἀνατροπαῖς [*](509) τῶν λύσεων ἢ ζήτησις στοχαστικὴ ἢ ὁριστική, οἷον, ἀδικεῖς δημοσίᾳ, οὐκ ἀδικῶ· τί γάρ ἐστι δημοσίᾳ ἀδικεῖν; τὸ ναῦς προδοῦναι καὶ τὰ τοιαῦτα.

Εἰσὶ δὲ τῶν ἀνατροπῶν αἱ μὲν ἁπλαῖ,αἷς ἥδε ἡ μέθοδος εἰσπίπτει, αἱ δὲ ἐκ περιουσίας, ὡς ἐπʼ ἐκείνου· εὐεργέτης

366
7 ὁ Χαρίδημος, οὐκ εὐεργέτης· τοῦτο ἀπλοῦν εἶτα μεθʼ ὑπερβολῆς, οὐ μόνον οὐκ εὐεργέτης, ἀλλὰ καὶ τάδε ἠδίκηκε. γίνεται γὰρ μέθοδος ἢ κατὰ περιτροπήν, ὅταν ἐξ αὐτῆς ἣν ἂν εἴπῃ ὁ ἀντίδικος ἀντιθέσεως περιτρέπῃς αὐτόν, ὡς ἐν τῷ παραπρεσβείας ὀργιεῖται, φησί, Φίλιππος, εἰ καταψηφιεῖσθε τῶν πεποιημένων τὴν εἰρήνην· πρὸς τοῦτο ἀπήντησε τῷ κατὰ περιτροπήν. ,,ἐγὼ δὲ εἰ τοῦτό ἐστιν ἀληθές, οὐκ ἔχω σκοπούμενος εὑρεῖν ὅ τι μεῖζον κατηγορήσω, εἰ γὰρ ὁ τῆς εἰρήνης χρήματα ἀναλώσας. ἢ κατὰ σύγκρουσιν, ὃ καὶ αὐτὸ δόξαι ἂν περιτροπῆς εἶναι, ὅταν μὴ λύσιν τιθῶμεν, ἀλλ αὐτὰς τὰς ἀντιθέσεις συγκρούωμεν ὡς ἐναντίας ἀλλήλαις, ὡς ἐν τῷ κατὰ Ἀνδροτίωνος· οὔ φημι δίκαιονεἶναι περὶ ἀμφοῖν λέγειν, ὡς οὐ παρὰ τὸν νόμον ἐστὶ τὸ ψήφισμα, καὶ ὡς οὐ διὰ τὴν βουλὴν οὐκ εἰσὶν αἱ τριήρεις· εἰ μὲν γὰρ διδόναι καὶ μὴ ποιησαμένῃ τὰς ναῦς ἔξεστι, τί τοῦτο δεῖ λέγειν, διʼ ὅντινα δήποτε οὐ πεποίηνται. ἢ κατὰ μείωσιν γίνεταιλύσις, ἐπὰν ἀνελεῖν μὲν μὴ δυνώμεθα πάντη τὸ ὑπὸ τοῦ κατηγόρου λεγόμενον, ἀλλὰ συγχωρήσαντες ἐλαττώσωμεν αὐτό, ὡς ἐν τῷ πρὸς Λεπτίνην [*](510) ,,ἀλλὰ χορηγούς, φησίν, ,,διὰ τοῦ νόμου ἕξομεν· “τοῦτο ἐμείωσεν εἰπών, ὀλίγους εἶναι καὶ πέντε ἢ ἕξ. δεῖ δὲ πιθανῶς ποιεῖσθαι τὰς μειώσεις. ἢ τοὐναντίον κατὰ αὔξησιν, ὅταν ὁ μὲν ἀντίδικος ἐλαττώσῃτὸ πρᾶγμα, σὺ δὲ κατʼ αὔξησιν ἀπαντήσῃς κατὰ πηλικότητα ἢ ποσότητα ἢ ἄλλο τι τῶν αὐξητικῶν ἢ κατὰ ἀντιπαράστασιν, ὅταν μὴ δυνάμενοι ἀνελεῖν τὸ παρὰ τοῦ ἀντιδίκου πάντη ἀντιπαραστήσωμεν αὐτῷ ἕτερον, ἢ καλὸν ἢ κακόν, ὡς ἐν τῷ πρὸς Λεπτίνην· χορηγοὺς πολλοὺς ἡμῖν δίδωσιν ὁ νόμος. τοῦτο ἔλυσε πρῶτον μὲν κατὰ μείωσιν, ὡς ἐδείχθη ἐπάνω, εἶτα κατ᾿ ἀντιπαράστασιν ἀτόπου· χορηγοὺς δίδωσιν, ἀλλʼ εἰς αἰσχύνην ἄγει, ἀλλʼ εὐεργετῶν
367
ἀφαιρεῖται. κατὰ δʼ ἀντιπαράστασιν ἀγαθῶν, ὡς ἐν 7 ἐκείνῳ ἀδικεῖς τὰς ναῦς ἐμπρήσας· ἀλλὰ νίκην πεποίηκα,  ἀλλὰ φυγῆς ἀπήλλαξα. ἡ δὲ ἀντιπαράστασις τὰ πολλὰ ἀπὸ τῶν ἐκβάσεων εὑρίσκεται, οἷον εὐπορίαν ποιεῖ τὸ μισθοῦ μυεῖν. ἀλλὰ τοῦτο ἐκβήσεται, ἀδοξία, ὀργὴ παρὰ θεῶν. ἠδίκησας διελὼν τὸ τεῖχος, ἀλλὰ νίκη ἀπέβη.

Γίνεται δὲ ἀντιπαράστασις ἢ ἀφʼ ἑνὸς τῶν τελικῶν κεφαλαίων, ἢ κατʼ ἀντιπαράστασιν τρόπου, ἢ κατʼ ἐνδόξου κρίσιν, ἢ δήμου ἢ νόμου ἢ παραδείγματος ἢ προγονικῆς δόξης ἢ δίκης, καὶ καθόλου κατʼ ἀντιπαράστασιν προσώπου ἢ πράγματος. καὶ ἀπὸ μὲν τῶν τελικῶν κεφαλαίων οὕτως· ἐφόνευσας, ἀλλὰ σὺν τῷ δικαίῳ· ἄξιος γὰρ ἦν.παράνομα γράφεις, ἀλλὰ λυσιτελοῦντα,καὶ ἑξῆς ἐνδόξου κρίσις· τούτου δὲ καὶ οἱ νόμοι στοχάζονται· [*](511) ναί φησι κερδαλέα γράφεις, ἀλλʼ αἰσχρά, ἀλλὰ λυπηρά, ἀλλʼ ἀλγεινά, ἀσύμφορα, καὶ νόμῳ νόμος καὶ μάρτυς ἀντιπαρίσταται μάρτυρι, καὶ ψήφισμα ψηφίσματι. κατʼ ἀντιπαράστασιν δὲ τρόπου οὕτως γίνεται ἀντιπαράστασις· δεῖ μισθοῦ μυεῖν, ἵνα εὐπορῶμεν· τούτῳ ἀντιπαρέστησα ἕτερον τρόπον βελτίω ἑτέρως χρήματα δεῖ πορίζειν, οἷον εἰσφορὰν ἐπιγράφειν, ὡς καὶ ἐν τῷ πρὸς Λεπτίνην, ναί φησιν ἐπιλείπουσιν οἱ χορηγήσοντες διὰ τὰς ἀτελείας, ἢ βελτίων ἕτερος τρόπος ἐπανορθώσεως καὶ πόσῳ βέλτιον, φησίν, εἰς συντέλειαν ἀγαγεῖν τὰς χορηγίας, ὥσπερ τὰς τριηραρχίας, ἢ πάντας περὶ ἡμᾶς ἀπίστους διαθεῖναι. γίνεται δὲ ἀντιπαράστασις καὶ ἐνδόξου κρίσεως, ὅταν τῷ λεγομένῳ ὑπὸ τοῦ κατηγόρου ἢ [*]((699)) προγόνου πρᾶξιν ἢ δήμου ἢ πόλεως ἄλλης ἢ νομοθέτου ἢ προσώπου ἢ ἐνδόξου κρίσιν, ἢ ὅλως παράδειγμά τι ἀντιθῶμεν· ὡς ἐν τῷ περὶ στεφάνου, ἄνισον, φησίν, πεποίηκας τὴν συμμαχίαν, ὦ Δημόσθενες. τούτῳ ἀντέθηκε προγόνων κρίσιν καὶ παραδείγματα, ,,καὶ ἐπὶ τῶν

368
7 προγόνων ἐν Σαλαμῖνι διπλασίας μὲν ἡ πόλις τριήρεις παρέσχε τῶν ἄλλων. δεῖ δὲ ἐν ταῖς ἀντιπαραστάσεσι σκοπεῖν ὅπως τῶν ὑπὸ τοῦ ἀντιδίκου εἰρημένων τὰ ὑφʼ ἡμῶν λεγόμενα εὐλογώτερα φαίνηται.

Γίνεται δὲ λύσις καὶ ἐν διανοίας ἐξετάσει, ὅταν ἢ νομοθέτου διάνοιαν ἐξετάζωμεν, οἷον νόμος σοι ἐναντιοῦται, [*](512) οὐ ταύτῃ τῇ διανοίᾳ γέγραπται ὁ νόμος ἀλλʼ ἑτέρᾳ· δεῖ σκοπεῖν ὅπως ἂν εὔλογος φανῇ ἡ ὑφʼ ἡμῶν λεγομένη διάνοια· οἷον, ὁ ξένος κεκώλυται ἀναβαίνειν ἐπὶ τὸ τεῖχος. εἰ ὁ νόμος κωλύει, ἐπὶ κακῷ τῆς πόλεως ἀναβαίνειν κωλύει, οὐ τὸν ἀριστεύειν μέλλοντα. γίνεται δὲ καὶ ψηφίσματος καὶ παντὸς ῥητοῦ λύσις ἐπὶ τὸ πολὺ ἐκ διανοίας ἐξετάσεως. καὶ μαρτυριῶν λύσις, ἢ κατʼ ἀντιπαράστασιν, ὡς ἐδείχθη, μαρτυριῶν ἄλλων ἢ εἰκότων,ἢ ἐκ διανοίας ἐξετάσεως· καταμαρτυρεῖ σοῦ ὁ δεῖνα, τὴν διάνοιαν πρὸς χάριν ἢ διʼ ἔχθραν. πολλάκις δὲ καὶ ἑαυτῶν διάνοιαν παρεχόμεθα ἐν λύσει ἐξετάζοντες, ὃ καὶ χρωματικὸν καλοῦσί τινες, οἷον τυραννίδος ἐπιθυμεῖς, ἢ διὰ τί δακρύεις; δακρύω ἐλεῶν τοὺς ἐν τυραννίδι, καὶ τὰ ἐκ τυραννίδος κακὰ ἐνθυμούμενος. ὥσπερ δὲ ἔφην ῥητὸν ἐκ διανοίας λύεσθαι, οὕτω καὶ διάνοιαν ἐκ ῥητοῦ, οἷον τῇδε τῇ διανοίᾳ ὁ νόμος γέγραπται, ἢ οὐδαμοῦ τοῦτο τῷ ῥητῷ πρόσκειται.

Γίνεται δὲ λύσις καὶ ἀπὸ τοῦ ἐναντίου καθʼ ὑπέρθεσιν. ὅταν οὐ ἐγκαλούμεθα, τὸ ἐναντίον δείξωμεν ὡς ἀλυσιτελὲς ἢ ὡς οὐκ ἐνδεχόμενον, ὡς ἐν τῷ περὶ στεφάνου· ἄνισον πεποίηκας τὴν συμμαχίαν, ὦ Δημόσθενες. τοῦτο ἐλύθη πρῶτον ἐκ παραδείγματος, ὅτι καὶ ἐπὶ τῶν προγόνων ἐπράχθη, εἶτα καὶ ἐκ τοῦ ἐναντίου καθʼ ὑπόθεσιν. εἰ δʼ ἐμοῦ περὶ τούτων ἀκριβολογουμένου ἀπῆλθον αἱ πόλεις καὶ προσέθεντο Φιλίππῳ, τί ποιεῖν ἂν ἢ τί λέγειν οἴεσθε τοὺς ἀσεβεῖς τούτους ἀνθρώπους,

369
καὶ πάλιν προῖών που λέγε πρὸς τὴν ἀντίθεσιν, ἀλλʼ 7 ἄτολμος εἶ καὶ μαλακός, διότι πταῖσμα γέγονε διὰ τὴν ἔξοδον τὴν μετὰ Θηβαίων ἀπὸ τοῦ ἐναντίον λαβών, ,, εἰ [*](513) δὲ νῦν μετὰ Θηβαίων ἡμῖν ἀγωνιζομένοις οὕτως εἵμαρτο πρᾶξαι, τί ἂν ἐγένετο, εἰ μηδὲ τούτους ἔσχομεν συμμάχους, καὶ εἰ νῦν τριῶν ἡμερῶν ὁδὸν ἀπὸ τῆς Ἀττικῆς τῆς μάχης γενομένης τοσοῦτος περιέστη φόβος, τί ἂν εἰ που τῆς Ἀττικῆς ταὐτὸ τοῦτο πάθος ἐγένετο προσδοκῆσαι ἐχρῆν; καὶ πάλιν ἐν τῷ κατὰ Μειδίου, ὕβρις τὸ πρᾶγμα, ὦ Δημόσθενες, οὐκ ἀσέβεια. ἡ λύσις ἐκ τοῦ ἐναντίου καθʼὑπόθεσιν,ἐγὡ δὲ οἶδα ὅτι εἰ μὴ προὐβαλλόμην αὐτόν, οὑναντίος ἂν εὐθέως ἧκέ μοι λόγος, ὡς εἴπερ ἦν τι τούτων ἀληθές, προβάλλεσθαί μʼ ἔδει.

Γίνεται δὲ λύσις καὶ ἐκ διαφορὰς· οἷον ἐν τῷ πρὸς Λεπτίνην, Λακεδαιμόνιοι, φησί, καὶ Θηβαῖοι οὐδένα τιμῶσι.  τούτου ἐκ διαφορᾶς ἡ λύσις, ὅτι ἀνομοίου πράγματος ἐμνήσθης· Λακεδαιμόνιοι γὰρ καὶ ἡμεῖς καὶ Θηβαῖοι οὔτε νόμοις οὔτε ἔθεσιν οὔτε πολιτείᾳ τῇ αὐτῇ χρώμεθα. καὶ πλέον ἕξει τὸ εἶδος ἐν ταῖς λύσεσι ταῖς πρὸς παράδειγμα.

Γίνεται δὲ καὶ ἐκ τοῦ ὁμοίου ἢ συλλογιστικῶς λύσις, ὡς ἐπʼ ἐκείνου, ὁ νόμος κελεύει τὸν ἐξ ἑταίρας  μὴ λέγειν, ἢ ἴσον τούτου κωλύειν τὸν νόμον τὸν ἐκ πόρνου γεγονότα· ὁμοίως γὰρ καὶ οὗτος ἐπονείδιστος ἐκ γένους καὶ ἐν ἀσελγείᾳ τέθραπται, καὶ ἑξῆς κατὰ αὔξησιν ὅτι μεῖζόν ἐστι.

Καὶ ἡ εἰς ἄτοπον ἀπαγωγὴ ἰδέα λύσεων οὐκ ἀγεννής, ὅταν λέγωμεν ὅτι κατὰ τοῦτον τὸν λόγον πολλῶν καὶ ἄλλων ἀποστατέον, καὶ εἰς ἀπέραντον προβήσεται, ὡς ἐν τῷ πρὸς Λεπτίνην, ἐξαπατᾶται,φησίν, ὁ δῆμος, καὶ διὰ τοῦτο οὕτως ἔθηκα τὸν νόμον, τοῦτο ἔλυσε τῇ εἰς ἄτοπον [*](514) ἀπαγωγῇ χρησόμενος· ,,τί οὖν κωλύει πάντα ἀνῃρῆσθαι[*]((700))

370
7 κατὰ τοῦτον τὸν λόγον; οὐ γὰρ ἔστιν ἐφʼ ὅτῳ τοῦτο οὐ πεπόνθατε τῶν πάντων, ἀλλὰ καὶ ψηφίσματα πολλὰ πολλάκις ἐξαπατηθέντες ἐψηφίσασθε, καὶ ὅλως ἐν οἶμαι πολλοῖς οἷς πράττετε καὶ τοιοῦτό τι συμβαίνειν ἀνάγκη. καὶ πάλιν ἐν ἐκείνῳ τῷ ζητήματι· ἀποστατέον, φησί, τῶν γάμων ἡμῖν διὰ τὰ προσόντα λυπηρά· τί οὖν κατὰ τοῦτον τὸν λόγον κωλύσει πολλῶν καὶ ἄλλων ἀποστῆναι τῶν κατὰ τὸν βίον, καὶ πολιτείας καὶ κτήσεως καὶ ἀποδημιῶν, ἐπειδὴ ἔσθʼ ὅτε καὶ ἐν τούτοις λυπηρόν τι συμβαίνει.