Ars rhetorica

Valerius Apsines

Valerius Apsines, Ars rhetorica, Spengel, Teubner, 1853

Ταῦτα γὰρ καὶ ἄλλα μυρία τοιαῦτα προβλήματα ὁμογενῆ  τῷ προειρημένῳ θεωρήματι ὑποπίπτει. σὸν δʼ ἔργον ἐκ τούτων καὶ τὰ ὁμογενῆ αὐτοῖς ἐπισκοπεῖν.

Ἄλλο. Ἐπαινεσόμεθα δὲ κα τότε τοὺς ἀκούοντας, ὅταν πεποιηκότες μὲν ὦσι πρᾶξίν τινα καλήν, γράφωμεν δὲ καὶ ἄλλην αὐτῇ προσθεῖναι οἷον μετὰ τὰ Μηδικὰ [*]((683)) ἀξιοῖ τις ἐπὶ τοὺς μηδίσαντας στρατεύειν. ἐνταῦθα γὰρ προγέγονε μὲν καλὴ πρᾶξις, ἡ νίκη καὶ ὁ πόλεμος ὁ κατὰ τῶν βαρβάρων ἕτερον δὲ εἰσηγῇ· ἁρμόττοι ἂν οὖν λέγειν ἄξια μὲν εἶναι ἐπαίνου παντὸς καὶ ἀποδοχῆς τὰ προγεγενημένα, ὡς καὶ ἐπʼ ἐκείνου τοῦ προβλήματος· ὁ Ἑρμοκράτης ἀξιοῖ μετὰ τὴν νίκην ἐπʼ Ἀθήνας πλεῖν καὶ πάλιν ἐπʼ ἐκείνου. ἔδοξε τοῖς Ἕλλησι καταλῦσαι τὸν

333
Πελοπποννησιακὸν πόλεμον· γράφει τις καὶ τὰ τρόπαια 1 ἀναιρεῖν· ταῦτα γὰρ καὶ ὅσα τοιαῦτα προβλήματα ὁμογενῆ μυρία τῷ προειρημένῳ θεωρήματι ὑποπίπτει τῷ ἀπὸ ἐπαίνου.

Ἔτι γε μὴν καὶ τὸ ἐξ ἀκολούθου ἄλλο θεώρημα. ἐν τοῖς ἐξ ἀκολούθου ζητήμασι δεύτερον ἐκεῖνο γένοιτʼ ἂν προοίμιον· πέπεισθε μὲν οὖν ἤδη σχεδὸν περὶ ὧν ἥκω συμβουλεύσων· οἱ γὰρ τὰ μικρῷ πρόσθεν εἰρημένα προσειμένοι καὶ καλῶς ἔχειν κεκρικότες, ἀκόλουθα τούτοις ὄντα οἷς καὶ νῦν ἐρῶν ἀνέστην, δῆλον ὡς οὐδὲ περὶ τούτων ἑτέρως γνώσεσθε. τρίτον δὲ ἐκεῖνο πολλάκις· οὐκ ἀγνοῶ μὲν οὖν ἔγωγε, ὦ Ἀθηναῖοι, τοῦτ’ ὅτι δυσχερῆ τισιν ὑμῶν φανεῖται τὰ λεχθησόμενα, ἐγὼ δέ, εἰ μηδεμίαν ἑώρων ὑποῦσαν ἀνάγκην, οὐκ ἄν ποτε πρὸς τοῦτο [*](470) τῆς γνώμης ἐτραπόμην· ἐπειδὴ δὲ πολλὰ τὰ συναναγκάζοντα ὁρῶ, ἡγοῦμαιῥᾳδίως πείσεσθαι τοὺς ἀκροωμένους ὑμᾶς, εἰ τούτων πύθοισθε μᾶλλον.

Ὁπόταν δὲ εἰσηγησάμενός τινα γνώμην διαμάρτῃς, εἶτα ἄλλην εἰσηγεῖσθαι μέλλῃς, ἁρμόσει σοι ἐσχηματισμένως τὸ ἐκ βαρύτητος θεώρημα, οἷον εἰ λέγοις· ἀλλʼ εἰ καὶ περὶ τῶν προτέρων οὐχ ἱκανῶς τισιν ὑμῶν ἔδοξα ἑωρακέναι τὸ βέλτιστον, ὅμως οὐκ ἐπὶ τούτοις ἀθυμήσας εἱλόμην σιωπᾶν, ἀλλʼ ἅ νομίζω βέλτιστα, εἰς μέσον θήσω. οἷον ὡς ἐπʼ ἐκείνου τοῦ ζητήματος· βουλευομένοις τοῖς Ἀθηναίοις ἀποδόσθαι τὰς ναῦς εἰς ἀνοικισμὸν τῆς πόλεως ἀντεῖπεν ὁ Θεμιστοκλῆς καὶ ἡττήθη· εἶτα πάλιν γράφει ἀφίστασθὰι τῆς θαλάττης.

Ἄλλο. Ὁ Κλέων ἡττήθη ὑπὸ Διοδότου, καὶ τὸ δεύτερον ἀποστάσης τῆς Μυτιλήνης γράφει ἀθῷον αὐτὴν ἐᾶν καὶ ὅσα ἄλλα τοιαῦτα προβλήματα ἐσχηματισμένα ὑποπίπτει τῷ προειρημένῳ θεωρήματι τῷ ἐκ βαρύτητος, οἷον ὡς καὶ ἐπʼ ἐκείνου ἔγραψεν ὁ Δημάδης τρισκαιδέκατον

334
1 θεὸν νομίζειν τὸν Φίλιππον· ἀντειπών ὁ  Δημοσθένης ἡττήθη· καὶ γράφει καὶ νεὼν ἱδρύσασθαι Θιλίππῳ, καὶ ἕτερα τοιαῦτα.

Ἄλλο. Ἐπάν τις ἤδη κεκρατηκὼς ἔν τινι, εἶτα αὖ πάλιν περί τινος ἀντιλέγῃ σοι ἢ ἐγκαλῇ, ἁρμόσει σοι τὸ ἐκ διαβολῆς θεώρημα. οἷον εἰ λέγοις, τὸ μὲν ἐπῆρθαι τοῦτον [*](471) ἐφʼ οἷς ἐκράτησεν ἀρτίως, θαυμαστὸν οὐδέν. ὡς ἐπʼ ἐκείνου· κρατήσας ὁ ἄνυτος καὶ Μέλητος τοῦ Σωκράτους γράφει καἲ τοὺς ἑταίρους αὐτοῦ ἐλαύνειν. ὁ γὰρ Ἄνυτος καὶ Μέλητος τῷ ἐξ ἀκολούθου θεωρήματι χρήσονται, ἀκόλουθον εἶναι λέγοντες τοῦτʼ ἐκείνῳ· καὶ τῷ ἀπʼ ἐπαίνου τῶν δικαστῶν, ὥσπερ εἴπομεν ὁ δὲ ἀντιλέγων τῷ ἐκ διαβολῆς· τὸ μὲν ἐπῆρθαι Ἄνυτόν τε παὶ Μέλητον οἷς ἐκράτησαν, θαυμαστὸν οὐδέν. καὶ πάλιν ἐπʼἐκείνου ὁ Μειδίας ἐκράτησε τοῦ Δημοσθένουρ τὸν περὶ τῆς ἀσεβείας εἰσελθόντος λόγον· καὶ μετὰ ταῦτα Δημοσθένης ὕβρεως αὐτὸν ἐγράψατο καὶ Μειδίας παραγράψας κατὰ τὸν νόμον τὸν περὶ τῶν αὐτῶν δὶς κρίσιν εἶναι κεκωλυκότα· ἁρμόσει γὰρ τῷ Δημοσθένει λέγειν, ὡς οὐδὲν θαυμαστὸν ἐπαρθέντα Μειδίαν τῇ προτέρᾳ νίκῃ ἐπὶ τὴν παραγραφὴν θαρροῦντα ἥκειν, ὡς πᾶν ὁτιοῦν ἐξὸν αὐτῷ λέγειν τε καὶ πράττειν· καὶ πάλιν ἐπʼ ἐκείνου. κρατήσας ὁ Φίλιππος ἐν Χαιρωνείᾳ ἐξῄτησε τὸν Δημοσθένην· ἀντιλέγει τις· λέξει γὰρ ὡς οὐδὲν θαυμαστὸν ἄνθρωπον ὑβριστὴν φύσει βραχείας λαβόμενον καὶ ἀδοκήτου τύχης ἐπῆρθαι.

Ἄλλο. Ὁπόταν συνεχῶς τις κρίνηται, ἁρμόσει τὸ ἐκ βαρύτητος θεώρημα· οἷον εἰ λέγοις, οὐκ ἦν, ὡς ἔοικε, πέρας οὐδὲν κρίσεως καὶ δικῶν ἡμῖν, οἷον ὡς ἐπʼ ἐκείνου· [*]((684)) συνεχῶς τις κρινόμενος τυραννίδος ἐπιθέσεως πλούσιος ἐξαργυρίσας τὴν οὐσίαν ἔρριψεν εἰς θάλασσαν, καὶ κρίνεται· καὶ ἐπʼ ἐκείνου· ὁ Δημοσθένης κριθεὶς

335
μετὰ Χαιρώνειαν ἀπέφυγε, καὶ σιωπῶν πάλιν κρίνεται 1 λέξει γὰρ οὐκ ἦν πέρας κρίσεως ἡμῖν οὐδέ τις τρόπος [*](472) πρὸς ἀποφυγὴντούτων ὅπου καὶ ἐπὶ τοῖς ἐναντίοις κρίνομαι, πρότερον μὲν πολιτείας, νῦν δὲ σιωπῆς· καὶ ἐπʼ ἐκείνου ὁ Ἰσοκράτης κριθεὶς σιωπῆς ἀπέφυγεν, ὑποσχόμενος πολιτεύσεσθαι, καὶ γράψας ἀφίστασθαι τῆς θαλάσσης πάλιν κρίνεται. καὶ ἐπʼἐκείνου· τρεῖς τις ἔχων παῖδας τοῖς δύο κριθεῖσι φόνου συνειπὼν ἐνίκησε, τοῦ τρίτου πάλιν αἰτιαθέντος ἐπὶ φόνῳ ἑαυτὸν προσαγγέλλει λέξει γὰρ καὶ οὗτος, ἐγὼ μὲν ἤλπισα πέρας ἕξειν κινδύνου καὶ πραγμάτων, ἀπήντηκε δὲ τἀναντία, ὥστε πανταχόθεν ἀναγκαῖον γίγνεσθαι περὶ ἀπαλλαγῆς τοῦ βίου βουλεύσασθαι. ἁρμόσει δέ σοι τὸ θεώρημα καὶ ἐπʼ ἐκείνου τοῦ γένους, ὅταν τινὲς συμφορᾷ περιπεσόντες, εἶτα ἀπαλλαγὴν αὐτοῖς εὑράμενοι κρίνωνται, οἷον οἱ ῥήτορες ἐξεδόθησαν τῷ Φιλίππῳ· ἀφεθέντες οὐ πολιτεύονται καὶ κρίνονται· ἁρμόσει γὰρ καὶ τούτοις τὸ ἐκ βαρύτητος· οὐκ ἦν, ὡς ἔοικεν, ἀπαλλαγὴ τῶν κακῶν ἡμῖν, εἰ πρότερον μὲν περὶ ἐκδόσεως εἰς κίνδυνον ἤλθομεν ἐπὶ τῇ πολιτείᾳ, νῦν δʼ αὖ πάλιν εἰς δικαστήριον ἥκομεν ἐπὶ τῇ σιωπῇ. καὶ πάλιν ἐπʼ ἐκείνου· ἐν μανίᾳ τινὶ ὄντι ἔχρησεν ὁ θεὸς ἀπαλλαγὴν τῆς νόσου ἔσεσθαι, ἐὰν ἀνδροφονήσῃ. σωφρονήσας κρίνεται φόνου. λέξει γὰρ καὶ οὗτος, οὐκ ἦν, ὡς ἔοικεν, ἡμῖν ἀπαλλαγὴ τῆς βαρείας τύχης, εἰ καὶ πρότερον μὲν ἐν συμφοραῖς ἦμεν, νῦν δὲ ἐπειδή περ ἐκείνων ἀπηλλάγμεθα, πάλιν κρινόμεθα.

Ἄλλο. Ἔφαμεν συνεχῶς κρινόμενον τί δεῖ ποιεῖν· [*](473) φέρε οὖν καὶ περὶ κατηγόρου εἴπωμεν. ὅταν τοίνυν κατηγορῶμεν συνεχῶς κριθέντος, δεῖ σκοπεῖν, πότερον ἐν ἐκείνοις ἡττήθη, καὶ εἰ μὲν πρότερον ἡττημένος εἴη, ἐπαινεῖν τοὺς δικαστὰς τοὺς καὶ πρότερον καταγνόντας

336
1 αὐτοῦ. εἰ δὲ κεκρατηκὼς εἴη, δυοῖν θάτερον ποιεῖν, ἢ τὴν δεινότητα αὐτοῦ προεπισημήνασθαι, διʼ ἣν τοιοῦτός ἐστιν, οἷος κρατεῖν ὧν βούλεται. εἰ δὲ μὴ τοῦτο, ἐκ περιττότητος, ὅτι οὐ τὸν αὐτὸν τρόπον ὑμεῖς τε τούτῳ καὶ αὐτὸς ὑμῖν κέχρηται. ὑμεῖς μὲν γὰρ ὑπολαμβάνοντες βελτίω ἔσεσθαι αὐτὸν πολλάκις ἠξιώσατε, ὁ δὲ ὥσπερ ἀμυνόμενος ὑμᾶς πολλῷ δεινότερα διατέθεικεν.

Ἔστι καὶ τοιοῦτο γένος προβλημάτων, ἐν οἷς τί σε λυπεῖ. διοικοῦ δὴ ἐν τοῖς προοιμίοις αὐτὸ καὶ προεπισημαίνου. λυπεῖ δέ σε ἢ πλῆθος ἀντιδίκων εἰ πολλοὶ εἶεν, οἷον, δέκα νέοι ὤμοσαν μὴ γῆμαι, καὶ κρίνονται κακοῦ βίου· ἁρμόσει οὖν λέγειν, ὡς οὐ ῥᾴδιος ὁ ἀγὼν ἡμῖν πρὸς ἄνδρας πολλούς καὶ θρασεῖς ἀγωνίζεσθαι. λυπεῖ δὲ οὐ μόνον πλῆθος, ἀλλὰ καὶ δεινότης ἀντιδίκου, ὡς ἐπʼ ἐκείνου· οἱ ῥήτορες πρὸ τῶν ἐκκλησιῶν βουλευόμενοι κρίνονται. καὶ πάντα ῥήτορα νικῶντα γράφει τις ἐλαύνειν. λυποῦσι δὲ καὶ συστάσεις τινῶν καὶ παρασκευαί, ὡς ἐν τῷ παραπρεσβείας ἐστὶνεὑρεῖν.

2 Ἕπεται τούτῳ ἑξῆς ὁλοκλήρως περὶ ἀντιπιπτόντων [*](474) εἰπεῖν ἐπὶ πλέον διεξελθόντα, ἢ τοῖς πρὸ ἡμῶν περὶ αὐτῶν λέλεκται. ἀντιπίπτοντα τοίνυν ἐστὶ τὰ μὲν ἐξ ἀντιθέσεως τῶν παρὰ τοῦ ἀντιδίκου, ἃ τοῖς κεφαλαίοις φυλακτέον, τὰ δὲ ἐξ ἐννοίας τῶν ἀκουόντων, ἁ ἐν τοῖς προοιμίοις θεραπευτέον. ἀντιπίπτει δὲ τὰ μὲν ἐκ προσώπου, τὰ δὲ ἐκ πράγματος, τὰ δὲ ἐξ αἰτίας. τὰ μὲν οὖν ἐκ προσώπου τριχῆ λαμβάνεται, ὅταν πρὸς ἔνδοξον πρόσωπον, ἢ κατὰ ἐνδόξου προσώπου λέγῃς, στρατηγοῦ δημαγωγοῦ, ἢ κατὰ πόλεως ἐνδόξου πολλὰ δὲ τοιαῦτα ὁμογενῆ προβλήματα. ἢ ὅταν πρὸς πρόσωπον λέγῃς οἰκειότατα [*]((685)) ἔχον πρὸς σέ, οἷον μητέρα ἀδελφούς πατέρα ἢ ἄλλον τινὰ τῶν πρὸς γένους ἢ φιλίας, ἢ ὅταν αὐτὸς ὢν

337
νέος εἰς δικαστήρια εἰσίῃς ἐπὶ τῷ συμβουλεύειν πρὸ τῶν 2 ἄλλων, καὶ δοκῇς πέρα τῆς ἡλικίας θρασύνεσθαι, ἢ ὅταν τῶν μὴ σφόδρα πιστευομένων περὶ μεγάλων πραγμάτων εἰσίῃς. ἐν γὰρ τούτοις δεῖ σε τὴν παρὰ τῶν ἀκουόντων ἔννοιαν ἀντιπίπτουσανε ἀεὶ διοικεῖσθαι ἐν προοιμίοις ἢ αἰτίας εὐλόγους λέγοντα, δι’ ἃς καίπερ νέος ὢν εἰσῆλθες· ἢ ἀκούσιον τὸν ἀγῶνα λέγοντα, ἐὰν πρὸς ἔνδοξα πρόσωπα εἰσίῃς· ἀναγκαῖον δὲ ἐν τῷ ὑπὲρ μεγάλων τὸν ἀγῶνα εἶναι, ἢ δυσχεραίνοντα ἐπʼ αὐτῷ τούτῳ τῷ εἰς ἀνάγκην ἀγῶνος ἥκειν, ἢ ἐὰν πρὸς συγγενεῖς ἢ φίλους ὄντας πρότερον εἰσίῃς.

Γίγνεται δὲ ἐκ πράγματος προοίμιον ἀντιπῖπτον, ἢ ὅταν περὶ μικρῶν δοκῇς σπουδάζειν, ὡς ἐν τῷ πρὸς Βοιωτὸν περὶ τοῦ ὀνόματος· ἢ ὅταν ἀτοπίαν ἔχειν δόξῃ, ὃ μέλλεις λέγειν, καὶ οὐκ ἄν ἑτοίμως πρόσοιντο αὐτὸ οἱ ἀκούοντες, ὡς ἐπʼ ἐκείνου, ὁ Θεμιστοκλῆς ἀξιοῖ δῃῶσαι τὴν πόλιν ἐκλιπόντων τῶν Ἀθηναίων αὐτήν· αὐτὸ γὰρ τὸ πρᾶγμα ὁ παρῄνει ἄτοπονεἶναι δοκεῖ ἢ ὅταν ἐπαχθές [*](475) τι δοκῇς λέγειν, ὡς ὁ ἀναιρεῖν νόμον γράφων, ἢ ὅταν παράδοξόν τι δοκῇς λέγειν, ὡς ὁ συμβουλεύων πλεῦσαι βασιλεῖ διὰ τοῦ Ἄθω δοκεῖ γὰρ παράδοξον εἶναι καὶ παρὰ τὴν ὑπόνοιαν τῶν πολλῶν ἢ ὅταν ἀηδές τι δοκῇς λέγειν, καὶ οὐ κεχαρισμένον τι ποιῶν τοῖς ἀκούουσιν, ὡς ὁ γράφων παῦσαι τὰς διανομὰς ἐπιλειπουσῶν τῶν τεχνῶν, καὶ ὅσα τοιαῦτα ὁμογενῆ.

Γίνεται δὲ ἀντιπῖπτον καὶ ἀπὸ αἰτίας, ὅταν οἱ ἀκούοντες ὑποπτεύωσι τὴν αἰτίαν, διʼ ἣν ἐπὶ τὴν κατηγορίαν ἥκεις,οἷον ὅταν πρὸς ἔχθραν τινῶν ἢ χάριν ἢ ὀργὴν δοκῇς  λέγειν, ἢ ὅταν ὑπὲρ ἑαυτοῦ δοκῇς σπουδάζειν, ἀλλὰ μὴ τοῦ κοινῇ συμφέροντος, ὡς ἐπʼ ἐκείνου· ἐξαιτοῦντος Φιλίππου τὸν Δημοσθένην μετὰ Χαιρώνειαν, αὐτὸς Δημοσθένης ἐνίσταται. δοκεῖ γὰρ ὑπὲρ τῆς ἑαυτοῦ σωτηρίας,

338
2 ἀλλʼ οὐχὶ τοῦ κοινῇ συμφέροντος σπουδάζειν τοῦτο οὖν παντάπασιν ἀναιρήσει τὸ δοκεῖν ὑπὲρ ἑαυτοῦ σπουδάζειν, ἢ συντρέχων τῷ καὶ ὑπὲρ αὑτοῦ σπουδάζειν τὸ τῆς πόλεως συμπλέξει.

Ἄλλο. Ἔστι καὶ τοιοῦτον γένος προβλημάτων, ἐν οἷς βραδύτερον δοκεῖς ἐπεξιέναι δέον πάλαι, ὡς ἐπʼ ἐκείνου· πολλάκις τις χρώμενος τοῖς τῶν ἀνδροφόνων καθαρσίοις κρίνεται φόνου· καὶ πάλιν· πολλάκις κατατρέχοντος Φιλίππου Χερρόνησον συμβουλεύει Δημοσθένης αὐτὴν διορύξαι· δοκεῖ γὰρ ὁ Δημοσθένης μετὰ πολλὰς καταδρομὰς βραδέως συμβουλεύειν. τοῦτο οὖν αὐτὸ λέξει ἐν προοιμίῳ, ὅτι ὡς μὲν πολὺ βέλτιόν ἦν πάλαι τινὰ ἐπανόρθωσιν γενέσθαι τῶν περὶ Χερρόνησον, ὅτε καὶ πρῶτον [*](476) κατέδραμε Φίλιππος, εὖ οἶδα, οὐ μὴν ἀλλʼ ἕως ἐλπὶς ἦν ἀφέξεσθαι τὸν Φίλιππον τῶν συμμάχων ἐπεῖχον, ἐπεὶ δὲ τὸ πρᾶγμα ἔτι μᾶλλον αὔξεται. καὶ ἐπʼ ἐκείνου δὲ χρήσῃ τῷ θεωρήματι. συνεχῶς πλούσιος πένητος ἀνδριάντα ποιεῖ, καὶ κρίνεται ὑπʼ αὐτοῦ ὕβρεως. χρήσεται γὰρ ὁ πένης τῷ αὐτῷ θεωρήματι, οἷον ἔδει μὲν καὶ πάλαι τούτῳ ἐπεξελθεῖν, ὅτε καὶ πρῶτον ὑβρίζειν ἤρξατο. ἢ ἄλλως μεθοδεύσει τὸ θεώρημα, ὅτι ἕως μὲν οἷός τʼ ἦν φέρειν τὴν τούτου ὕβριν, κατεῖχον ἐμαυτόν καὶ ὅλως ἐπὶ πάντων σοι τὸ θεώρημα ἁρμόσει, ἐν οἷς ἄν τις πάλαι καὶ ἐκ πολλοῦ καὶ ἐν πολλοῖς ἀδικήσας νῦν κρίνηται.

Ἄλλο θεώρημα. Ἔστι πολὺ γένος προβλημάτων τῶν ἐξ ἀποβάσεως τοῦδέ τινος λεχθέντος ἢ γραφέντος. οἷον ἐκ νόμου ἢ ψηφίσματος ἀπέβη τι δεινόν, καὶ κρίνεται ὁ δοκῶν τὴν αἰτίαν παρέχειν· ἐν γὰρ τούτοις ἁρμόσει λέγειν, ὅτι βέλτιον μὲν ἦν πρὶν ἐκβῆναί τι δυσχερὲς ἐκ λογισμοῦ πεφυλάχθαι τὸ παθεῖν τι δεινόν, καὶ τὸν κατασκευάζοντα ἀνόνητον πεποιηκέναι τοῦ σκαιωρήματος, δεύτερον δὲ τῇ πείρᾳ διδάσκεσθαι οἷον ὡς ἐπʼ ἐκείνου.

339
ἔγραψε τὸ περὶ Χαριδήμου ψήφισμα ὁ Ἀριστοκράτης, 2 Χερρονήσου ὑπὸ Χαριδήμου κατειλημμένης κρίνεται ὁ Ἀριστοκράτης ὁρᾷς ἐνταῦθα ἐκ τοῦ ψηφίσματος οἷον ἀπέβη τὸ περὶ Χερρόνησον. λέξεις οὖν ὅτι βέλτιον ἦν πρὶν ἐκβῆναι τοῦτο δίκην παρʼ αὐτοῦ ἀπῃτηκέναι καὶ τὸ ψήφισμα λελυκέναι οὕτω γὰρ οὐκ ἂν ἀπέβη τι δεινόν.[*]((686)) καὶ πάλιν ἐπʼ ἐκείνου· ἔπεισέ τις Σκύθας τοὺς νομάδας πόλιν οἰκῆσαι, καὶ νοσούντων αὐτῶν κρίνεται· καὶ πάλιν  [*](477) ἐπʼ ἐκείνου· ἔπεισέ τις ῥήτωρ ἐν στάσει καὶ ὅπλα παραδοῦναι τῷ στρατηγῷ, καὶ τυραννήσαντος αὐτοῦ κρίνεται ὁ ῥήτωρ συνειδότος. καὶ ὅλως εὑρήσεις τοσαῦτα προβλήματα τὰ ὑποπίπτοντα τούτῳ τῷ γένει, ὅσα οὐκ ἄλλῳ. ἐπὶ δὲ τῶν τοιούτων κἀκείνῳ χρήσῃ τῷ θεωρήματι, ὅπου τι δεινόν· ἃ μὲν ἀπολελαύκαμεν τῆς τούτου συμβουλῆς ἑωράκατε. ἀλλὰ τοῦτο μὲν τὸ ἐννόημα ἐπιπολαιότερον, ἐκεῖνο δὲ βαρύτερον ἐν τῷ αὐτῷ γένει τούτῳ τῷ ἐξ ἀποβάσεως, καὶ ὅσα δὲ ἐν καταφορᾷ κεῖται, ἁρμόττει τούτῳ, πρῶτον μέν, εἰδὼς ὑμᾶς, ὦ δικασταί, καὶ τῶν νόμων καὶ τῆς καθεστώσης πολιτείας πολλὴν σπουδὴν πεποιημένους οὐ μικρὰ ὁρῶν τὴν πόλιν εἰς ταῦτα βλαπτομένην ὑπὸ τούτου τὸν παρόντα τοῦτον ἐνεστησάμην ἀγῶνα, νομίζων οὔτε τὴν τῶν ἀντιδίκων δεινότητα καὶ βίαν, οὔτε ἄλλο τι τούτων οὐδὲν ἔσεσθαι τῶν παρʼ ἡμῖν δικαίων δυνατώτερον.

Ἄλλο δεύτερον. Ἐν μὲν οὖν τοῖς ἄλλοις ἅπασιν ἀγῶσι παρὰ τῶν κατηγορούντων τὴν αἰτίαν τῆς κατηγορίας μαθεῖν δεῖ, ἐν δὲ τῷ παρόντι τούτῳ αὐτοὶ φθάνοντες πρὸ τῶν λόγων τῶν ἡμετέρων προεπίστασθε, ὡς εἰς ἅπαντας τὰ τετολμημένα ἐκπεφοίτηκεν, ὥστε μὴ ἁμαρτεῖν τὸν εἰπόντα μὴ δικαστὰς μόνον ὑμᾶς, ἀλλὰ καὶ κατηγόρους εἶναι.