Ars rhetorica

Valerius Apsines

Valerius Apsines, Ars rhetorica, Spengel, Teubner, 1853

Ἔτι ἀναμνήσομεν ἐπὶ τῆς καλουμένης γνωσιγραφίας, κατὰ ταύτην κεφαλαιούμενοι τὰ εἰρημένα· ἔστι δὲ ἡ γνωσιγραφία ἀπόφασις δικαστῶν, οἷον, τί δὲ ἀφιέντες [*]((709)) γράψετε; ἐξεῖναι καταλύειν τοὺς νόμους, πράττειν τὰ τῇ πόλει μὴ συμφέροντα, δημεύειν ἀλλοτρίας οὐσίας.

Ἔστιν ἀναμιμνήσκειν διὰ νόμων εἰσφορὰς, ὡς ἀναμιμνήσκειν ὑπάρχει διὰ ψηφίσματος εἰσφορᾶς, οἷον, [*](548) ὑπολαμβάνετέ με νῦν νόμον εἰσφέρειν μηδένα ἐπιβουλεύειν τοῖς ἀλλοτρίοις παισίν, ἐξουσίαν ἔχειν τοὺς πατέρας τῶν υἱέων, τούς στρατιώτας μὴ ἐπιβουλεύειν τοῖς εὐεργέταις τοῖς ἑαυτῶν, μὴ ποιεῖσθαι κέρδη τὰς ἀλλοτρίας συμφοράς, εἰ τοῦτον εἰσέφερε τὸν νόμον, οὐκ ἂν ἐκυρώσατε; τοῦτον δὲ ἀντὶ τούτου εἰσφέρειν ἕτερον νόμον τὸν τὰ ἐναντία τούτοις ποιεῖν κελεύοντα, κυρίους εἶναι τῶν ἀλλοτρίων παίδων τούς μηδὲν προσήκοντας αὐτοῖς, τούς ἀδικήσαντας μηδεμίαν τιμωρίαν ἐκτίνειν, ἄδειαν τοὺς στρατιώτας ἔχειν τοῦ ποιεῖν ἅπαντας κακῶς.

Ἔτι ἀναμνήσομεν διʼ ὑπογραφῆς ἤτοι εἰκόνος ἢ ἀνδριάντος ἢ τάφου ἢ τῶν τοιούτων τινός, οἷον καὶ τὸν Ἐπαμεινώνδαν φασὶ θανάτου κρινόμενον παρὰ τοῖς Θηβαίοις ποιῆσαι. παρελθών γὰρ ἔφη ,,ἀποκτείνατέ με, ὦ

390
Θηβαῖοι.ἐκεῖνο δέ μοι παρʼ ὑμῶν ὑπαρξάτω ἐν τῇ στήλῃ, ὅτι παραλαβὼν τὴν πόλιν δουλεύουσαν τὴν ἑαυτοῦ ἠλευθέρωσε, καὶ Λακεδαιμονίους ἐκράτησε μάχῃ, καὶ διέβη εἰς Πελοπόννησον, τὰ καὶ τὰ διεπράξατο. δύναται δὲ ὁ Ἐπαμεινώνδας καὶ οὕτω λέγειν· μὴ ποιήσητέ μου τάφον· παριών γάρ τις μνημονεύσει καὶ ἐρεῖ τὰ καὶ τά. ἔστι δὲ ὑπομιμνήσκειν οὐ μόνον διὰ τῆς ἐπιγραφῆς τῆς γιγνομένης διὰ γραμμάτων, ἀλλὰ καὶ τῆς ἐκτύπωσιν ἐχούσης τῶν γεγενημένων, ὡς ἐπὶ Θεμιστοκλέους, εἰ δὲ ἀποκτενεῖτέ με, ἔστω μνῆμα δηλοῦν ἐπὶ τῷ ἐμῷ τάφῳ [*](549) τούτων ἕκαστον, διʼ ἃ νῦν φθονούμενος κρίνομαι, Ἀρτεμίσιόν που καὶ Σαλαμὶς γεγράφθω καὶ στόλος βασιλικὸς καὶ τὸ Ἀθηναίων ναυτικὸν καὶ τῶν ἄλλων ἕκαστον ἀξιώσει τούτοις ἐγγεγράφθαι.

Ἔστι δὲ ἀναμιμνήσκειν τῶν εἰρημένων καὶ καθʼ ἕτερον τρόπον τῷ σχήματι τῆς πεύσεως χρώμενον, ἀνερωτῶντα τοὺς δικαστάς, διὰ τί ἀφήσετε τὸν φεύγοντα, ὡς Αἰσχίνης πεποίηκε. πυνθάνεται γὰρ τῶν δικαστῶν διὰ τί ἀφήσετε τὸν Κτησιφῶντα; ὅτι νόμιμον τὸ ψήφισμα; ἀλλὰ δέδεικται παρὰ τοὺς νόμους γεγραμμένον· ὅτι Δημοσθένης εὔνους τῇ πόλει; ἀλλὰ καὶ οὗτος δέδεικται κακόνους ὢν τῷ δήμῳ. ὅτι Κτησιφῶν αὐτὸς ἐξ ἀγνοίας τὸ ψήφισμα ἁμαρτὼν ἔγραψεν,ἀναγκάσαντος αὐτόν τινος; οὐδὲ διὰ τούτων οὐδὲν αὐτοῦ ἀποψηφιεῖσθε.

Τοσαυταχῶς οὖν ἀναμιμνήσκειν ὑπάρχει, τουτέστι χρῆσθαι τῇ ἀνακεφαλαιώσει καλουμένῃ· ἀναμνήσομεν γὰρ καὶ ἐπερωτῶντες τοὺς δικαστὰς τὰς αἰτίας, διὰ τί φήσουσι τούς κρινομένους ἐᾶν, ἔπειτα ἐξ ἐπιγράμματος, καὶ τούτου διχῶς θεωρουμένου, ἐξ εἰσφορὰς νόμου, ἐκ ψηφίσματος, ἐκ τῆς γνωσιγραφίας, ἐκ τῆς παραθέσεως ἀμφοτέρων τῶν δικαίων συγκρίσεως, πάλιν ἐξ ἠθοποιΐας, ἐξ ὑποτυπώσεως, ἐκ προσωποποιΐας, ἐκ τῆς κεφαλαιώδους

391
ἐκθέσεως τῶν εἰρημένων. καὶ περὶ μὲν τῆς ἀνακεφαλαιώσεως ταῦτα λέγειν ὑπάρχει.

[*](550)

Ἐπειδὰν δὲ μέλλωμεν κινεῖν ἔλεον, προπαρασκευάσομεν τὸν δικαστὴν πρὸς τοῦτο ἡμῖν ἐπιτηδείως ἔχειν· οὐ γὰρ ἐξαίφνης ἐπιχειρεῖν δεῖ τούτῳ τῷ τόπῳ, ἀλλὰ μετὰ προπαρασκευῆς τινος· ἀνύσομεν γάρ τι καὶ οὕτω μᾶλλον τῶν δικαστῶν ἀναπεπεισμένων καὶ παρωξυσμένων πρὸς τὸ ἐλεεῖν τὸν κρινόμενον. πῶς οὖν προπαρασκευάσομεν; τοῦτον τὸν τρόπον· κοινῷ τόπῳ χρησόμεθα τῷ περὶ ἐλέου καὶ φιλανθρωπίας, καὶ περὶ τοῦ δεῖν φρονεῖν ἀνθρώπινα καὶ ἡμέροις χαίρειν μᾶλλον ἤπερ ἀποτόμοις, τὸ τοιοῦτονεἶναι λέγοντες πολύ καὶ χρηστὸν καὶ φιλάνθρωπον καὶ τρόπου πεπαιδευμένου, καὶ τοὺς ρὕτως ἔχοντας ἐπαινεῖσθαι μᾶλλον τῶν οὕτως οὐκ ἐχόντων, καὶ ὅσον διαφέρουσιν οἱ ἄνθρωποι τῶν θηρίων,[*]((710)) τοσοῦτον διαφέρειν τούς ἐλεήμονας τῶν ἀνηλεῶν. καὶ ἔτι φήσομεν τοὺς οὕτως ἔχοντας εἴ ποτε ἄρα δεηθεῖεν τῆς παρʼ ἄλλων φιλανθρωπίας, ῥᾷον αὐτῆς τυγχάνειν. δεῖν δʼ ὄντας ἀνθρώπους προορᾶσθαι τὸ μέλλον. Ἀθήνῃσι μὲν οὖν λέγοντες καὶ ἀπὸ κρίσεως καὶ ἀπὸ ἔργων γεγενημένων τὸν κοινὸν τόπον τοῦτον κατασκεάσομεν· Ἐλέου βωμός ἐστι παρʼ ὑμῖν, θεὸς εἶναι δοκεῖ παρʼ ὑμῖν ἡ κοινὴ πάντων φιλανθρωπία, ἐπὶ τούτῳ παρὰ τοῖς ἄλλρις εὐδοκιμεῖτε πᾶσι, μὴ οὖν ἀλλοιωθῆτε νῦν. καὶ παραδείγματα προοισόμεθα, τοὺς καταφυγόντας μὲν ἐπὶ τὸν βωμόν, μὴ ἀτυχήσαντας δὲ ὧν ἠξίωσαν, οἷον τοὺς Ἡρακλείδας, καὶ εἰ δή τινες ἕτεροι λέγονται τὸ ὅμοιον αὐτοῖς ποιῆσαι. εἰ δὲ παρʼ ἄλλοις ἐσμέν, παράδειγμα τὸ [*](551) τῶν Ἀθηναίων προοισόμεθα καὶ ἐπαινεσόμεθα τοὺς Ἀθηναίους, καὶ ἐὰν μὲν ὦσι φίλοι, ὡς καὶ περὶ φίλων

392
διαλεξόμεθα, εἰ δʼ ἐχθροὶ τῶν Ἀθηναίων τινές, προθεραπεύσομεν τὸν λόγον, ὡς ὁ Αἰσχίνης· μέλλων γὰρ λέγειν πεπραγμιένον τι τοῖς Λακεδαιμονίοις, προθεραπεύει τοῦτο καλὸν εἶναι λέγων μιμεῖσθαι καὶ τὰς ἀλλοτρίας καὶ τὰς οἰκείας ἀρετάς.

Οὐ μόνον δὲ τούτῳ τῷ τόπῳ πρὸς τὸν ἔλεον τοὺς δικαστὰς παρασκευάσομεν, ἀλλὰ καὶ ἀναμιμνήσκοντες τῶν τοῖς φεύγουσι διʼ αὐτοὺς πεπραγμένων, λόγου χάριν, οὗτος μέντοι πένης ὢν οὐκ ὂν αὐτῷ φιλοτιμεῖσθαι πρὸς ὑμᾶς ἐκ χρημάτων γέγονεν ὑμῖν καὶ ἐκ τῶν ὄντων τὰ δυνατὰ αὐτῷ χρήσιμος, αὑτόν γε μὴν ἔταξεν ἐπὶ τὰ τῇ πόλει συμφέροντα. καὶ γάρ τοι δημηγορῶν ὠφέλει τὸ κοινὸν νόμους εἰσφέρων ψηφίσματα· ὑπὲρ δὲ τῶν δικαίων ἐπρέσβευσεν,ἐστρατήγησεν.ἔτι προπαρασκευάσομεν πρὸς τὸ ἐλεεῖσθαι τοὺς κρινομένους τὰ ὑπʼ αὐτῶν φιλανθρώπως πρὸς ἄλλους πεπραγμένα διεξιόντες· ἐνὸν αὐτῷ παρὰ τοῦ δεῖνος τιμωρίαν ἀδικηθέντι λαβεῖν ἀφεῖκεν· ἐν μέντοι τῷ παρασκευαστικῷ πρὸς τὸν ἔλεον τούτῳ οἰκείῳ χρησόμεθα τῷ παρόντι πράγματι.

Μετὰ μέντοι τοὺς κοινοὺς τόπους τοὺς τὴν παρασκευὴν ἔχοντας πρὸς τὸν ἔλεον ἀπὸ τοῦ παρὰ τὴν ἀξίαν καλουμένου τὸν ἔλεον κινήσομεν· παρὰ τὴν ἀξίαν δὲ ἔστι τὸ ταῦτα πάσχειν τινά, ἅπερ αὐτῷ δοκεῖεἶναι ἧττον, οἷον τὸ πένεσθαι τοὺς ἐν πλούτῳ γεγονότας, τὸ φεύγειν δημαγωγούς, τὸ ἀτιμίᾳ περιπεπτωκέναι στρατηγούς, [*](579) συνελόντι δʼ εἰπεῖν ἡ ἀπὸ τῶν βελτιόνων ἐπὶ τὰ χείρω μεταβολὴ κατὰ τὸν τόπον θεωρεῖται τὸν παρὰ τὴν ἀξίαν καλούμενον, οἷον ὁ Δημοσθένης ἐπιστέλλει πως τοῖς Ἀθηναίοις περὶ τῆς καθόδου τῆς ἑαυτοῦ. οἶμαι μὲν ὅτι καὶ αὐτὸς κινεῖ τὸν ἔλεον ἐκτοῦ παρὰ τὴν ἀξίαν θεωρεῖσθαι εἰ δὲ καὶ παραλέλειπται τοῦτο αὐτῷ, ὑπῆρχεν ἄν κινῆσαι τὸν ἔλεον αὐτῷ τόνδε τὸν τρόπον, ἀλλὰ νῦν ὁ

393
πρότερον διοικῶν τὰ ὑμέτερα πράγματα κε λαμπρὸς καὶ περίβλεπτος ὢν καὶ ὑπὸ τῶν πάντων ζηλούμενος οὐ μόνον τούτων ἀφῄρημαι, ἀλλὰ καὶ τῆς πατρίδος ἐξελήλαμαι. καὶ ἱκέτης ἄλλων γίνομαι ὁ τέως ἄλλους εὐεργετῶν.

Ἔτι κινήσομεν ἔλεον καὶ ἀπὸ τοῦ καλουμένου παρὰ [*](580) τὴν ἐλπίδα, οἷον, ἤλπιζον δημαγωγῶν καὶ τὰ ὑμέτερα πράττων καὶ τολμήσας διὰ τὰ ὑμῖν συμφέροντα προςκροῦσαι τοῖς πλουσίοις ἀποκεῖσθαί μοι παρʼ ὑμῖν ἀντὶ τούτου τὴν χάριν, εἰ δὲ μὴ μᾶλλον εὐδοκιμήσειν τῶν πλουσίων, ἀλλʼ οὖν ἀπολαύσειν αὐτοῖς τῆς τιμῆς τῆς ἴσης· νυνὶ δὲ τούτων ἀπάντων ἐσφάλην, ᾔτησέ με παρʼ ὑμῶν ὁ πλούσιος δωρεάν, ὑμεῖς ἔδοτε, ψήφισμα περὶ τούτων ἐκυρώσατε. δύναται δέ τις τὸν τόπον τοῦτον κινεῖν πολλαχῶς· ἤλπισα γηροβοσκὸν παῖδα ἔσεσθαί μοι. ὁ δὲ οὐ μόνον οὐδὲν τούτων ποιεῖ, ἀλλὰ καὶ συκοφαντεῖ καὶ παρανοεῖν φησὶ καὶ δῆσαι βούλεται. καὶ στρατηγὸς [*]((721)) κρινόμενος ἐπὶ νίκῃ γεγενημένῃ ἀπὸ τούτου τοῦ τόπου εἰς τὸν ἔλεον εὐπορήσει λημμάτων.