Ars rhetorica

Valerius Apsines

Valerius Apsines, Ars rhetorica, Spengel, Teubner, 1853

Ταῦτα γὰρ καὶ ἄλλα μυρία τοιαῦτα προβλήματα ὁμογενῆ  τῷ προειρημένῳ θεωρήματι ὑποπίπτει. σὸν δʼ ἔργον ἐκ τούτων καὶ τὰ ὁμογενῆ αὐτοῖς ἐπισκοπεῖν.

Ἄλλο. Ἐπαινεσόμεθα δὲ κα τότε τοὺς ἀκούοντας, ὅταν πεποιηκότες μὲν ὦσι πρᾶξίν τινα καλήν, γράφωμεν δὲ καὶ ἄλλην αὐτῇ προσθεῖναι οἷον μετὰ τὰ Μηδικὰ [*]((683)) ἀξιοῖ τις ἐπὶ τοὺς μηδίσαντας στρατεύειν. ἐνταῦθα γὰρ προγέγονε μὲν καλὴ πρᾶξις, ἡ νίκη καὶ ὁ πόλεμος ὁ κατὰ τῶν βαρβάρων ἕτερον δὲ εἰσηγῇ· ἁρμόττοι ἂν οὖν λέγειν ἄξια μὲν εἶναι ἐπαίνου παντὸς καὶ ἀποδοχῆς τὰ προγεγενημένα, ὡς καὶ ἐπʼ ἐκείνου τοῦ προβλήματος· ὁ Ἑρμοκράτης ἀξιοῖ μετὰ τὴν νίκην ἐπʼ Ἀθήνας πλεῖν καὶ πάλιν ἐπʼ ἐκείνου. ἔδοξε τοῖς Ἕλλησι καταλῦσαι τὸν

333
Πελοπποννησιακὸν πόλεμον· γράφει τις καὶ τὰ τρόπαια 1 ἀναιρεῖν· ταῦτα γὰρ καὶ ὅσα τοιαῦτα προβλήματα ὁμογενῆ μυρία τῷ προειρημένῳ θεωρήματι ὑποπίπτει τῷ ἀπὸ ἐπαίνου.

Ἔτι γε μὴν καὶ τὸ ἐξ ἀκολούθου ἄλλο θεώρημα. ἐν τοῖς ἐξ ἀκολούθου ζητήμασι δεύτερον ἐκεῖνο γένοιτʼ ἂν προοίμιον· πέπεισθε μὲν οὖν ἤδη σχεδὸν περὶ ὧν ἥκω συμβουλεύσων· οἱ γὰρ τὰ μικρῷ πρόσθεν εἰρημένα προσειμένοι καὶ καλῶς ἔχειν κεκρικότες, ἀκόλουθα τούτοις ὄντα οἷς καὶ νῦν ἐρῶν ἀνέστην, δῆλον ὡς οὐδὲ περὶ τούτων ἑτέρως γνώσεσθε. τρίτον δὲ ἐκεῖνο πολλάκις· οὐκ ἀγνοῶ μὲν οὖν ἔγωγε, ὦ Ἀθηναῖοι, τοῦτ’ ὅτι δυσχερῆ τισιν ὑμῶν φανεῖται τὰ λεχθησόμενα, ἐγὼ δέ, εἰ μηδεμίαν ἑώρων ὑποῦσαν ἀνάγκην, οὐκ ἄν ποτε πρὸς τοῦτο [*](470) τῆς γνώμης ἐτραπόμην· ἐπειδὴ δὲ πολλὰ τὰ συναναγκάζοντα ὁρῶ, ἡγοῦμαιῥᾳδίως πείσεσθαι τοὺς ἀκροωμένους ὑμᾶς, εἰ τούτων πύθοισθε μᾶλλον.