Ars rhetorica

Valerius Apsines

Valerius Apsines, Ars rhetorica, Spengel, Teubner, 1853

Τὸ ἔνδοξον κατασκευάζεται ἀπὸ τοῦ ταῖς τῶν πολλῶν διανοίαις συντρέχειν.

Αἱ δὲ ἄτεχνοι πίστεις ἔγγραφα, βάσανοι, περὶ ὧν ἐν τῷ νομίμῳ λέλεκται, μαρτυρίαι καὶ μάρτυς, ὅτι ἀληθής, συνίσταται ἐκ ποιότητος προσώπου, τίς ὁ μεάρτυς, ὅτι καλὸς καὶ ἀγαθός· ἐκ τῶν προγεγονότων, εἰ καὶ ἤδη τινὰ μαρτυρίαν ἀληθῆ μεμαρτυρηκὼς φαίνεται· ἐκ διανοίας, ὅτι οὐ πρὸς ἔχθραν οὐδὲ πρὸς χάριν οὐδὲ πρὸς λῆμμά τι· ἐκ τοῦ πράγματος, ὅτι καὶ αὐτὸ τὸ λεγόμενον ἐκ τῶν ἄλλων εἰκότων συνίσταται ἀληθὲς ὄν.

12 Ὁ ἐπίλογος τόπος τριμερής ἐστιν· ἔχει γὰρ καὶ ἀνάμνησιν τῶν εἰρημένων καὶ ἔλεον καὶ δείνωσιν, ἡ δὲ δείνωσις [*](532) κατὰ τὴν αὔξῃσιν θεωρεῖται τούτων τοίνυν περὶ πρώτου τοῦ τῆς ἀναμνήσεως διαλέξομαι.

Κατὰ τοῦτον δὲ θεωρεῖται ἡ καλουμένη ἀνακεφαλαίωσις τῶν διὰ πολλῶν εἰρημένων, τῆς δὲ ἰδέας τοῦ λόγου τῆς πραγματικῆς καλουμένης· εἰς δύο γὰρ εἴδη ὁ πᾶς λόγος διαιρεῖται, (λέγω δὲ νῦν λόγον τὸν δικανικόν) τό τε πραγματικὸν καὶ τὸ παθητικόν· ὑποτάσσεται δὲ τῷ πραγματικῷ μὲν ἥ τε διήγησις καὶ ἡ ἀπόδειξις· τῷ δὲ παθητικῷ τὸ προοίμιον καὶ ὁ ἐπίλογος. πῶς οὖν εἰπόντες τοῦ λόγου τῆς ἰδέας τῆς παθητικῆς τὸν ἐπίλογον τὴν ἀνάμνησιν τόπον οὖσαν αὐτοῦ μέρος πραγματικῆς εἶναί φαμεν; ὅτι κατὰ τοῦτον τὸν τόπον ἀνακεφαλαίωσιν ποιούμεθα τῶν ἀποδείξεων· ἐπεὶ οὖν τῶν πραγμάτων ἀνάμνησιν κεφαλαιώδη ποιούμεθα, διὰ τοῦτο πραγματτικὸς οὗτος ὁ τόπος, ἰδικὸς ὢν τοῦ ἐπιλόγου.

Ζητεῖται δὲ εἰ ἐπὶ τέλους τῇ ἀνακεφαλαιώσει δεῖ χρῆσθαι

385
τῶν λόγων, ἢ μίαν χώραν οὐκ ἔχει, ἀλλὰ πολλαχοῦ 12 ἡ χρῆσις αὐτῆς γίνεται. ἔνιοι μὲν οὖν ἐπὶ τέλους εἰσὶν αὐτῇ κεχρημένοι, ὡς καὶ ἐν τῇ κατηγορίᾳ τῇ Δημάδου ἐποίησεν ὁ Ὑπερείδης, καὶ ὁ Δημοσθένης ἐν τῷ κατὰ [*]((707)) Ἀριστοκράτους καὶ Τιμοκράτους. ἔνιοι δὲ καὶ κατὰ μέσον τοῦ λόγου ἐχρήσαντο τῇ ἀναμνήσει, τουτέστι τῇ ἀνακεφαλαιώσει, ὡς ἀμέλει καὶ αὐτὸς ὁ Δημοσθένης ἐν τῷ παραπρεσβείας. ἕτεροι δὲ ἤδη μεταξὺ τῶν προειρημένων καὶ τῶν ἀναγκαίων πίστεων ἀνέμνησαν τῶν προηγουμένων ἀποδείξεων κεφαλαιωδῶς μέλλοντες περὶ τῶν ἀναγκαίων διαλέγεσθαι. ἔστι δὲ καὶ ἕτερος τόπος τῆς ἀναμνήσεως γιγνόμενος ἐπὶ ἑνὶ ἀποδειχθέντι κεφαλαίῳ, οἷον ὡς μὲν οὖν παράνομόν ἐστι τὸ ψήφισμα μεμαθήκατε ἐκ τοῦδε καὶ τοῦδε τοῦ νόμου. ἢ οὕτως· ὡς μὲν οὖν ἠδίκηκε [*](533) τὴν πόλιν οὐκ ἐν καιρῷ πλεύσας ἐπὶ τὴν Ὄλυνθον, τοῦθʼ ὑμῖν γέγονε γνώριμον ἐκ τῆς δαπάνης τῆς γεγενημένης, ἐκ τῶν ἐλπίδων ὧν ἐσφάλητε, ἐκ τοῦ γεγενῆσθαι τὸν Φίλιππον καθ᾿ ἡμῶν μέγαν. τρεῖς οὖν ἔχει τόπους ἡ ἀνάμνησις, τουτέστιν ἡ ἀνακεφαλαίωσις, τὸν ἐπ τέλει τοῦ λόγου, τὸν μεταξὺ γινόμενον τῶν τε ἀναγκαίων καὶ τῶν προηγουμένων ἀποδείξεων, καὶ τὸν γινόμενον ἐπὶ ἐνὶ κεφαλαίῳ ἀποδεδειγμένῳ. ταύτῃ δὲ διαφέρουσιν ἀλλήλων αἱ ἀναμνήσεις, ὅτι ἡ μὲν ἐπὶ τέλει ἔκθεσιν ἔχει κεφαλαιώδη τῶν ζητημάτων ἁπάντων καὶ ἀνάμνησιν τῶν προηγουμένων ἀποδείξεων κεφαλαιωδῶς καὶ τῶν ἀναγκαίων, ἡ δὲ μεταξὺ γιγνομένη ἀνάμνησιν περιέχει τῶν ἀναγκαίων πίστεων, ἡ δὲ ἐπὶ κεφαλαίῳ ἑνὶ ἀποδειχθέντι γινομένη οὐκ ἔτι κεφαλαίων ἀνάμνησις, ἀλλὰ τῶν λημμάτων δἰ ὧν ἀπεδείχθη τὸ προκείμενον κεφάλαιον.