Ars rhetorica

Valerius Apsines

Valerius Apsines, Ars rhetorica, Spengel, Teubner, 1853

Διαβάλλεται δὲ νόμος ἀπὸ τῶν ἐναντίων, ὅτι καινός, ὅτι οὐκ ἀξιόπιστος ὁ γράψας ἢ τὸ πρᾶγμα ὃ διαγορεύει

382
11 οὐκ ἀνεκτόν, ἢ ὅτι ταῖς δόξαις πάντων μάχεται, ὅτι διάνοια τοῦ γράψαντος μοχθηρά, ὡς ἐν τῷ κατὰ Ἀριστοκράτους. εἰ δὲ τὸν νόμον μὴ διαβάλλοις, φαίης δὲ οὐ δυνατὸν εἶναι αὐτῷ ἐν τῷ παρόντι χρῆσθαι, ἢ ἐκ διανοίας [*](529) αὐτὸν ἐξετάσεις, ὅτι οὐκ ἐπὶ τούτοις γέγραπται, κατ᾿ ἀντιπαράστασιν κεφαλαίων. εἰ δὲ καὶ ξενικῷ νόμῳ χρῷο, προσυστήσας τὸ πρόσωπον εἰσάξεις, ὡς Δημοσθένης ἐν τῷ Λοκρικῷ νόμῳ.

Περὶ ἔθους. τὸ δὲ ἔθος καὶ ἀντὶ τοῦ νομίμου παραλαμβάνεται· ἔχει δὲ ὕλην καὶ τὰς κατασκευὰς ἐκ τῶν γεγονότων καὶ παραδεδομένων· λαμβάνεται δὲ διχῶς ἢ ἐξ ἰδιότητος τοῦ ὑποκειμένου προσώπου ἢ ἐκ κοινότητος, ὡς ἐπʼ ἐκείνου· βουλεύονται Ἀθηναῖοι, εἰ δεῖ θάψαι τοὺς δέκα στρατηγούς· ἀπὸ κοινότητος μέν, ὅτι κοινῇ πᾶσιν ἀνθρώποις καθέστηκε θάπτειν τοὺς οἰχομένους συνήθεια· ἐξ ἰδιότητος δὲ τοῦ ὑποκειμένου προσώπου, ὅτι Ἀθηναίοις καὶ τοὺς ἀλλοτρίους νεκροὺς θάπτειν ἔθος, οἷα τὰ περὶ Ἀργείους ἔπραξαν, πολύ γε δήπου πρότερον τοὺς οἰκείους προσήκει. οὐκοῦν καὶ ἀπὸ τῶν ἐναντίων αἱ ἀνατροπαί, ἢ ὅτι ἄλλοις ἢ ὅτι ἡμῖν οὐκ ἔθος, τὰ δόγματα καὶ ἀντὶ νόμων ἰσχύει. καὶ σχεδὸν ἀπὸ τῶν αὐτῶν ἐννοιῶν κατασκευάζεται, ὅτι ὀρθῶς ἔχει ἀπὸ τῶν βουλευσαμένων, εἰ ἔνδοξον εἴη πρόσωπον τὸ ὑποκείμενον, καὶ οὐχ οἷον πρὸς ἀπάτην τι δοκεῖν βουλεύεσθαι, εἰ δὲ καὶ αὐτὸ τὸ δόγμα συντρέχον καὶ τοῖς νόμοις τοῖς προγονικοῖς φαίνοιτο· ἀπὸ τοῦ ἐλλείποντος, εἰ οὐδ᾿ ἀντείποι τις τῶν νῦν ἀντιλεγόντων· ἀπὸ ἐνδόξου κρίσεως, ὅτι καὶ οἱ νόμοι φυλάττειν κύριά φησι κελεύουσι τὰ τοῦ δήμου δόγματα. ἐκ διαφορᾶς· ταύύτῃ διενήνοχεν ἡ δημοκρατία τυραννίδος, ὅτι ἡ μὲν ἄκυρον ποιεῖ τὸν δῆμον, ἡ δὲ κύριον. ἐκ τοῦ ἐλάττονος· εἰ καὶ τὰς ἰδίας ὁμολογίας φυλάττειν ἔννομον, πολὺ δήπου τὰς τοῦ δήμου.

383

Τὸ δίκαιον διχόθεν συνίσταται ἀπὸ προσώπου ἢ ἀπὸ [*](530 (706)) πράγματος· ἀπὸ μὲν προσώπου· δίκαιον βοηθεῖν, ἀστυγείτονες γάρ, εἰ οὓτω τύχοι, ἢ ὁμογενεῖς ἢ φίλοι ἢ εὐεργέται· ἢ πάλιν ἀπὸ τῶν ἐναντίων, εἰ τιμωρεῖσθαι κελεύοις, ὅτι ἐχθροί, ὅτι προϋπῆρξαν, ὅτι ἀλλόφυλοι. ἀπὸ δὲ πράγματος, ὅτι ἴσον, ὅτι πρὸς τὴν ἀξίαν, ὅτι καὶ πᾶσι τοῖς τὰ δίκαια φρονήσασιν οὕτως ἔδοξεν.

Τὸ συμφέρον κατασκευάζεται ἀπὸ τῶν ἐκβάσεων οἷα ἐκβήσεται πεισθεῖσι. τέλειαι δὲ ἀποδείξεις συμφέροντος, ὅταν ἐπʼ ἄμφω ἀποδείξῃς, τί μὲν ἔσται πεισθεῖσι, τί δὲ εἰ μὴ ὑπακούσαιεν, ὡς παρὰ Δημοσθένει ἐν Ὀλυνθιακοῖς. ἀλλὰ ἡλίκα γ᾿ ἐστὶ τὰ διάφορα ὑμᾶς ἐκεῖ πολεμεῖν ἢ παῤ ὑμῖν ἐκεῖνον, οὐδὲ λόγου προσδεῖν ἡγοῦμαι· ἔτι τελεία ἐστὶν ἐξέτασις συμφέροντος, ὅταν δείξωμεν, ὅτι καὶ ἡμεῖς ὠφεληθησόμεθα καὶ τοὺς ἐχθροὺς βλάψομεν. ἔτι καὶ ἀπὸ τοῦ χρόνου, ὅτι οὐκ εἰς τὸ παρὸν μόνον, ἀλλὰ καὶ εἰς τὸν πάντα χρόνον ἐκ τούτων ἄμεινον οἰκήσομεν. ἐκ παραδείγματος, ὅτι καὶ πρότερον πράξασι ταῦτα συνήνεγκε. καὶ ἀπὸ τοῦ ἐναντίου, ὅτι ἐλλειφθέντα ἔβλαψεν.

[*](531)

Τὸ δυνατὸν ἐκ τῶν ἐκτὸς μάλιστα κατασκευάζεται, φίλων, χρημάτων, συμμάχων, τόπου, καιροῦ, θεῶν εὐνοίας. κατασκευάζεται δὲ καὶ ἐκ παραδειγμάτων, ὅτι καὶ πρότερον οὐκ ἐλάττονας πολέμους εὖ ἔθεντο. τελεία δὲ κατασκευὴ δυνατοῦ, εἰ δείξαιμεν, ὅτι καὶ ἡμεῖς ἰσχυροὶ καὶ οἱ πολέμιοι ἀσθενεῖς, ὡς ἐν Φιλιππικοῖς πολλαχοῦ.

384

Τὸ ἔνδοξον κατασκευάζεται ἀπὸ τοῦ ταῖς τῶν πολλῶν διανοίαις συντρέχειν.

Αἱ δὲ ἄτεχνοι πίστεις ἔγγραφα, βάσανοι, περὶ ὧν ἐν τῷ νομίμῳ λέλεκται, μαρτυρίαι καὶ μάρτυς, ὅτι ἀληθής, συνίσταται ἐκ ποιότητος προσώπου, τίς ὁ μεάρτυς, ὅτι καλὸς καὶ ἀγαθός· ἐκ τῶν προγεγονότων, εἰ καὶ ἤδη τινὰ μαρτυρίαν ἀληθῆ μεμαρτυρηκὼς φαίνεται· ἐκ διανοίας, ὅτι οὐ πρὸς ἔχθραν οὐδὲ πρὸς χάριν οὐδὲ πρὸς λῆμμά τι· ἐκ τοῦ πράγματος, ὅτι καὶ αὐτὸ τὸ λεγόμενον ἐκ τῶν ἄλλων εἰκότων συνίσταται ἀληθὲς ὄν.

12 Ὁ ἐπίλογος τόπος τριμερής ἐστιν· ἔχει γὰρ καὶ ἀνάμνησιν τῶν εἰρημένων καὶ ἔλεον καὶ δείνωσιν, ἡ δὲ δείνωσις [*](532) κατὰ τὴν αὔξῃσιν θεωρεῖται τούτων τοίνυν περὶ πρώτου τοῦ τῆς ἀναμνήσεως διαλέξομαι.

Κατὰ τοῦτον δὲ θεωρεῖται ἡ καλουμένη ἀνακεφαλαίωσις τῶν διὰ πολλῶν εἰρημένων, τῆς δὲ ἰδέας τοῦ λόγου τῆς πραγματικῆς καλουμένης· εἰς δύο γὰρ εἴδη ὁ πᾶς λόγος διαιρεῖται, (λέγω δὲ νῦν λόγον τὸν δικανικόν) τό τε πραγματικὸν καὶ τὸ παθητικόν· ὑποτάσσεται δὲ τῷ πραγματικῷ μὲν ἥ τε διήγησις καὶ ἡ ἀπόδειξις· τῷ δὲ παθητικῷ τὸ προοίμιον καὶ ὁ ἐπίλογος. πῶς οὖν εἰπόντες τοῦ λόγου τῆς ἰδέας τῆς παθητικῆς τὸν ἐπίλογον τὴν ἀνάμνησιν τόπον οὖσαν αὐτοῦ μέρος πραγματικῆς εἶναί φαμεν; ὅτι κατὰ τοῦτον τὸν τόπον ἀνακεφαλαίωσιν ποιούμεθα τῶν ἀποδείξεων· ἐπεὶ οὖν τῶν πραγμάτων ἀνάμνησιν κεφαλαιώδη ποιούμεθα, διὰ τοῦτο πραγματτικὸς οὗτος ὁ τόπος, ἰδικὸς ὢν τοῦ ἐπιλόγου.

Ζητεῖται δὲ εἰ ἐπὶ τέλους τῇ ἀνακεφαλαιώσει δεῖ χρῆσθαι

385
τῶν λόγων, ἢ μίαν χώραν οὐκ ἔχει, ἀλλὰ πολλαχοῦ 12 ἡ χρῆσις αὐτῆς γίνεται. ἔνιοι μὲν οὖν ἐπὶ τέλους εἰσὶν αὐτῇ κεχρημένοι, ὡς καὶ ἐν τῇ κατηγορίᾳ τῇ Δημάδου ἐποίησεν ὁ Ὑπερείδης, καὶ ὁ Δημοσθένης ἐν τῷ κατὰ [*]((707)) Ἀριστοκράτους καὶ Τιμοκράτους. ἔνιοι δὲ καὶ κατὰ μέσον τοῦ λόγου ἐχρήσαντο τῇ ἀναμνήσει, τουτέστι τῇ ἀνακεφαλαιώσει, ὡς ἀμέλει καὶ αὐτὸς ὁ Δημοσθένης ἐν τῷ παραπρεσβείας. ἕτεροι δὲ ἤδη μεταξὺ τῶν προειρημένων καὶ τῶν ἀναγκαίων πίστεων ἀνέμνησαν τῶν προηγουμένων ἀποδείξεων κεφαλαιωδῶς μέλλοντες περὶ τῶν ἀναγκαίων διαλέγεσθαι. ἔστι δὲ καὶ ἕτερος τόπος τῆς ἀναμνήσεως γιγνόμενος ἐπὶ ἑνὶ ἀποδειχθέντι κεφαλαίῳ, οἷον ὡς μὲν οὖν παράνομόν ἐστι τὸ ψήφισμα μεμαθήκατε ἐκ τοῦδε καὶ τοῦδε τοῦ νόμου. ἢ οὕτως· ὡς μὲν οὖν ἠδίκηκε [*](533) τὴν πόλιν οὐκ ἐν καιρῷ πλεύσας ἐπὶ τὴν Ὄλυνθον, τοῦθʼ ὑμῖν γέγονε γνώριμον ἐκ τῆς δαπάνης τῆς γεγενημένης, ἐκ τῶν ἐλπίδων ὧν ἐσφάλητε, ἐκ τοῦ γεγενῆσθαι τὸν Φίλιππον καθ᾿ ἡμῶν μέγαν. τρεῖς οὖν ἔχει τόπους ἡ ἀνάμνησις, τουτέστιν ἡ ἀνακεφαλαίωσις, τὸν ἐπ τέλει τοῦ λόγου, τὸν μεταξὺ γινόμενον τῶν τε ἀναγκαίων καὶ τῶν προηγουμένων ἀποδείξεων, καὶ τὸν γινόμενον ἐπὶ ἐνὶ κεφαλαίῳ ἀποδεδειγμένῳ. ταύτῃ δὲ διαφέρουσιν ἀλλήλων αἱ ἀναμνήσεις, ὅτι ἡ μὲν ἐπὶ τέλει ἔκθεσιν ἔχει κεφαλαιώδη τῶν ζητημάτων ἁπάντων καὶ ἀνάμνησιν τῶν προηγουμένων ἀποδείξεων κεφαλαιωδῶς καὶ τῶν ἀναγκαίων, ἡ δὲ μεταξὺ γιγνομένη ἀνάμνησιν περιέχει τῶν ἀναγκαίων πίστεων, ἡ δὲ ἐπὶ κεφαλαίῳ ἑνὶ ἀποδειχθέντι γινομένη οὐκ ἔτι κεφαλαίων ἀνάμνησις, ἀλλὰ τῶν λημμάτων δἰ ὧν ἀπεδείχθη τὸ προκείμενον κεφάλαιον.

Πῶς οὖν ἀναμνήσομεν, ὑποδείξομεν ἤδη τοὺς τόπους τῆς ἀναμνήσεως κεφαλαιωδῶς λέγοντες, ἐπέδειξα μὲν

386
12 τοὺς νόμους ὑμῖν παῤ οὕς ἐστι τὸ ψήφισμα εἰρημένον, ἐξήτασα τὰ τῷ Χαριδήμῳ πεπραγμένα ἐξ ὧν ἐφάνη δίκαιος οὐκ ὢν τῆς δωρεᾶς ταύτης τυχεῖν, καὶ ὡς οὐ συνοίσει: τῇ πόλει, καὶ τοῦτο γέγονε γνώριμον.

[*](543)

Ἀναμνήσομεν δὲ καὶ διὰ προσωποποιΐας. τί δ᾿ ἐστὶν ἡ προσωποποιΐα, ἀλλαχόθι που δεδηλώκαμεν, ἀλλὰ καὶ νῦν οὐδὲν ἧττον τί τέ ἐστι καὶ πῶς δἰ αὐτῆς ἀναμνήσομεν, δῆλον ποιήσω. ἔστι μὲν οὖν προσωποποιΐα παραγόμενον πρόσωπον τὸ οὐκ εἰς τὸ δικαστήριον παρόν, ἀποδημῶν πατὴρ ἢ τεθνεώς, ἢ πατρίς, ἢ στρατηγία, ἢ νομοθεσία, ἢ ἕτερον τῶν τούτοις παρεοικότων. τοιοῦτο μὲν οὖν ἐστὶν ἡ προσωποποιΐα. διὰ ταύτης δὲ τῶν εἰρημένων ἀνάμνησις οὕτω γίνεται, οἷον ἐπὶ Μιλτιάδου κρινομένου [*](544) μετὰ Πάρον. ἀναμνῆσαι γάρ ἐστι τοῦ Μιλτιάδου καὶ Κίμωνος δικαίων παρεισάγοντας τὸν καιρὸν τὸν Μηδικόν ὑπολάβετε, ω Ἀθηναῖοι, τὸν καιρὸν ἐκεῖνον αὐτὸν παρόντα νῦν ὑπὲρ Μιλτιάδου ποιεῖσθαι τοὺς λόγους. καὶ ὑποθεὶς τὸ πρόσωπόν τις τοὺ καιροῦ κεφαλαιωδῶς ὑπομνήσει τοῦ φόβου τοῦ κατασχόντος αὐτούς, τῶν τε τοῖς Ναξίοις συμβεβηκότων καὶ τῆς τῶν Ἐρετριέων ἀναστάσεως, πῶς ἔπεισε τὸν πολέμαρχον τῆς ψήφου τῆς αὐτοῦ γενέσθαι, πῶς δὲ τῶν στρατιωτῶν ἡγήσατο τῆς νίκης, τῆς φυγῆς τῆς τῶν βαρβάρων. κέχρηται δὲ καὶ ὁ Δημοσθένης προσωποποιΐᾳ πρόσωπον ὑποθεὶς τὸν καιρὸν αὐτὸς αὐτῷ. ἐκεῖνος μὲν οὖν ἐν ἀρχῇ τοῦ πρώτου τῶν Ὀλυνθιακῶν τὸν καιρὸν παρεισήγαγε, καὶ ἐπὶ τέλει δὲ τοῦ λόγου ἥρμοσεν ἂν παρεισαχθεὶς εἰς τὴν ἀνάμνησιν τῶν εἰρημένων· „ὁ γὰρ παρὼν καιρὸς ταύτας ἀφίησι τὰς φωνάς, ὅτι τῶν πραγμάτων ὑμῖν ἐκείνων αὐτοῖς ἀντιληπτέον ἐστίν, ὅτι ἡ τῆς πόλεως τύχη βελτίων τῆς Φιλίππου, ὅτι πολλὰ πρὸς τὸ νικᾶν ἐστὶν ὑμῖν πλεονεκτήματα, ὅτι ἀσθενῆ τὰ τοῦ Φιλίππου παντάπασιν,

387
ὅτι ἀναιρεθέντων Ὀλυνθίων ἐν τῇ ὑμῶν αὐτῶν ἀμυνεῖσθε τὸν βάρβαρον. οὕτως ἀνέμνησεν ἂν διὰ τῆς προσωποποιΐας τὰ κεφαλαιωδῶς τῶν εἰρημένων.

Ἔτι ἀναμνήσομεν ἐξ ὑποτυπώσεως τινὸς μέλλοντος γίνεσθαι πράγματος, ὡς Πολύευκτος ἐν τῷ κατὰ Δημάδου. ἐγράφη μὲν γὰρ ψήφισμα χαλκῆς εἰκόνος τῷ Δημάθῃ,[*]((708)) ὁ δὲ κατηγορεῖ τοῦ ψηφίσματος. ὅσα οὖν ἦν αὐτῷ διὰ πλειόνων εἰρημένα εἰς τὴν κατασκευὴν τοῦ ὅτι μὴ ἦν ἄξιος τῆς τιμῆς τυχεῖν ταύτης, ταῦτα κεφαλαιωδῶς [*](545) ἀνέμνησεν ὑποτυπῶν τὸ σχῆμα τοῦ ἀνδριάντος. ,,τί γάρ, φησί, ,,σχῆμα ἕξει, τὴν ἀσπίδα προβαλεῖται; ἀλλὰ ταύτην γε ἀπέβαλεν ἐν τῇ περὶ Χαιρώνειαν μάχῃ· ἀλλὰ ἀκροστόλιον νεὼς ἕξει; “ ἔπειτα πυνθάνεται, ,,ποίας; ἢ τῆς τοῦ πατρός; ἀλλὰ βιβλίον, ἐν ᾧ φάσεις καὶ εἰςαγγελίαι ἔσονται γεγραμμέναι. ἀλλὰ νὴ Δία στήσεται προσευχόμενος τοῖς θεοῖς, κακόνους ὢν τῇ πόλει καὶ τὰ ἐναντία πᾶσιν ὑμῖν ηὐγμένος; ἀλλὰ τοῖς ἐχθροῖς ὑπηρετῶν; οὕτως μὲν οὖν ἀνέμνησε κεφαλαιωδῶς, ἐξ ὧν αὐτὸν ἐδείκνυεν οὐκ ὄντα τῆς τιμῆς τυχεῖν ταύτης ἄξιον.

Ἔτι ἀναμιμνήσκειν ἐστὶν ἐκ τῆς καλουμένης ἠθοποιΐας. ἔστι δὲ ἠθοποιΐα λόγος περιτιθέμενος προσώποις ὑποῦσιν, οἷον,τίνα νῦν ἐροῦσιν οἱ θεασόμενοί με ἀγόμενον εἰς τὸ οἴκημα; Μιλτιάδης οὗτος ὁ στρατηγήσας τῆς ἐν Μαραθῶνι μάχης, ὁ τὴν νίκην παρασκευάσας τῇ πόλει, ὁ τοὺς βαρβάρους σφήλας τῆς ἐλπίδος. κέχρηται τούτῳ τῷ τόπῳ καὶ Ὑπερείδης ὑπὲρ Λυκούργου λέγων· ,,τίνα φήσουσιν οἱ παριόντες αὐτοῦ τὸν τάφον; οὗτος ἐβίω μὲν σωφρόνως, ταχθεὶς δὲ ἐπὶ τῇ διοικήσει τῶν χρημάτων εὗρε πόρους, ᾠκοδόμησε δὲ τὸ θέατρον, τὸ ᾠδεῖον,τὰ νεώρια, τριήρεις ἐποιήσατο, λιμένας. τοῦτον [*](546) ἡ πόλις ἡμῶν ἠτίμωσε, καὶ τοὺς παῖδας ἔδησεν αὐτοῦ.“

388
κέχρηται καὶ Σοφοκλῆς ἐν Ἠλέκτρᾳ τὴν ἀδελφὴν αὑτῆς τὸν Αἴγισθον καὶ τὴν μητέρα ἀποκτεῖναι κελευούσῃ καὶ τὴν Κλυταιμνήστραν, πειρᾶται δὲ αὐτὴν ἀναπείθειν ἐξ ἠθοποιΐας· οἱ γὰρ βλέποντες ἡμὰς, φησί, τὰ καὶ τὰ ἐροῦσι. καὶ ἐν Ἀπολογίᾳ δὲ Σωκράτους ὁ Πλάτων διʼ ἠθοποιΐας ἀναμιμνήσκει. τοιοῦτος μὲν οὖν ἐστὶν οὗτος ὁ λόγος.

Ἐπαναμνήσομεν δὲ καὶ διὰ τῆς συγκρίσεως τῶν ἀμφοτέροις δικαίων,οἷον,ὁ μὲν ἤκει πρὸς ὑμᾶς τῆς ἀδείας τυχεῖν βουλόμενος, ἐμπρήσας μὲν ὑμῶν τὰς τριήρεις, γεγονὼς δὲ ὑμἴν τηλικαύτης αἴτιος ζημίας, προβαλλόμενος δὲ τὴν στρατηγίαν, ἐν ταῦτα διεπράξατο ἐγὼ δὲ ὑπάγων αὐτὸν τοῖς νόμοις καὶ βουλόμενος ὑμῖν αὐτὸν τιμωρίαν ὑποσχεῖν ἀνθʼ ὧν ἐζημίωσε τὸ κοινόν. καὶ ὁ μὲν πρὸς τῷ τὴν πόλιν αὐτὸς ἠδικηκέναι καὶ τοῖς ἄλλοις στρατηγοῖς οἴεται ἄδειαν παρασχεῖν τοῦ τὰ ὅμοια πράττειν· ἐγὼ δὲ καὶ τούτους ἡγοῦμαι τῷ τὰ ὅμοια τούτῳ παθεῖν δεδοικέναι μηδὲν ὅμοιον αὐτῷ ζημιῶσαι τὴν πόλιν. ἢ οὕτως ἀντιπαραβαλοῦμεν τὰ ἀλλήλων δίκαια· ἐγὼ μὲν ἀξιῶν ὑμῖν τούς νόμους εἶναι κυρίους δευρὶ πάρειμι, ὁ δὲ ἀκύρους αὐτοὺς καὶ μηδενὸς ἀξίους· κἀγὼ μὲν τιμᾶσθαι παρʼ ὑμῖν τούς ὑμετέρους εὐεργέτας, ὁ δὲ τούς ἄνωθεν ὑμᾶς λελυπηκότας· κἀγὡ μὲν τοῦτο γενέσθαι ὃ πραχθὲν οὐ ζημιώσει τὴν πόλιν, ὁ δὲ ἐξ οὗ τὸ [*](547) κοινὸν μέλλει βλάπτεσθαι.