Ars rhetorica
Valerius Apsines
Valerius Apsines, Ars rhetorica, Spengel, Teubner, 1853
Ἄλλο. Ὁ Αἰσχίνης ἀνελὼν τὸν Τίμαρχον γράφει ἀναιρεῖν τὸν τριηραρχικὸν νόμεν. καὶ γὰρ οὗτος ὁρᾷς ὅτι ἤδη πέπεικε τοὺς δικαστὰς καταψηφίσασθαι τοῦ Τιμάρχου, καὶ ἐπὶ τούτῳ ἐπαινέσει.
Ἄλλο. Ὁ Ὑπερίδης γράψας ἔπεισε μόνῳ χρῆσθαι συμβούλῳ Δημοσθένει, ἐν Ἐλατείᾳ ὄντος Θιλίππου, εἶτα γράφει καὶ φρουρὰν αὐτῷ διδόναι.
[*](469)Ταῦτα γὰρ καὶ ἄλλα μυρία τοιαῦτα προβλήματα ὁμογενῆ τῷ προειρημένῳ θεωρήματι ὑποπίπτει. σὸν δʼ ἔργον ἐκ τούτων καὶ τὰ ὁμογενῆ αὐτοῖς ἐπισκοπεῖν.
Ἄλλο. Ἐπαινεσόμεθα δὲ κα τότε τοὺς ἀκούοντας, ὅταν πεποιηκότες μὲν ὦσι πρᾶξίν τινα καλήν, γράφωμεν δὲ καὶ ἄλλην αὐτῇ προσθεῖναι οἷον μετὰ τὰ Μηδικὰ [*]((683)) ἀξιοῖ τις ἐπὶ τοὺς μηδίσαντας στρατεύειν. ἐνταῦθα γὰρ προγέγονε μὲν καλὴ πρᾶξις, ἡ νίκη καὶ ὁ πόλεμος ὁ κατὰ τῶν βαρβάρων ἕτερον δὲ εἰσηγῇ· ἁρμόττοι ἂν οὖν λέγειν ἄξια μὲν εἶναι ἐπαίνου παντὸς καὶ ἀποδοχῆς τὰ προγεγενημένα, ὡς καὶ ἐπʼ ἐκείνου τοῦ προβλήματος· ὁ Ἑρμοκράτης ἀξιοῖ μετὰ τὴν νίκην ἐπʼ Ἀθήνας πλεῖν καὶ πάλιν ἐπʼ ἐκείνου. ἔδοξε τοῖς Ἕλλησι καταλῦσαι τὸν
Ἔτι γε μὴν καὶ τὸ ἐξ ἀκολούθου ἄλλο θεώρημα. ἐν τοῖς ἐξ ἀκολούθου ζητήμασι δεύτερον ἐκεῖνο γένοιτʼ ἂν προοίμιον· πέπεισθε μὲν οὖν ἤδη σχεδὸν περὶ ὧν ἥκω συμβουλεύσων· οἱ γὰρ τὰ μικρῷ πρόσθεν εἰρημένα προσειμένοι καὶ καλῶς ἔχειν κεκρικότες, ἀκόλουθα τούτοις ὄντα οἷς καὶ νῦν ἐρῶν ἀνέστην, δῆλον ὡς οὐδὲ περὶ τούτων ἑτέρως γνώσεσθε. τρίτον δὲ ἐκεῖνο πολλάκις· οὐκ ἀγνοῶ μὲν οὖν ἔγωγε, ὦ Ἀθηναῖοι, τοῦτ’ ὅτι δυσχερῆ τισιν ὑμῶν φανεῖται τὰ λεχθησόμενα, ἐγὼ δέ, εἰ μηδεμίαν ἑώρων ὑποῦσαν ἀνάγκην, οὐκ ἄν ποτε πρὸς τοῦτο [*](470) τῆς γνώμης ἐτραπόμην· ἐπειδὴ δὲ πολλὰ τὰ συναναγκάζοντα ὁρῶ, ἡγοῦμαιῥᾳδίως πείσεσθαι τοὺς ἀκροωμένους ὑμᾶς, εἰ τούτων πύθοισθε μᾶλλον.
Ὁπόταν δὲ εἰσηγησάμενός τινα γνώμην διαμάρτῃς, εἶτα ἄλλην εἰσηγεῖσθαι μέλλῃς, ἁρμόσει σοι ἐσχηματισμένως τὸ ἐκ βαρύτητος θεώρημα, οἷον εἰ λέγοις· ἀλλʼ εἰ καὶ περὶ τῶν προτέρων οὐχ ἱκανῶς τισιν ὑμῶν ἔδοξα ἑωρακέναι τὸ βέλτιστον, ὅμως οὐκ ἐπὶ τούτοις ἀθυμήσας εἱλόμην σιωπᾶν, ἀλλʼ ἅ νομίζω βέλτιστα, εἰς μέσον θήσω. οἷον ὡς ἐπʼ ἐκείνου τοῦ ζητήματος· βουλευομένοις τοῖς Ἀθηναίοις ἀποδόσθαι τὰς ναῦς εἰς ἀνοικισμὸν τῆς πόλεως ἀντεῖπεν ὁ Θεμιστοκλῆς καὶ ἡττήθη· εἶτα πάλιν γράφει ἀφίστασθὰι τῆς θαλάττης.
Ἄλλο. Ὁ Κλέων ἡττήθη ὑπὸ Διοδότου, καὶ τὸ δεύτερον ἀποστάσης τῆς Μυτιλήνης γράφει ἀθῷον αὐτὴν ἐᾶν καὶ ὅσα ἄλλα τοιαῦτα προβλήματα ἐσχηματισμένα ὑποπίπτει τῷ προειρημένῳ θεωρήματι τῷ ἐκ βαρύτητος, οἷον ὡς καὶ ἐπʼ ἐκείνου ἔγραψεν ὁ Δημάδης τρισκαιδέκατον
Ἄλλο. Ἐπάν τις ἤδη κεκρατηκὼς ἔν τινι, εἶτα αὖ πάλιν περί τινος ἀντιλέγῃ σοι ἢ ἐγκαλῇ, ἁρμόσει σοι τὸ ἐκ διαβολῆς θεώρημα. οἷον εἰ λέγοις, τὸ μὲν ἐπῆρθαι τοῦτον [*](471) ἐφʼ οἷς ἐκράτησεν ἀρτίως, θαυμαστὸν οὐδέν. ὡς ἐπʼ ἐκείνου· κρατήσας ὁ ἄνυτος καὶ Μέλητος τοῦ Σωκράτους γράφει καἲ τοὺς ἑταίρους αὐτοῦ ἐλαύνειν. ὁ γὰρ Ἄνυτος καὶ Μέλητος τῷ ἐξ ἀκολούθου θεωρήματι χρήσονται, ἀκόλουθον εἶναι λέγοντες τοῦτʼ ἐκείνῳ· καὶ τῷ ἀπʼ ἐπαίνου τῶν δικαστῶν, ὥσπερ εἴπομεν ὁ δὲ ἀντιλέγων τῷ ἐκ διαβολῆς· τὸ μὲν ἐπῆρθαι Ἄνυτόν τε παὶ Μέλητον οἷς ἐκράτησαν, θαυμαστὸν οὐδέν. καὶ πάλιν ἐπʼἐκείνου ὁ Μειδίας ἐκράτησε τοῦ Δημοσθένουρ τὸν περὶ τῆς ἀσεβείας εἰσελθόντος λόγον· καὶ μετὰ ταῦτα Δημοσθένης ὕβρεως αὐτὸν ἐγράψατο καὶ Μειδίας παραγράψας κατὰ τὸν νόμον τὸν περὶ τῶν αὐτῶν δὶς κρίσιν εἶναι κεκωλυκότα· ἁρμόσει γὰρ τῷ Δημοσθένει λέγειν, ὡς οὐδὲν θαυμαστὸν ἐπαρθέντα Μειδίαν τῇ προτέρᾳ νίκῃ ἐπὶ τὴν παραγραφὴν θαρροῦντα ἥκειν, ὡς πᾶν ὁτιοῦν ἐξὸν αὐτῷ λέγειν τε καὶ πράττειν· καὶ πάλιν ἐπʼ ἐκείνου. κρατήσας ὁ Φίλιππος ἐν Χαιρωνείᾳ ἐξῄτησε τὸν Δημοσθένην· ἀντιλέγει τις· λέξει γὰρ ὡς οὐδὲν θαυμαστὸν ἄνθρωπον ὑβριστὴν φύσει βραχείας λαβόμενον καὶ ἀδοκήτου τύχης ἐπῆρθαι.
Ἄλλο. Ὁπόταν συνεχῶς τις κρίνηται, ἁρμόσει τὸ ἐκ βαρύτητος θεώρημα· οἷον εἰ λέγοις, οὐκ ἦν, ὡς ἔοικε, πέρας οὐδὲν κρίσεως καὶ δικῶν ἡμῖν, οἷον ὡς ἐπʼ ἐκείνου· [*]((684)) συνεχῶς τις κρινόμενος τυραννίδος ἐπιθέσεως πλούσιος ἐξαργυρίσας τὴν οὐσίαν ἔρριψεν εἰς θάλασσαν, καὶ κρίνεται· καὶ ἐπʼ ἐκείνου· ὁ Δημοσθένης κριθεὶς