De Mysteriis

Iamblichus

Iamblichus. Jamblichi De mysteriis Liber. Parthey, Gustav, editor. Berlin: Nicolai, 1857.

Ὅ τοίνυν πάντων, ὡς ἔπος εἰπεῖν, ἀνθρώπων τῶν τε ἐν παιδείᾳ διατριβόντων καὶ τῶν ἀπειροτέρων τῆς ἐν λόγοις μελέτης κοινόν ἐστι ζήτημα, ἀπορεῖς κατὰ τὸ συνεχὲς τὸ περὶ θυσιῶν λέγω, τίνα ἔχουσι χρείαν ἢ δύναμιν ἐν τῷ παντὶ καὶ παρὰ τοῖς θεοῖς, τίνος δ’ ἕνεκα λόγου προσφόρως μὲν τοῖς τιμωμένοις, ὠφελίμως δὲ τοῖς τὰ δῶρα προσάγουσιν ἐπιτελοῦνται. πρόσεστι δὲ δὴ αὐτόθι καὶ ἄλλη τις ἐναντίωσις ἡ ἀπὸ τοῦ τοῦς ὑποφήτας ἀπέχεσθαι δεῖν ἐμψύχων, ἵνα μὴ οἱ θεοὶ τοῖς ἀπὸ ζώων ἀτμοῖς χραίνωνται· ἐναντίον γὰρ δὴ τοῦτο τῷ αὐτοὺς τοῖς ἀπὸ ζώων ἀτμοῖς μάλιστα δελεάζεσθαι.

Τὴν μὲν οὖν μάχην τῶν νυνὶ προκειμένων εὐπόρως ἄν τις διαλύσειε, τὴν τῶν ὅλων πρὸς τὰ μέρη παραδείξας ὑπεροχήν, καὶ τὴν τῶν θεῶν πρὸς τοὺς ἀνθρώπους ἐξῃρημένην ὑπερβολὴν ὑπομνήσας· οἷον ὃ λέγω τῇ μὲν ὅλῃ ψυχῇ προεστηκέναι τοῦ κοσμικοῦ παντὸς σώματος, καὶ τοῖς οὐρανίοις θεοῖς ἐπιβεβηκέναι τοῦ οὐρανίου σώματος οὔτε βλαβερόν ἐστιν εἰς παθῶν παραδοχὴν οὔτε ἐμπόδιον πρὸς τὰς νοήσεις, τῇδε ἐν μέρει ψυχῇ κοινωνεῖν σώματι πρὸς ἀμφότερα ταῦτά ἐστιν ἀλυσιτελές. εἰ δή τις κατιδὼν τοῦτο συμπλέκει τινὰ τοιαύτην ἀπορίαν, ὡς εἰ τῇ ψυχῇ τῇ ἡμετέρᾳ δεσμὸς τὸ σῶμα, καὶ τῇ τοῦ παντὸς ἔσται δεσμός, καὶ εἴπερ ἡ μεριστὴ ψυχὴ πρὸς τὸ σῶμα ἐπέστραπται, καὶ ἡ δύναμις τῶν θεῶν ὡσαύτως ἐπέστραπται πρὸς τὴν γένεσιν, πᾶς ἂν ἀπαντήσειε πρὸς τοῦτο λέγων, ὡς οὐκ οἶδεν ὅση τίς ἐστιν ἡ τῶν κρειττόνων πρὸς τοὺς ἀνθρώπους καὶ ἡ τῶν ὅλων ὑπεροχὴ πρὸς τὰ μέρη. ἐπ’ ἄλλων οὖν καὶ ἄλλων τὰ ἀντικείμενα προσαγόμενα οὐδεμίαν κινεῖ πως ἀμφισβήτησιν.

Καὶ ἐνταῦθα δὴ οὖν ὁ αὐτὸς ἐξαρκεῖ λόγος· ἡμῖν μὲν γὰρ βαρύτητα καὶ μιασμὸν ἐναπομόργνυται τῶν τῆς ψυχῆς κοινωνησάντων ποτὲ σωμάτων ἡ ἀπόλαυσις, ἡδυπάθειάν τε ἐντίκτει καὶ ἄλλα ἐμποιεῖ τῇ ψυχῇ πολλὰ νοσήματα· ἐπὶ δὲ τῶν θεῶν καὶ τῶν ἐγκοσμίων καὶ ὅλων αἰτίων ἡ ἀπὸ τούτων ἀναγομένη πως ἱεροπρεπῶς ἀναθυμίασις (ἅτε δὴ περιεχομένη καὶ οὐ περιέχουσα, συναπτομένη τε αὕτη πρὸς τὸ πᾶν, ἀλλ’ οὐχὶ συνάπτουσα πρὸς ἑαυτὴν τὰ ὅλα καὶ τὰ τῶν θεῶν), συναρμόζεται αὕτη τοῖς κρείττοσι καὶ τοῖς ὅλοις αἰτίοις, ἀλλ’ οὐχὶ κατέχει αὐτὰ καὶ συναρμόζει πρὸς ἑαυτήν.

Οὐδὲ γὰρ ὅπερ σε ἐξίστησιν ὡς μαχόμενον περὶ τῆς τῶν ἐμψύχων ἀποχῆς ἔχει τινὰ δυσκολίαν, εἴ τις αὐτὸ ὀρθῶς ὑπολαμβάνοι· οὐ γὰρ δὴ ἵνα μὴ οἱ θεοὶ τοῖς ἀπὸ ζώων ἀτμοῖς χραίνωνται, διὰ τοῦτο οἱ θεραπεύοντες αὑτοὺς ἀπέχονται τῶν ἐμψύχων. τίς γὰρ ἂν καὶ ἀπὸ σωμάτων ἀναθυμίασις αὐτοῖς πελάσειεν, οἱ καὶ πρὶν ἐφά

ψασθαί τι τῶν ἐνύλων τῆς σφετέρας δυνάμεως τὴν ὕλην ἀναφῶς ἀποκόπτουσι; καὶ μὴ ὅτι ἡ δύναμις αὐτῶν ἀναιρεῖ πάντα καὶ ἀφανίζει τὰ σώματα ἄνευ τοῦ πρὸς αὐτὰ πελάζειν, ἀλλὰ καὶ τὸ σῶμα τὸ οὐράνιον ἄμικτόν ἐστι πρὸς πάντα τὰ ὑλικὰ στοιχεῖα, καὶ οὔτε ἂν αὐτὸ παραδέξαιτό τι εἰς ἑαυτὸ τῶν ἔξωθεν, οὔτε ἂν ἀφ’ ἑαυτοῦ τινὰ δοίη μοῖραν εἰς τὰ ἀλλότρια. πότε οὖν ἀτμός τις περίγειος, ὃς οὐδὲ ἄχρι σταδίων πέντε ἀπὸ γῆς ἐπαιρόμενος ἀπορρεῖ πάλιν εἰς τὴν γῆν, δύναται τῷ οὐρανῷ πελάζειν ἢ τρέφειν τὸ κυκλοφορητικὸν καὶ ἄυλον σῶμα ἢ ποιεῖν τι ἐν αὐτῷ ὅλως ἢ μίασμα ἢ ἄλλο ὁτιοῦν πάθος;

Ὁμολογεῖται γὰρ δὴ τὸ αἰθέριον σῶμα πάσης ἐκτὸς εἶναι ἐναντιώσεως, τροπῆς τε πάσης ἀπηλλάχθαι, καὶ τὸ δύνασθαι εἰς ὁτιοῦν μεταβάλλειν πάντη καθαρεύειν, ῥοπῆς τε τῆς ἐπὶ τὸ μέσον καὶ ἀπὸ τοῦ μέσου παντελῶς ἀπολελύσθαι, διότι ἢ ἀρρεπές ἐστιν ἢ κατὰ κύκλον περί

φέρεται· οὐκ οὖν οὐδὲ ἀπὸ τῶν σωμάτων τῶν ἐκ διαφερουσῶν δυνάμεων καὶ κινήσεων συνεστηκότων, τρεπομένων τε παντοίως, ἢ ἄνω ἢ κάτω φερομένων, οὐκ ἔστιν ἥτις ἂν κοινωνία φύσεως ἢ δυνάμεως ἢ ἀναθυμιάσεως συμμιχθειή πρὸς τὰ ἐν οὐρανῷ σώματα, οὐδὲ ποιήσει τι οὖν εἰς αὐτά, ἅγε παντελῶς ἀπ’ αὐτῶν κεχώρισται. οὐ γὰρ ἐκεῖνα δύναμίν τινα ἔχει τοῦ παραδέχεσθαι εἰς ἑαυτὰ τὴν ἀπὸ τῶν γιγνομένων μεταβολὴν ὄντα ἀγέννητα. ἤπου ἄρα τὰ τῶν θεῶν χραίνεται ἀπὸ τῶν τοιούτων ἀτμῶν, ἃ καὶ τῆς ὕλης ὅλης καὶ τῶν ἐνύλων σωμάτων τοὺς ἀτμούς, ἵν’ οὕτως εἴπωμεν, ἐξαίφνης κατὰ μίαν βολὴν ἀποκόπτει;

Τοῦτο μὲν οὖν οὐκ ἄξιον ὑπονοεῖν· πολὺ δὲ μᾶλλον ἐκεῖνο χρὴ διανοεῖσθαι, ὡς ἡμῖν καὶ τῇ ἡμετέρᾳ φύσει τὰ τοιαῦτά ἐστιν ἀλλότρια· ταῦτα μὲν γὰρ δὴ διῃρημένα εἰς τὰ μεριστὰ καὶ τὰ ἔνυλα πρὸς τὰ ἔνυλα καὶ ὅλως τὰ ὁμοφυῆ πρὸς τὰ ὁμοφυῆ δύναταί τινα κοινωνίαν ἔχειν πρὸς ἄλληλα τοῦ ποιεῖν ἢ πάσχειν, τὰ δ’ ἐπ’ ἄλλης

ὄντα οὐσίας καὶ ὅσα παντελῶς ὑπεραίρει, φύσεσί τε καὶ δυνάμεσιν ἑτέραις χρῆται, ταῦτα οὐχ οἷά τέ ἐστιν ἢ ποιεῖν εἰς ἄλληλα ἢ δέχεσθαί τινα παρ’ ἀλλήλων. καὶ ὁ μολυσμὸς οὖν ἀπὸ τῶν ἐνύλων συμπίπτει τοῖς ἀπὸ σώματος ὑλικοῦ κατεχομένοις, καὶ τὸ ἀπὸ τούτων ἀποκαθαίρεσθαι ἀναγκαῖον ἐκείνοις, ὅσα δύναται ἀπὸ τῆς ὕλης μιαίνεσθαι· ἃ δ’ οὔτε ὅλως ἔχει φύσιν διαιρετὴν οὔτε δύναμιν κέκτηται τοῦ εἰσδέχεσθαι εἰς ἑαυτὰ τὰ ἀπὸ τῆς ὕλης πάθη, τί ἂν ἀπὸ τῶν ἐνύλων μιανθείη; πῶς δ’ ἔνεστιν ἀπὸ τῶν ἐμῶν παθημάτων ἢ ἅλλου τοῦ τῶν ἀνθρώπων ἐπιθολοῦσθαι τὸ θεῖον, ὃ μηδὲν ἔχει κοινὸν πρὸς ἡμᾶς τῆς ἀνθρωπίνης ἀσθενείας κρεῖττον προϋπάρχον;

Οὐδέτερον ἄρα διαφέρει τι τοῖς θεοῖς, οὔτε τὸ ἡμᾶς ἐμπίπλασθαι ὑλικῶν σωμάτων (οὐδὲ γάρ ἐστιν ὅλως τι πρὸς αὐτοὺς τοῦτο, οὐδὲ χραίνονται αὐτοὶ ἀπὸ τῆς ἡμετέρας κηλῖδος, ἄχραντοι γάρ εἰσι πάντη καὶ ἀκήρατοι) οὔτε εἴ τινες ὑλικοὶ σωμάτων ἀτμοὶ περὶ γῆν ἀναδίδονται.

πορρωτάτω γὰρ αὐτῶν καὶ οὗτοι τῆς οὐσίας καὶ δυνάμεως ἀφεστήκασιν.

Ὅλη ἄρα καὶ τῆς ἐναντιώσεως συνανῄρηται ἡ ὑπόθεσις, εἰ μηδέτερον αὐτῆς ὑπάρχει μόριον περὶ τοὺς θεούς. ὃ γὰρ μηδὲ ὅλως ἐστί, πῶς ἂν ἔχῃ τινὰ ἐν ἑαυτῷ μάχην; μάτην ἄρα ὑποπτεύεις τὰ τοιαῦτα ὡς ἄτοπα, καὶ ἀναξίας τῶν θεῶν προσάγεις ἀπορίας, ἃς οὐδ’ ἐπ’ ἀνθρώπων τῶν ἀγαθῶν εὐλόγως ἄν τις πρόσοιτο. τὸ γὰρ δελεάζεσθαι ὑπὸ τῆς τῶν ἀτμῶν ἀναθυμιάσεως οὐδὲ ἄνθρωπός τις νοῦν ἔχων καὶ ἀπαθὴς εἰσδέξαιτ’ ἄν ποτε εἰς ἑαυτόν, μὴ ὅτι γε τῶν κρειττόνων τις· ἀλλὰ ταῦτα μὲν μικρὸν ὕστερον τεύξεται λόγου, νυνὶ δὲ τῆς ἐναντιώσεως διὰ πολλῶν λύσεων ἀνῃρμένης, ἐνταῦθα καὶ περὶ τῆς πρώτης ἀπορίας τὸν λογισμὸν ἀποπαύωμεν.

Ὁ δὲ μεῖζον ἐρώτημα καὶ περὶ μειζόνων πυνθάνῃ, πῶς ἄν σοι δυνηθείην δυσβάτου καὶ μακρᾶς δεόμενον διερμηνεύσεως ἀποκρίνασθαι διὰ βραχέων καὶ ἱκανῶς;

ἐρῶ μὲν οὖν ἐγώ, καὶ προθυμίας οὐδὲν ἀπολείψω· πειρῶ δ’ ἕπεσθαι τοῖς συντόμως ὑποδεικνυμένοις καὶ μέχρις ἐμφάσεως ἐνίοις προϊοῦσιν· ἐγὼ δέ σοι λέγω τό γε ἐμὸν δόγμα περὶ θυσιῶν, ὡς οὐδέποτε αὐτὰς δεῖ προσίεσθαι τιμῆς μόνης ἕνεκα, καθάπερ δὴ τιμῶμεν τοὺς εὐεργέτας, οὐδὲ ὁμολογίας ἕνεκα χαρίτων, ἐφ’ οἷς ἡμῖν οἱ θεοὶ δεδώκασιν ἀγαθοῖς, οὐδὲ ἀπαρχῆς χάριν ἢ δώρων τινῶν ἀντιδόσεως, ἀφ’ ὧν ἡμῖν παρέχουσιν οἱ θεοὶ πρεσβυτέρων δώρων· κοινὰ γὰρ ταῦτα καὶ πρὸς ἀνθρώπους ἐστίν, ἀπό τε τῆς κοινῆς εἴληπται πολιτείας, τὸ τῶν θεῶν παντελῶς ὑπερέχον καὶ τὸ τῆς τάξεως αὐτῶν, ὡς αἰτίων ἐξῃρημένων, μηδαμῶς διασώζοντα.

Τὸ δὲ μέγιστον τὸ δραστήριον τῶν θυσιῶν, καὶ διὰ τί μάλιστα τοσαῦτα ἐπιτελεῖ, ὡς μήτε λοιμῶν παῦλαν μήτε λιμοῦ ἢ ἀφορίας χωρὶς αὐτῶν γίγνεσθαι, μήτε ὄμβρων αἰτήσεις, μήτε τὰ τιμιώτερα τούτων, ὅσα εἰς ψυχῆς κάθαρσιν ἢ τελείωσιν ἢ τὴν ἀπὸ τῆς γενέσεως ἀπαλλαγὴν συμβάλλεται, ταῦτα δὴ οὖν οὐδ’ ὅλως ἐνδείκνυνται

οἱ τοιοῦτοι τρόποι τῶν θυσιῶν. ὥστε οὐκ ἄν τις αὐτοὺς δοκιμάσειε δικαίως ὡς ἀπαξίως τῶν ἐν αὐταῖς ἔργων τὴν αἰτίαν ἀπολογιζομένους, ἀλλ’ εἴπερ ἄρα ὡς ἐπακολουθοῦντας καὶ κατὰ δεύτερον τρόπον συνηρτημένους τοῖς πρώτοις καὶ πρεσβυτάτοις αἰτίοις δευτέρως ἂν αὐτοὺς παραδέξαιτο.

Ἀπαιτεῖ δὴ οὖν ὁ λόγος εἰπεῖν, κατὰ τί τὸ ποιητικὸν ἔχουσι τῶν πραγμάτων αἱ θυσίαι καὶ τὸ συνηρτημένον πρὸς τοὺς θεοὺς τοὺς προηγουμένους αἰτίους τῶν γιγνομένων. ἐὰν δὲ λέγωμεν, ὡς ἐν ἑνὶ ζώῳ τῷ παντὶ καὶ μίαν ζωὴν τὴν αὐτὴν πανταχοῦ ἔχοντι κοινωνία τῶν ὁμοίων δυνάμεων ἢ τῶν ἐναντίων διάστασις ἤ τις ἐπιτηδειότης τοῦ ποιοῦντος πρὸς τὸ πάσχον συγκινεῖ τὰ ὅμοια καὶ ἐπιτήδεια, ὡσαύτως κατὰ μίαν συμπάθειαν διήκουσα καὶ ἐν τοῖς πορρωτάτω ὡς ἔγγιστα οὖσι, λέγεται μέν τι οὕτω τῶν ἀληθῶν καὶ τῶν συνεπομένων ταῖς θυσίαις ἐξ ἀνάγκης, οὐ μὴν ὅγε ἀληθὴς τρόπος τῶν

θυσιῶν ἐπιδείκνυται. οὐ γὰρ ἐν τῇ φύσει καὶ ταῖς φυσικαῖς ἀνάγκαις ἡ τῶν θεῶν κεῖται οὐσία, ὥστε πάθεσι φυσικοῖς συνεγείρεσθαι ἢ ταῖς διατεινούσαις δι’ ὅλης τῆς φύσεως δυνάμεσιν, ἀλλ’ ἔξω τούτων καθ’ ἑαυτὴν ὥρισται, οὐδὲν ἔχουσα πρὸς αὐτὰ κοινὸν οὔτε κατ’ οὐσίαν οὔτε κατὰ δύναμιν οὔτε κατ’ ἄλλο οὐδ’ ὁτιοῦν.

Τὰ δ’ αὐτὰ ἄτοπα συμβαίνει, καὶ εἴ τινες τῶν παρ’ ἡμῖν ἀριθμοὺς ὡς ἐπὶ τοῦ κροκοδείλου λαμβάνουσι τὴν ἑξηκοντάδα ὡς οἰκείαν ἡλίῳ, ἢ λόγους φυσικοὺς ὡς τὰς τῶν ζώων δυνάμεις καὶ ἐνεργείας, οἷον κυνὸς κυνοκεφάλου μυγαλῆς, κοινὰς οὔσας πρὸς σελήνην, ἢ τὰ ἔνυλα εἴδη (ὥσπερ ἐπὶ τῶν ἱερῶν ζώων θεωρεῖται κατὰ τὰς χροιὰς καὶ πάσας τοῦ σώματος μορφάς) ἢ ἄλλο τι τῶν περὶ τοῖς σώμασι τῶν ζώων ἢ τῶν ἄλλων ὁπωσοῦν προσαγομένων αἰτιῶνται τῆς ποιήσεως, ἢ μέλος (ὡς ἐπὶ τῆς καρδίας τοῦ ἀλεκτρυόνος) ἢ ἄλλα τινὰ τοιαῦτα τῶν περὶ τὴν φύσιν

θεωρουμένων ὡς αἴτια τῆς ἐν ταῖς θυσίαις ἀπεργασίας λογίζονται. καὶ γὰρ ἐκ τούτων οὐχ ὑπερφυής τις ἡ τῶν θεῶν αἰτία δείκνυται, οὐδ’ ὡς τοιαύτη συγκινεῖται ταῖς θυσίαις, ὡς δὲ φυσικὴ κατεχομένη τε ὑπὸ τῆς ὕλης· καὶ ὑπὸ τῶν σωμάτων περιειλημμένη φυσικῶς αὐτοῖς συνεγείρεται καὶ συναναπαύεται, καὶ ταῦτα τὰ περὶ τὴν φύσιν ὑπάρχοντα. εἰ δ’ ἄρα τι καὶ τοιοῦτον ἐν ταῖς θυσίαις συνακολουθεῖ ὡς συναίτιον καὶ τόν, ὧν οὐκ ἄνευ, λόγον ἔχον, οὕτω συνήρτηται τοῖς προηγουμένοις αἰτίοις.

Βέλτιον οὖν φιλίαν καὶ οἰκείωσιν αἰτιᾶσθαι, σχέσιν τε συνδετικὴν τῶν δημιουργούντων πρὸς τὰ δημιουργούμενα καὶ τῶν γεννώντων πρὸς τὰ ἀπογεννώμενα. ὅταν οὖν ταύτης προηγουμένης τῆς κοινῆς ἀρχῆς λάβωμέν τι ζῶον ἢ τῶν φυομένων ἐπὶ τῆς γῆς ἀκραιφνῶς καὶ καθαρῶς διασῶζον τὸ βούλημα τοῦ πεποιηκότος, τότε διὰ τοῦ τοιούτου τὴν ἐπιβεβηκυῖαν ἀχράντως ἐπ’ αὐτοῦ δημιουργικὴν αἰτίαν οἰκείως κινοῦμεν. πολλῶν δὲ οὐσῶν τούτων καὶ τῶν μὲν προσεχῶς συνηρτημένων, ὥσπερ τῶν

δαιμονίων, τῶν δὲ ἀνωτέρω τούτων πως τεταγμένων, ὥσπερ τῶν θείων αἰτίων, ἔτι δὲ τούτων πρεσβυτάτης μιᾶς αἰτίας ἐξηγουμένης, συγκινεῖται μὲν ὑπὸ τῆς τελείας θυσίας πάντα τὰ αἴτια· καθ’ ἣν δὲ εἴληχε ἕκαστα τάξιν, συγγενῶς πρὸς αὐτὴν οἰκειοῦται. ἐὰν δὲ ἀτελής τις γένηται, μέχρι τινὸς προχωρεῖ, προσώτερον δὲ προελθεῖν οὐχ οἵα τέ ἐστιν.

Ὅθεν δὴ καὶ πολλοὶ μὲν δαίμοσιν ἀγαθοῖς, πολλοὶ δὲ θεῶν ταῖς τελευταίαις δυνάμεσι, πολλοὶ δὲ ταῖς περικοσμίοις ἢ περιγείοις δαιμόνων ἢ θεῶν δυνάμεσιν ἡγοῦνται τὰς θυσίας προσάγεσθαι, μέρος μέντοι τῶν περὶ αὐτὰς οὐ ψευδῶς ἀφηγούμενοι, τὸ δ’ ὅλον αὐτῆς τῆς δυνάμεως καὶ τὰ πάντα ἀγαθὰ καὶ εἰς πᾶν τὸ θεῖον διατείνοντα οὐκ εἰδότες.

Ἡμεῖς δὲ πάντα προσιέμεθα, τὰ μὲν φυσικὰ καὶ ὡς ἐν ἑνὶ ζώῳ κατ’ ἐπιτηδειότητα ἢ συμπάθειαν ἢ ἀντιπάθειαν συγκινούμενα, ὡς τηνάλλως ὑποκείμενα καὶ ἐπακολουθοῦντα καὶ δουλεύοντα εἰς τὴν αἰτίαν τῆς τῶν θυσιῶν

ποιήσεως, τὰ δὲ τῶν δαιμόνων καὶ τῶν περιγείων ἢ περικοσμίων θείων δυνάμεων, ὡς πρῶτα προσοικειούμενα κατὰ τὴν ὡς πρὸς ἡμᾶς τάξιν· τὰ μέντοι τελειότατα καὶ ἡγεμονικώτατα τῶν αἰτίων τῆς ἐν ταῖς θυσίαις ποιήσεως συνάπτεσθαι λέγομεν ταῖς δημιουργικαῖς καὶ τελειοτάταις δυνάμεσιν· ἐπεὶ δὲ αὗται περιέχουσιν ἐν ἑαυταῖς πάντα ὅσα ποτέ ἐστιν αἴτια, συγκινεῖσθαι λέγομεν ἅμα μετὰ τούτων ἀθρόως καὶ πάντα ὅσα ποτέ ἐστι ποιητικά, ἐκ δὲ ἁπάντων κοινὸν κατιέναι τὸ ὄφελος εἰς ὅλην τὴν γένεσιν, ἐνίοτε μὲν κατὰ πόλεις καὶ δήμους ἢ ἔθνη παντοδοπὰ ἢ μείζονας τούτων ἢ ἐλάττονας περιγραφάς, ἄλλοτε δὲ κατὰ οἴκους ἢ κατὰ ἄνδρα ἕκαστον παρεχούσας τὰ ἀγαθὰ ἀφθόνῳ βουλήσει, καὶ οὐ πάθει τῶν χαριζομένων τὴν διανομὴν αὐτῶν ἀπεργαζομένων, νῷ τε ἀπαθεῖ κατ’ οἰκειότητα καὶ συγγένειαν κρινόντων, ὡς δεῖ διδόναι, φιλιάς τε μιᾶς, τῆς τὰ πάντα συνεχούσης, τὸν σύνδεσμον τοῦτον διά τινος ἀρρήτου κοινωνίας ἀπεργαζομένης.

Πολὺ γὰρ ταῦτα ἀληθέστερά ἐστι καὶ μᾶλλον τῆς

τῶν θεῶν οὐσίας καὶ δυνάμεως τυγχάνει ἢ ὃ σὺ καθυπονοεῖς, ὡς ἀτμοῖς θυσιῶν τοῖς ἀπὸ ζώων μάλιστα δελεάζονται· εἰ γὰρ τί που καὶ περίκειται τοῖς δαίμοσι σῶμα, ὃ δή τινες τρέφεσθαι ἀπὸ τῶν θυσιῶν νομίζουσιν, ἄτρεπτόν ἐστι τοῦτο καὶ ἀπαθές, αὐγοειδές τε καὶ ἀνενδεές, ὡς μήτε ἀπορρεῖν τι ἀπ’ αὐτοῦ μήτ’ ἐπιρροῆς ἔξωθεν αὐτὸ προσδεῖσθαι. εἰ δ’ ἄρα καὶ τοῦτό τις θείη, τοῦ κόσμου καὶ τοῦ ἐν αὐτῷ ἀέρος ἀνέκλειπτον ἔχοντος ἀπὸ τῶν περὶ τὴν γῆν ἀναθυμίασιν, περικεχυμένου τε πανταχόθεν ἐπίσης τοῦ τοιούτου ῥεύματος, τίς ἂν ἔτι χρεία αὐτοῖς εἴη τῶν θυσιῶν; ἀλλ’ οὐδὲ δι’ ἴσου τοῖς ἀπορρέουσιν ἀναπληροῖ τὰ ἐπεισιόντα συμμέτρως, ὡς μήτε ὑπερβολὴν ἐπικρατεῖν μήτε ἔλλειψίν ποτε ἐγγίνεσθαι, ἰσότητα δὲ πάντη καὶ ὁμαλότητα τῶν δαιμονίων σωμάτων ὡσαύτως ὑπάρχειν.

Οὐ γὰρ δήπου τοῖς μὲν ἐν γῇ καὶ θαλάττῃ πᾶσι ζώοις ὁ δημιουργὸς ἄφθονον καὶ ἕτοιμον διατροφὴν παρέθηκε, τοῖς δὲ κρείττοσιν ἡμῶν ἔνδειαν ταύτης ἐνεποίησεν.

οὐδὲ τοῖς μὲν ἄλλοις ζώοις ἐξ ἑαυτῶν ἔμφυτον παρέσχε τὴν εὐπορίαν τῶν καθ’ ἡμέραν ἐπιτηδείων, τοῖς δαίμοσι δὲ ἐπείσακτον καὶ παρ’ ἡμῶν τῶν ἀνθρώπων συντελουμένην ἔδωκε τὴν διατροφήν· καὶ ὡς ἔοικεν, ἐὰν ἡμεῖς δι’ ἀργίαν ἢ ἄλλην τινὰ πρόφασιν κατολιγωρήσωμεν τῆς τοιαύτης εἰσφορᾶς, ἐνδεῆ τῶν δαιμόνων τὰ σώματα ἔσται, ἀσυμμετρίας τε καὶ ἀταξίας μεθέξει.

Διὰ τί οὖν οἱ ταῦτα λέγοντες οὐ καὶ τὴν ὅλην ἀναστρέφουσι τάξιν, ὥστε ἡμᾶς ἐν καλλίονι ποιεῖν τάξει καὶ δυνατωτέρους; εἰ γὰρ τροφέας ἡμᾶς καὶ ἀποπληρωτὰς ποιοῦσι τῶν δαιμόνων, ἡμεῖς τῶν δαιμόνων ἐσόμεθα αἰτιώτεροι. ἕκαστον γὰρ ἀφ’ οὗ γέγονεν, ἀπὸ τούτου καὶ τὴν τροφὴν καὶ τελειότητα προσλαμβάνει. καὶ τοῦτο ἴδοι μὲν ἄν τις καὶ ἐπὶ τῶν φανερῶν γενέσεων. ἔστι δὲ καὶ ἐπὶ τῶν κοσμικῶν θεωρεῖν· καὶ γὰρ τὰ περίγεια ἀπὸ τῶν οὐρανίων τρέφεται. πολὺ δὲ διαφερόντως ἐπὶ τῶν ἀφανῶν αἰτίων κατάδηλον γίνεται. ψυχὴ μὲν γὰρ ἀπὸ νοῦ τελειοῦται, φύσις δὲ ἀπὸ ψυχῆς, τά τε ἄλλα ὡσαύτως

ἀπὸ τῶν αἰτίων τρέφεται· εἰ δὲ ἀδύνατον ἀρχηγοὺς ἡμᾶς εἶναι τῶν δαιμόνων, τῷ αὐτῷ λόγῳ καὶ τῆς τροφῆς αὐτῶν ἐσμὲν αἴτιοι.

Δοκεῖ δ’ ἔμοιγε καὶ ἄλλο διαμαρτάνεν ἡ παροῦσα ἐπιζήτησις. ἀγνοεῖ γὰρ τὴν διὰ τοῦ πυρὸς προσαγωγὴν τῶν θυσιῶν, ὡς δαπανητικὴ μᾶλλον τῆς ὕλης ἐστὶ καὶ ἀναιρετική, ἀφομοιωτική τε πρὸς ἑαυτήν, ἀλλ’ οὐχὶ αὐτὴ ἀφομοιουμένη πρὸς τὴν ὕλην, ἀναγωγός τε ἐπὶ τὸ θεῖον καὶ οὐράνιον πῦρ καὶ ἄυλον, ἀλλ’ οὐχὶ κάτω βρίθουσα περὶ τὴν ὕλην καὶ τὴν γένεσιν. εἰ μὲν γὰρ ὕλης ἦν γλυκυθυμία τις ἡ διὰ τῶν ἀπὸ τῆς ὕλης ἀτμῶν δελεάζουσα ἀπόλαυσις, ἐχρῆν ἀκέραιον τὴν ὕλην εἶναι, πλείων γὰρ ἂν οὕτως ἡ ἀπ’ αὐτῆς ἀπορροὴ τοῖς μεταλαμβάνουσι προσεγένετο· νῦν δὲ ἐμπιπρᾶται πᾶσα καὶ καταναλίσκεται, καὶ εἰς τὴν τοῦ πυρὸς καθαρότητα καὶ λεπτότητα μεταβάλλεται· ὃ καὶ αὐτὸ σημεῖόν ἐστιν ἐναργὲς τοῦ ἐναντίου ἢ οὗ σὺ λέγεις. ἀπαθεῖς τε γάρ εἰσιν οἱ κρείττονες, οἷς φίλον ἐστὶ τὸ τὴν ὕλην ἐκκόπτεσθαι διὰ τοῦ πυρός, καὶ ἡμᾶς ἀπαθεῖς ἀπεργάζονται· καὶ τὰ ἐν ἡμῖν

ἀφομοιοῦνται τοῖς θεοῖς, ὥσπερ δὴ καὶ τὸ πῦρ ἀφομοιοῖ πάντα τὰ στερεὰ καὶ ἀντίτυπα τοῖς φωτεινοῖς καὶ λεπτοῖς σώμασιν, ἡμᾶς τε ἀνάγει διὰ τῶν θυσιῶν καὶ τοῦ θυηπολικοῦ πυρὸς πρὸς τὸ τῶν θεῶν πῦρ κατὰ τὰ αὐτὰ τῇ τοῦ πυρὸς ἀναγωγῇ τῇ πρὸς τὸ πῦρ ἐπαγομένῃ καὶ ἀνελκούσῃ τὰ καταγωγὰ καὶ ἀντίτυπα πρὸς τὰ θεῖα καὶ τὰ οὐράνια.

Ὡς γὰρ ἁπλῶς εἰπεῖν, οὔτε ἀπὸ τῆς ὕλης οὔτε ἀπὸ τῶν στοιχείων οὔτε ἀπ’ ἄλλου τινὸς τῶν γιγνωσκομένων ἡμῖν σωμάτων ἐστὶ τὸ ὑπηρετοῦν τοῖς δαίμοσιν ὄχημα σωματοειδές. τίς ἂν οὖν ἀπ’ ἄλλης οὐσίας εἰς ἄλλην οὐσίαν γένοιτο ἄν ποτε ἀποπλήρωσις; ἢ τίς ἀπόλαυσις ἀπὸ τῶν ἀλλοτρίων τοῖς ἀλλοτρίοις δύναται προστίθεσθαι; οὐκ ἔστιν οὐδεμία, ἀλλὰ πολὺ μᾶλλον ὥσπερ οἱ θεοὶ τῷ κεραυνίῳ πυρὶ τέμνουσι τὴν ὕλην καὶ χωρίζουσιν ἀπ’ αὐτῆς τὰ ἄυλα μὲν κατὰ τὴν οὐσίαν, κρατούμενα δὲ ἀπ’ αὐτῆς καὶ πεπεδημένα, ἀπαθῆ τε ἐξ ἐμπαθῶν ἀπεργάζονται, οὕτω καὶ τὸ μιμούμενον παρ’ ἡμῖν πῦρ τοῦ θείου πυρὸς τὴν ἐνέργειαν ἀναιρεῖ τὸ ὑλικὸν πᾶν ἐν ταῖς

θυσίαις, τά τε προσαγόμενα τῷ πυρὶ καθαίρει καὶ ἀπολύει τῶν ἐν τῇ ὕλῃ δεσμῶν, ἐπιτήδειά τε διὰ καθαρότητα φύσεως πρὸς τὴν τῶν θεῶν κοινωνίαν ἀπεργάζεται, καὶ ἡμᾶς διὰ τῶν αὐτῶν τρόπων ἀπολύει τῶν τῆς γενέσεως δεσμῶν καὶ ἀφομοιοῖ τοῖς θεοῖς, πρός τε τὴν φιλίαν αὐτῶν ἐπιτηδείους ἐργάζεται, καὶ περιάγει τὴν ἔνυλον ἡμῶν φύσιν ἐπὶ τὴν ἄυλον.

Κοινῶς μὲν οὕτω τὰς ἀτόπους ὑπονοίας ἀνελόντες περὶ θυσιῶν ἀντ’ αὐτῶν τὰς ἀληθεῖς νοήσεις ἀντεισηγάγομεν· κατ’ ἰδίαν περὶ ἑκάστου θυσιῶν εἴδους (ὡς ὁ ἴδιος λόγος περὶ τῶν θυσιῶν ἀπαιτεῖ τὴν διάρθρωσιν, ὅστις ἄλλης τέ ἐστι πραγματείας) καὶ ἅμα ἀπὸ τῶν εἰρημένων ὅστις εὐφυής ἐστι καὶ ἀφ’ ἑνὸς ἐπὶ πολλὰ δυνατὸς διατείνειν τὴν διάνοιαν, ῥᾳδίως γνώσεται ἀπὸ τούτων καὶ τὰ παραλειπόμενα. ἐγὼ μὲν οὖν ᾤμην ταῦτα ἱκανῶς εἰρῆσθαι, τά τε ἄλλα καὶ διότι τῆς τῶν θεῶν ἐπαξίως εἶχε καθαρότητος· ἐπεὶ δὲ τοῖς ἄλλοις ἴσως ἂν ἀπιστίαν παράσχοι τὸ μὴ οὐκ εἶναι ἐναργῆ, καὶ ὑποψίαν ὡς μὴ κινοῦντα τὴν διάνοιαν, μηδ’ ἐπιλαμβανόμενα τῶν τῆς ψυχῆς διαλογισμῶν, βούλομαι περὶ τῶν αὐτῶν ὀλίγα πλεί

ονα διελθεῖν, καὶ ἐὰν οἷόν τε ᾖ γνωριμώτερα τεκμήρια τῶν ἤδη προειρημένων παραθέσθαι.

Ἀρχὴ δὲ πασῶν ἀρίστη, ἢ τῆς τῶν θεῶν τάξεως τὸν θεσμὸν τῶν θυσιῶν ἐχόμενον ἐπιδείκνυσιν· ἄνωθεν οὖν τοὺς μὲν ὑλαίους τῶν θεῶν τοὺς δὲ ἀύλους ὑποθώμεθα· ὑλαίους μὲν τοὺς τὴν ὕλην περιέχοντας ἐν ἑαυτοῖς καὶ διακοσμοῦντας, ἀύλους δὲ παντελῶς τοὺς ἐξῃρημένους ἀπὸ τῆς ὕλης καὶ ὑπερέχοντας. κατὰ δὲ τὴν τῶν ἱερέων τέχνην ἄρχεσθαι χρὴ τῶν ἱερουργικῶν ἀπὸ τῶν ὑλαίων· οὐ γὰρ ἂν ἄλλως ἐπὶ τοὺς ἀύλους θεοὺς γένοιτο ἡ ἀνάβασις. οὗτοι δὴ οὖν ἔχουσί τινα κοινωνίαν πρὸς τὴν ὕλην καθόσον αὐτῆς ἐπιβεβήκασιν. οἱ αὐτοὶ δὴ οὖν καὶ τῶν περὶ τὴν ὕλην ἐγγιγνομένων ἐπάρχουσιν, οἷον διαιρέσεων, πληγῆς ἀντιτύπου, μεταβολῆς γενέσεως φθορᾶς πάντων τῶν ἐνύλων σωμάτων.

Εἰ δή τις τοὺς τοιούτους βούλοιτο θεραπεύειν θεουργικῶς, ᾖ πεφύκασι καὶ ᾖ τὴν ἀρχὴν εἰλήχασι ταύτῃ προσ

εκτέον αὐτοῖς τὴν θεραπείαν, ἐνύλοις οὖσιν αὐτοῖς ἔνυλον οὖσαν· οὕτω γὰρ ἂν ὅλοις αὐτοῖς δι’ ὅλων προσαγοίμεθα εἰς οἰκείωσιν, συγγένειάν τε αὐτοῖς ἐν τῇ θεραπείᾳ προσφέροιμεν τὴν προσήκουσαν· καὶ ἐπὶ τῶν θυσιῶν τοίνυν τὰ νεκρὰ σώματα καὶ ἀπεστερημένα τῆς ζωῆς, φόνος τε τῶν ζώων καὶ κατανάλωσις τῶν σωμάτων μεταβολή τε παντοία καὶ φθορά, καὶ ὅλως ἡ πρόπτωσις τῆς ὕλης προϊσταμένης θεοῖς προσήκει· οὐκ αὐτοῖς δι’ ἑαυτούς, ἀλλὰ διὰ τὴν ὕλην ἧς ἐπάρχουσιν. εἰ γὰρ καὶ ὅτι μάλιστα χωριστοί εἰσιν ἀπ’ αὐτῆς, ἀλλ’ ὅμως αὐτῇ πάρεισι· καὶ εἰ περιέχουσιν αὐτὴν ἐν ἀύλῳ δυνάμει, σὺν αὐτῇ ὑπάρχουσι· τά τε διοικούμενα τοῖς διοικοῦσίν ἐστιν οὐκ ἀλλότρια καὶ τὰ διακοσμούμενα τοῖς διακοσμοῦσι, τοῖς χρωμένοις τε τὰ ὑπηρετοῦντα ὡς ὄργανά ἐστιν οὐκ ἀνάρμοστα. διόπερ τοῖς μὲν ἀύλοις θεοῖς ὕλην προσφέρειν διὰ θυσιῶν ἐστὶν ἀλλότριον, τοῖς δ’ ἐνύλοις οἰκειότατον ἅπασι.

Σκεψώμεθα δὴ τὸ μετὰ τοῦτο συμφώνως τοῖς προειρημένοις καὶ τὴν ἡμετέραν διπλῆν κατάστασιν· ὅτε μὲν γὰρ ὅλοι ψυχὴ γιγνόμεθα καί ἐσμεν ἔξω τοῦ σώματος, μετέωροί τε τῷ νῷ μεθ’ ὅλων τῶν ἀύλων θεῶν μετεωροπολοῦμεν· ὅτε δ’ αὖ δεδέμεθα ἐν τῷ ὀστρεώδει σώματι, καὶ ὑπὸ τῆς ὕλης κατεχόμεθα, καί ἐσμεν σωματοειδεῖς· πάλιν οὖν ἥκει τῆς θρησκείας ὁ διπλοῦς τρόπος· ὁ μὲν γὰρ ἔσται ἁπλοῦς ἀσώματος ἁγνὸς ἀπὸ πάσης γενέσεως, ὅστις ταῖς ἀχράντοις ἐπιβάλλει ψυχαῖς, ὁ δ’ ἀναπιμπλάμενος τῶν σωμάτων καὶ τῆς ἐνύλου πάσης πραγματείας, ὅστις ταῖς μὴ καθαραῖς πρέπει ψυχαῖς μηδὲ ἀπολυθείσαις πάσης γενέσεως. καὶ θυσιῶν τοίνυν τίθημι διττὰ εἴδη· τὰ μὲν τῶν ἀποκεκαθαρμένων παντάπασιν ἀνθρώπων, οἷα ἐφ’ ἑνὸς ἄν ποτε γένοιτο σπανίως, ὥς φησιν Ἡράκλειτος, ἤ τινων ὀλίγων εὐαριθμήτων ἀνδρῶν, τὰ δ’ ἔνυλα καὶ σωματοειδῆ καὶ διὰ μεταβολῆς συνιστάμενα, οἶα τοῖς ἔτι κατεχομένοις ὑπὸ τοῦ σώματος ἁρμόζει. πόλεσι τοίνυν

καὶ δήμοις οὐκ ἀπολελυμένοις τῆς γενεσιουργοῦ μοίρας καὶ τῆς ἀντεχομένης τῶν σωμάτων κοινωνίας, εἰ μὴ δώσει τις τὸν τοιοῦτον τρόπον τῆς ἁγιστείας, ἀμφοτέρων διαμαρτήσει, καὶ τῶν ἀύλων ἀγαθῶν καὶ τῶν ἐνύλων· τὰ μὲν γὰρ οὐ δύναται δέξασθαι, τοῖς δὲ οὐ προσάγει τὸ οἰκεῖον. καὶ ἅμα ἕκαστος καθόσον ἐστίν, οὐ μέντοι καθόσον μή ἐστι, ποιεῖται τῆς θυσίας τὴν ἐπιμέλειαν· οὐκ ἄρα δεῖ αὐτὴν ὑπεραίρειν τὸ οἰκεῖον μέτρον τοῦ θεράποντος.

Ὁ δ’ αὐτός ἐστί μοι λόγος καὶ περὶ τῆς συμπλοκῆς τῆς οἰκείως συναρμοζομένης τῶν θεραπευόντων ἀνδρῶν καὶ τῶν θεραπευομένων δυνάμεων. καὶ γὰρ ταύτην τὸν ἑαυτῇ πρόσφορον τρόπον τῆς θρησκείας ἐκλέγεσθαι ἀξιῶ, ἄυλον μὲν τὴν ἀύλως συμμιγνυμένην, καὶ ταῖς ἀσωμάτοις καθαραῖς δυνάμεσι πρὸς αὐτὰ καθαρῶς τὰ ἀσώματα συναπτομένην, σωματοειδῶς δὲ τὴν σωματοειδῆ, καὶ μετὰ σωμάτων συνηρτημένην, πρὸς τὰς σώμασιν ἐπιβεβηκυίας οὐσίας ἀνακεραννυμένην.

Μὴ ἀτιμάσωμεν τοίνυν ἔτε καὶ τὰ τοιαῦτα εἰπεῖν. ὡς πολλάκις τῆς τοῦ σώματος ἕνεκα ἀναγκαίας χρείας διαπραγματευόμεθά τι πρὸς τοὺς ἐφόρους τοῦ σώματος θεοὺς καὶ δαίμονας ἀγαθούς· οἷον καθαίροντες αὐτὸ ἀπὸ κηλίδων παλαιῶν ἢ νόσων ἀπολύοντες, καὶ ὑγείας πληροῦντες ἢ τὸ μὲν βαρὺ καὶ νωθρὸν ἀποκόπτοντες ἀπ’ αὐτοῦ, τὸ δὲ κοῦφον καὶ δραστήριον αὐτῷ παρέχοντες, ἢ ἄλλο γέ τε τῶν πάντων ἀγαθῶν αὐτῷ παρασκευάζοντες. τότε δὴ οὖν οὐ δήπου νοερῶς καὶ ἀσωμάτως τὸ σῶμα μεταχειριζόμεθα· οὐ γὰρ πέφυκε τῶν τοιούτων τρόπων τὸ σῶμα μετέχειν· τῶν δὲ συγγενῶν ἑαυτῷ μεταλαγχάνον, σώμασι σῶμα θεραπεύεταί τε καὶ ἀποκαθαίρεται. ἔσται δὴ οὖν καὶ ὁ τῶν θυσιῶν θεσμὸς ἐπὶ τῆς τοιαύτης χρείας ἐξ ἀνάγκης σωματοειδής, τὰ μὲν ἀποκόπτων τῶν ἐν ἡμῖν περιττευόντων, τὰ δὲ ἀναπληρῶν ὅσα ἡμῖν ἐλλείπει, τὰ δὲ εἰς συμμετρίαν ἄγων καὶ τάξιν ὅσα πλημμελῶς ἐπιτετάρακται· καὶ μήν πολλὰ καὶ πρὸς τὸν ἀνθρώπινον βίον ἐπιτηδείων δεόμενοι ἡμῖν γενέσθαι παρὰ τῶν κρειττόνων ἱερουργίαις χρώμεθα· ταῦτα δ’ ἔστι δήπου

κηδεμονίαν σώματι παρέχοντα ἢ ἐκείνων ἐπιμελούμενα, ἃ τῶν σωμάτων ἕνεκα κτώμεθα. Τί δὴ οὖν ἡμῖν ἔσται παρὰ τῶν ἐξῃρημένων παντάπασι θεῶν πάσης ἀνθρωπίνης γενέσεως εἰς ἀκαρπίαν ἢ ἀγωνίαν ἢ περιουσίαν ἢ ἄλλο τι τῶν τοῦ βίου πραγμάτων ἐχόμενον; οὐδὲν οὐδαμῶς· τοὺς γὰρ ἀπολελυμένους πάντων οὐκ ἔνεστι τῶν τοιούτων ἐφάπτεσθαι δόσεων. ἀλλ’ εἰ μέν τις λέγει ὅτι περιέχουσι καὶ τοὺς τοιούτους θεοὺς οἱ παντελῶς ἄυλοι, περιέχοντες δὲ αὐτοὺς καὶ τὰ δῶρα αὐτῶν κατὰ μίαν τὴν πρώτην αἰτίαν συνειλήφασιν ἐν ἑαυτοῖς, λέγοι τινὰ ἂν οὕτω κατιοῦσαν ἀπ’ αὐτῶν περιουσίαν τῆς θείας δόσεως· ὡς δὲ αὐτοὶ ταῦτα δρῶσι προσεχῶς ἐφαπτόμενοι τῶν τοῦ ἀνθρωπείου βίου πράξεων, οὐδενὶ συγχωρητέον λέγειν. μεριστή τε γάρ ἐστιν ἡ τοιαύτη προστασία τῶν τῇδε, καὶ μετά τινος ἐπιστροφῆς ἐπιτελεῖται, χωριστή τε οὐκ ἔστι πάντη σωμάτων, καὶ οὐ δύναται δέξασθαι τὴν καθαρὰν καὶ ἄχραντον ἐπιστασίαν. οὐκοῦν καὶ τρόπος ἱερουργίας ἐπὶ τῶν τοιούτων ἔργων ὁ
συμμιγεὶς πρὸς τὰ σώματα καὶ τῆς γενέσεως ἐχόμενος ἁρμόζει, οὐχ ὅστις ἐστὶν ἄυλος παντελῶς καὶ ἀσώματος. ὁ μὲν γὰρ καθαρὸς ὑπερέχεται παντελῶς καὶ ἔστιν ἀσύμμετρος, ὁ δὲ τοῖς σώμασι προσχρώμενος καὶ ταῖς διὰ τῶν σωμάτων δυνάμεσι, πάντων μάλιστά ἐστι συγγενέστατος, δυνατὸς μὲν ἐμποιεῖν τινὰς εὐπραγίας εἰς τὸν βίον, δυνατὸς δὲ ἀποτρέπειν καὶ τὰς ἐνισταμένας δυσπραγίας, συμμετρίαν δὲ καὶ κρᾶσιν τῷ θνητῷ γένει παρεχόμενος.

Κατ’ ἄλλην τοίνυν διαίρεσιν ἡ πολλὴ μὲν ἀγέλη τῶν ἀνθρώπων ὑποτέτακται ὑπὸ τὴν φύσιν, φυσικαῖς τε δυνάμεσι διοικεῖται, καὶ κάτω πρὸς τὰ τῆς φύσεως ἔργα βλέπει, συμπληροῖ τε τῆς εἱμαρμένης τὴν διοίκησιν, καὶ τῶν καθ’ εἱμαρμένην ἐπιτελουμένων δέχεται τὴν τάξιν, πρακτικόν τε λογισμὸν ἀεὶ ποιεῖται περὶ μόνων τῶν κατὰ φύσιν. ὀλίγοι δέ τινες ὑπερφυεῖ δή τινι δυνάμει τοῦ νοῦ χρώμενοι, τῆς φύσεως μὲν ἀφίστανται, πρὸς δὲ τὸν χωριστὸν καὶ ἀμιγῆ νοῦν περιάγονται, οἵτινες ἅμα καὶ

τῶν φυσικῶν δυνάμεων γίγνονται κρείττονες. ἔνιοι δὲ μεταξὺ τούτων φέρονται περὶ τὰ μέσα τῆς φύσεώς τε καὶ τοῦ καθαροῦ νοῦ, οἱ μὲν ἀμφοτέρων ἐφεπόμενοι, οἱ δὲ σύμμικτόν τινα ἀπ’ αὐτῶν ζωὴν μετιόντες, οἱ δὲ ἀπολυόμενοι μὲν τῶν ὑποδεεστέρων, ἐπὶ δὲ τὰ ἀμείνονα μεθιστάμενοι.

Τούτων δὴ οὖν οὕτω διῃρημένων καὶ τὸ τοῖςδε ἑπόμενον εὔδηλον ἂν ὅτι μάλιστα γένοιτο· οἱ μὲν γὰρ ἐπιτροπευόμενοι κατὰ τὴν τῶν ὅλων φύσιν, καὶ αὐτοὶ κατὰ φύσιν τὴν οἰκείαν ἑαυτῶν ζῶντες, δυνάμεσί τε τῆς φύσεως χρώμενοι, τὴν θρησκείαν ἐπιτηδεύουσι τῇ φύσει πρόσφορον καὶ τοῖς κινουμένοις ὑπὸ τῆς φύσεως σώμασι, τόπους τε καὶ ἀέρας καὶ ὕλην καὶ δυνάμεις τῆς ὕλης, καὶ σώματα καὶ τὰς περὶ τοῖς σώμασιν ἕξεις καὶ ποιότητας, κινήσεις τε τὰς προσηκούσας καὶ μεταβολὰς τῶν ἐν γενέσει, καὶ τἆλλα τὰ ἐχόμενα τούτων ἐπιτηδεύοντες ἔν τε τοῖς ἄλλοις τῆς εὐσεβείας μορίοις καὶ δὴ καὶ ἐν τῷ θυηπολικῷ μέρει.

οἱ δὲ κατὰ νοῦν μόνον καὶ τὴν τοῦ νοῦ ζωὴν τὸν βίον διάγοντες, τῶν δὲ τῆς φύσεως δεσμῶν ἀπολυθέντες, νοερὸν καὶ ἀσώματον ἱερατικῆς θεσμὸν διαμελετῶσι περὶ πάντα τῆς θεουργίας τὰ μέρη. οἱ δὲ μέσοι τούτων κατὰ τὰς διαφορὰς τῆς μεταξὺ μεσότητος καὶ τὰς ὁδοὺς τῆς ἁγιστείας διαφόρους διαπονοῦσιν, ἤτοι μετέχοντες ἀμφοτέρων τῶν τρόπων τῆς θρησκείας, ἢ τοῦ μὲν ἀφιστάμενοι, ἢ ὡς ὑπόθεσιν αὐτὰ λαμβάνοντες τῶν τιμιωτέρων (ἄνευ γὰρ αὐτῶν οὐκ ἄν ποτε παραγένοιτο τὰ ὑπερέχοντα) ἢ ἄλλως οὑτωσὶ μεταχειριζόμενοι αὐτὰ δεόντως.

Περὶ δὲ τὸν αὐτὸν τρόπον κἀκείνη στρέφεται ἡ διαίρεσις· τῶν θείων οὐσιῶν καὶ δυνάμεων αἱ μὲν ἔχουσι ψυχὴν καὶ φύσιν ὑποκειμένην καὶ ὑπηρετοῦσαν αὐτῶν ταῖς δημιουργίαις, ᾗπερ ἂν αὗται βούλωνται. αἱ δὲ πάντῃ ψυχῆς καὶ φύσεώς εἰσι χωρισταί, λέγω δὲ τῆς θείας ψυχῆς τε καὶ φύσεως ἀλλ’ οὐχὶ τῆς περικοσμίου τε καὶ γενεσιουργοῦ. τινὲς δὲ καὶ μέσαι τούτων ὑπάρχουσαι κοινωνίαν αὐταῖς παρέχουσι πρὸς ἀλλήλας, ἢ κατὰ σύνδεσ

μον ἕνα ἀδιαίρετον, ἢ κατὰ μετάδοσιν τῶν μειζόνων ἄφθονον, ἢ κατὰ ὑποδοχὴν τῶν ἐλαττόνων ἀκώλυτον, ἢ κατὰ σύνδετον ἀμφοῖν ὁμόνοιαν. ὅταν μὲν οὖν θεοὺς θεραπεύωμεν τοὺς βασιλεύοντας ψυχῆς καὶ φύσεως, οὐκ ἀλλότριον τούτοις ἐστὶ καὶ φυσικὰς δυνάμεις προσφέρειν, σώματά τε τὰ διοικούμενα ὑπὸ τῆς φύσεως καθαγίζειν αὐτοῖς οὐκ ἔστιν ἀπόβλητον· ὅλα γὰρ τὰ τῆς φύσεως ἔργα ὑπηρετεῖ τε αὐτοῖς καὶ συντελεῖ τι αὐτῶν εἰς τὴν διακόσμησιν. ὅταν δὲ τοὺς αὐτοὺς καθ’ ἑαυτοὺς μονοειδεῖς ὄντας τιμᾶν ἐπιχειρῶμεν, ἀπολύτοις τιμαῖς αὐτοὺς γεραίρειν ἄξιον· τὰ δὲ νοερὰ τοῖς τοιούτοις δῶρα ἁρμόζει καὶ τὰ τῆς ἀσωμάτου ζωῆς, ὅσα τε ἀρετὴ καὶ σοφία δωρεῖται, καὶ εἴ τινα τέλεια καὶ ὅλα τῆς ψυχῆς ἐστὶν ἀγαθά. καὶ μὴν τοῖς γε μέσοις καὶ τῶν μέσων ἡγεμονοῦσιν ἀγαθῶν ἐνίοτε μὲν διπλᾶ ἂν δῶρα συναρμόσειεν, ἐνίοτε δ’ ἂν ἐπίκοινα πρὸς ἀμφότερα ταῦτα, ἢ καὶ ἀποσχιζόμενα μὲν ἀπὸ τῶν κάτω πρὸς δὲ τὰ ὑψηλότερα ἀνήκοντα, ἢ πάντως ἑνί γε τῶν τρόπων συμπληροῦντα τὴν μεσότητα.

Ἀπ’ ἄλλης τοίνυν ἀρχῆς ὁρμώμενοι τοῦ τε κόσμου καὶ τῶν ἐγκοσμίων θεῶν, τῆς τε ἐν αὐτῷ τῶν τεττάρων στοιχείων διανομῆς, καὶ τῆς κατὰ τὰ μέτρα τῶν στοιχείων συλλήξεως, καὶ τῆς ἐν τάξει περὶ τοῖς κέντροις περιδινουμένης περιφορᾶς, εὔβατον ἔχομεν ἄνοδον ἐπὶ τὴν ἀλήθειαν τῆς περὶ θυσιῶν ἁγιστείας· εἰ γὰρ αὐτοί γέ ἐσμεν ἐν κόσμῳ, καὶ ὡς μέρη περιεχόμεθα ἐν ὅλῳ τῷ παντί, παραγόμεθά τε ὑπ’ αὐτοῦ πρώτως, καὶ τελειούμεθα ἀπὸ τῶν ὅλων ἐν αὐτῷ δυνάμεων, ἀπό τε τῶν ἐν αὐτῷ στοιχείων συνεστήκαμεν, καὶ μοῖράν τινα ζωῆς καὶ φύσεως παρ’ αὐτοῦ λαβόντες ἔχομεν, οὐ δεῖ δὴ διὰ ταῦτα ὑπερβαίνειν τὸν κόσμον καὶ τὰς ἐγκοσμίους διατάξεις.

Θῶμεν οὖν καθ’ ἑκάστην περικόσμιον μερίδα εἶναι μέντοι καὶ σῶμα τοῦτο ὅπερ ὁρῶμεν, εἶναι καὶ τὰς περὶ τοῖς σώμασι μεριστὰς δυνάμεις ἀσωμάτους, ὁ δὴ τῆς θρησκείας νόμος τὰ ὅμοια δηλονότι τοῖς ὁμοίοις ἀπονέμει, καὶ διατείνει δι’ ὅλων οὕτως ἄνωθεν ἄχρι τῶν ἐσχάτων, ἀσώματα μὲν ἀσωμάτοις, σώματα δὲ σώμασι, τὰ

σύμμετρα κατὰ τὴν ἑαυτῶν φύσιν ἑκατέροις ἀποδιδούς. ἀλλὰ μὴν ὁπότε γέ τις τῶν θεουργικῶν θεῶν ὑπερκοσμίων μετάσχοι (τοῦτο δ’ ἐστὶ τὸ πάντων σπανιώτατον), ἐκεῖνος δήποθέν ἐστιν ὁ καὶ σωμάτων καὶ ὕλης ὑπερέχων ἐπὶ θεραπείᾳ τῶν θεῶν, ὑπερκοσμίῳ τε δυνάμει τοῖς θεοῖς ἑνούμενος. οὐ δεῖ δὴ τὸ ἐν ἑνί ποτε μόλις καὶ ὀψὲ παραγινόμενον ἐπὶ τῶ τέλει τῆς ἱερατικῆς τοῦτο κοινὸν ἀποφαίνειν πρὸς ἅπαντας ἀνθρώπους, ἀλλ’ οὐδὲ πρὸς τοὺς ἀρχομένους τῆς θεουργίας ποιεῖσθαι αὐτόχρημα κοινόν, οὐδὲ πρὸς τοὺς μεσοῦντας ἐν αὐτῇ· καὶ γὰρ οὗτοι ἁμωσγέπως σωματοειδῆ ποιοῦνται τὴν ἐπιμέλειαν τῆς ὁσιότητος.

Οἶμαι τοίνυν καὶ τοῦτο ἂν προσομολογῆσαι πάντας τοὺς φιλοθεάμονας τῆς θεουργικῆς ἀληθείας, ὡς οὐκ ἐκ μέρους χρὴ οὐδὲ ἀτελῶς συνυφαίνειν τοῖς θείοις τὴν ἐπιβάλλουσαν αὐτοῖς εὐσέβειαν. ἐπειδὴ τοίνυν πρὸ τῆς παρουσίας τῶν θεῶν προκινοῦνται πᾶσαι δυνάμεις ὅσαι αὐταῖς ὑπόκεινται, καὶ ὅταν μέλλωσι κινεῖσθαι ἐπὶ γῆν προηγοῦνται αὐτῶν καὶ προπομπεύουσιν, ὁ μὲν μὴ ἀπονείμας πᾶσι

τὸ πρόσφορον καὶ κατὰ τὴν ἐπιβάλλουσαν τιμὴν ἕκαστον δεξιωσάμενος ἀτελὴς ἀπέρχεται καὶ ἄμοιρος τῆς μετουσίας τῶν θεῶν, ὁ δὲ πάντα ἱλεωσάμενος καὶ ἑκάστῳ τὰ κεχαρισμένα καὶ κατὰ δύναμιν ὁμοιότατα γέρα προσενεγκών, ἀσφαλὴς καὶ ἄπταιστος ἀεὶ διαμένει, τέλεον καὶ ὁλόκληρον τὴν ὑποδοχὴν τοῦ θείου χοροῦ καλῶς ἀποπληρώσας. ὁπότε δὴ οὖν τοῦτο οὕτως ἔχει, πότερον ἀπλοῦν καὶ ἐξ ὀλίγων δή τινων συνιστάμενον τὸν τρόπον εἶναι δεῖ τῆς ἁγιστείας, ἢ πολύτροπον καὶ παναρμόνιον καὶ ἀπὸ πάντων, ὡς ἔπος εἰπεῖν, τῶν ἐν τῷ κόσμῳ συγκεκροτημένων;

Εἰ μὲν οὖν ἁπλοῦν τι καὶ μιᾶς τάξεως τὸ παρακαλούμενον καὶ κινούμενον ἦν ἐν ταῖς ἁγιστείαις, ἁπλοῦς ἂν ἦν καὶ τῶν θυσιῶν ἐξ ἀνάγκης ὁ τρόπος· εἰ δὲ τῶν μὲν ἄλλων οὐδενὶ περιληπτόν, ὅσον ἐγείρεται πλῆθος δυνάμεων ἐν τῷ κατιέναι καὶ κινεῖσθαι τοὺς θεούς, μόνοι δὲ οἱ θεουργοὶ ταῦτα ἐπὶ τῶν ἔργων πειραθέντες ἀκριβῶς

γιγνώσκουσι, μόνοι οὗτοι καὶ δύνανται γιγνώσκειν τίς ἐστιν ἡ τελεσιουργία τῆς ἱερατικῆς, καὶ τὰ παραλειπόμενα ἴσασι, κἂν βραχέα ᾖ, ὅτι τὸ ὅλον τῆς θρησκείας ἔργον ἀνατρέπει, ὥσπερ ἐν ἁρμονίᾳ μιᾶς χορδῆς ῥαγείσης ἡ ὅλη ἀνάρμοστός τε καὶ ἀσύμμετρος γίνεται· ὥσπερ οὖν ἐπὶ τῶν φανερῶν θείων καθόδων ἐναργὴς ἡ βλάβη γίνεται τοῖς ἀτίμητόν τινα τῶν κρειττόνων περιλιποῦσιν, οὕτω καὶ ἐπὶ τῆς ἀφανοῦς αὐτῶν παρουσίας ἐν ταῖς θυσίαις οὐ τὸν μὲν τὸν δ’ οὔ, πάνυ δὲ τιμητέον καθ’ ἥν ἕκαστος εἴληχε τάξιν. ὁ δὲ ἀγέραστόν τινα ἀφεὶς συνέχεε τὸ ὅλον, καὶ τὴν μίαν καὶ ὅλην διακόσμησιν διέσπασεν· οὐχ ὡς ἄν τις οὖν νομίσειεν, ἀτελῆ τὴν ὑποδοχὴν ἐποιήσατο, ἀλλὰ καὶ τὸ παράπαν τὴν ὅλην ἀνέστρεφεν ἁγιστείαν.