Ars rhetorica

Valerius Apsines

Valerius Apsines, Ars rhetorica, Spengel, Teubner, 1853

Τὸ νόμιμον κεφάλαιόν ἐστι τῶν ἄγαν ἰσχυρῶν. λαμβάνει δὲ τὰς συστάσεις ἀπὸ χρόνου, ἀπὸ ποιότητος τοῦ γράψαντος, ἀπὸ διανοίας τοῦ γράψαντος, ἀπὸ κοινῆς

381
κρίσεως, ἀπὸ αὐτοῦ τοῦ πράγματος, ὃ διαγορεύει ὡς ὀρθῶς 11 ἔχει. ἀπὸ μὲν τοῦ χρόνου, ὡς εἰ λέγοις, οὐ καὶ χθὲς καὶ πρώην ὁ νόμος γέγραπται, ἀλλ᾿ ἀμύθητος μὲν ἐξ οὗ χρόνος γέγραπται, ἐν δὲ τούτῳ τοσούτῳ ὄντι ἀκίνητος μένει, ὡς καὶ παρὰ Δημοσθένει· ,,οὗτος καὶ παλαιός ἐσθʼ ὁ νόμος καὶ καλῶς ἔχων.“ ἀπὸ δὲ προσώπου, „τίς ὁ γράψας; οὐ τῶν ἀπερριμμένων, ἀλλὰ τῶν παῤ ὑμῖν εὐδοκιμούντων.“ „καὶ τὸν μὲν γράψαντα τοὺς νόμους Σόλωνα ἐν ἀγορᾷ στήσετε.“ ἀπὸ διανοίας δὲ τοῦ γράψαντος, [*](528) ὡς ἐν τῷ κατὰ Ἀνδροτίωνος. συνιστὰς γὰρ τὸν νόμον ὡς καλῶς ἔχοντα τὸν κελεύοντα ἀστεφάνωτον εἶναι δεῖν τὴν βουλὴν εἰ μὴ ποιήσαιτο τὰς τριήρεις, τὴν αἰτίαν ἐξήτασε δἰ ἣν γέγραπται ὁ νόμος, „ἄξιον τοίνυν ἰδεῖν τί δή ποτε ἐὰν τἆλλα ἡ βουλὴ δοκῇ καλῶς βουλεῦσαι, καὶ μηδεὶς ἔχῃ μηδὲν ἐγκαλέσαι, τὰς δὲ τριήρεις μὴ ποιήσηται, οὐκ ἔξεστι λαβεῖν τὴν δωρεάν. εὑρήσετε γὰρ τοῦτο ἰσχυρὸν ὑπὲρ τοῦ δήμου κείμενον. καὶ πάλιν περὶ τοῦ τῆς ἑταιρήσεως νόμου λέγων, ,,ἄξιον τοίνυν καὶ τὸν θέντα τὸν νόμον ἐξετάσαι Σόλωνα, ὅσην πρόνοιαν ἐποιήσατο τῆς πολιτείας ἐν ἅποσιν οἷς ἐτίθει νόμοις.“ καὶ πάλιν προϊών που λέγει· „ᾔδει γάρ, ᾔδει τοῖς αἰσχρῶς βεβιωκόσιν.“ ἢ ἐξ αὐτοῦ τοῦ πράγματος, ὃ διαγορεύει ὁ νόμος, ὅτι περὶ μεγάλων ἢ τῶν πρὸς θεοὺς ἢ τῶν πρὸς ἀνθρώπους, καὶ ὅτι ἄνευ τούτων οἰκεῖν οὐκ ἔνι, ὡς παρὰ Δημοσθένει· „ὀρθῶς καὶ καλῶς ἔχων ὁ νόμος ὡς τὸ πρᾶγμα αὐτὸ μαρτυρεῖ, ὅπου γὰρ ἐπόντος τοῦ φόβου τούτου φαίνονταί τινες οὐδὲν ἧττον ὑβρισταί. ἢ ἐκ κοινῆς κρίσεως, ὡς ἐν τῷ κατὰ Μειδίου „τὸν τοίνυν οὐ παρὰ τοῖς Ἕλλησι μόνον εὐδοκιμοῦντα νόμον, ἀλλὰ καὶ παρὰ τοῖς βαρβάροις.“