De Mysteriis

Iamblichus

Iamblichus. Jamblichi De mysteriis Liber. Parthey, Gustav, editor. Berlin: Nicolai, 1857.

Ἄγε δὴ οὖν, ὅπως ἐφεξῆς καὶ τὰς δοκούσας ἐναντιώσεις ἐπισκεψώμεθα, τίνες εἰσὶ καὶ τίνα λόγον ἔχουσι. καὶ δῆτα ἐὰν ὀλίγῳ πλείονα διεξίωμεν περί τινων, ὡς ἂν ἐπ’ ἐξουσίας ἰδίας καὶ κατὰ σχολὴν ποιούμενοι τοὺς λόγους, ἐπιμένειν δεῖ σε προθύμως καὶ καρτερεῖν. περὶ γὰρ τῶν μεγίστων μαθημάτων μεγάλας ἐνίστασθαι δεῖ καὶ τὰς σπουδάς, χρόνῳ τε ἐν πολλῷ δι’ ἀκριβείας βεβασανισμένας, εἰ μέλλοις αὐτὰ τελέως γνώσεσθαι· σύ μὲν οὖν κατὰ τὴν παροῦσαν ὑπόθεσιν, ὥσπερ ἤρξω, πρότεινε τὰς ἐμποιού

σας ἀπορίαν διαμφισβητήσεις, ἐγὼ δ’ ἐν τῷ μέρει δώσω λόγον σοι· λέγε δὴ οὖν, ὅτι πάνυ με ταράττει, πῶς ὡς κρείττονες παρακαλούμενοι ἐπιτάττονται ὡς χείρονες· ἐγὼ δέ σοι ἐρῶ τὴν ὅλην περὶ τῶν καλουμένων ἀξίαν λόγου διαίρεσιν, ἀφ’ ἧς ἐνέσται σοι διορισμὸς σαφὴς τοῦ τε δυνατοῦ καὶ τοῦ ἀδυνάτου, περὶ ὧν ἠρώτησας.

Θεοὶ μὲν γὰρ καὶ ὅσοι κρείττονες ἡμῶν βουλήσει τῶν καλῶν, ἀφθόνῳ τε τῶν ἀγαθῶν ἀποπληρώσει μετ’ εὐμενείας τοῖς ἀξίοις χαρίζονται τὰ προσήκοντα, οἰκτείροντες μὲν τοὺς τῶν ἱερατικῶν ἀνδρῶν πόνους, τὰ δ’ οἰκεῖα ἑαυτῶν γεννήματα καὶ θρέμματα καὶ παιδεύματα ἀσπαζόμενοι. τὰ δὲ μέσα γένη κρίσεως ἔφορα τυγχάνει· συμβουλεύει τε ἃ δεῖ ποιεῖν καὶ τίνων ἀπέχεσθαι προσήκει, καὶ πρὸς μὲν τὰ δίκαια ἔργα συναίρεται, διακωλύει δὲ τὰ ἄδικα, πολλούς τε τῶν ἐπιχειρούντων ἀφαιρεῖσθαί τι τῶν ἀλλοτρίων παρὰ δίκην, ἢ λυμαίνεσθαί τινα πλημμελῶς ἢ ἀπολλύναι, αὐτοὺς ἐποίησε παθεῖν ταῦτα οἷα ἄλλους διενοοῦντο ἐργάζεσθαι.

Ἔστι δὲ δή τι καὶ ἄλλο ἀλόγιστον καὶ ἄκριτον γένος τῶν παραγιγνομένων, ὃ μίαν ἀριθμῷ δύναμιν κατενείματο διὰ τὴν ἐφ’ ἑκάστοις τοῖς μέρεσι διανομὴν ἐφ’ ἑκάστῳ τῶν ἔργων ἐπιτεταγμένην. ὥσπερ οὖν μαχαίρας ἔργον ἐστὶ τὸ τέμνειν καὶ οὐδὲν ἄλλο ποιεῖν ἢ τοῦτο, οὕτω καὶ τῶν ἐν τῷ πόντὶ διῃρημένων πνευμάτων κατὰ φύσεως μεριστὴν ἀνάγκην τὸ μὲν διαιρεῖ, ἄλλο δὲ συνάγει τὰ γιγνόμενα. γνώριμον δὲ τοῦτό ἐστι καὶ ἀπὸ τῶν φαινομένων· τὰ γὰρ Χαρώνεια λεγόμενα ἀφίησί τι πνεῦμα ἀφ’ ἑαυτῶν πᾶν τὸ ἐμπῖπτον ἀδιακρίτως δυνάμενον φθείρειν. οὕτω δὴ οὖν καὶ ἀφανῆ τινὰ πνεύματα διαλαχόντα ἄλλα ἄλλην δύναμιν, ἐκεῖνο μόνον πέφυκε ποιεῖν ὥσπερ ἐπιτέτακται. εἰ δή τις παραλαβὼν τὰ συντελοῦντα τεταγμένως εὶς τὸ πᾶν ἀλλαχοῦ μετατρέψειε καὶ διαπράξαιτό τι παρανόμως, οἰκεῖα τότε ἔσται τοῦ κακῶς χρωμένου βλάβη.

Καὶ οὗτος μὲν ἄλλος τρόπος λόγων· ὃ δε νυνὶ πρόκειται σκοπεῖν, ἐνίοτε ὁρῶμεν γιγνόμενον. τὸ γὰρ τῶν ἐπιτάξεων συμβαίνει περὶ τὰ μὴ χρώμενα ἰδίῳ λόγῳ πνεύματα μηδὲ κρίσεως ἀρχὴν ἔχοντα. καὶ τοῦτο οὐκ ἀπαντᾷ παραλόγως. φύσιν γὰρ ἔχουσα λογίζεσθαι ἡμῶν ἡ διάνοια καὶ διακρίνειν ᾗπερ ἔχει τὰ πράγματα, πολλάς τε δυνάμεις ζωῆς ἐν ἑαυτῇ συλλαβοῦσα, τοῖς ἀλογίστοις καὶ κατὰ μίαν τοῖς ἐπιτελουμένοις ἐνέργειαν ἐπιτάττειν εἴωθε. καλεῖ μὲν οὖν αὐτὰ ὡς κρείττονα, διότι ἀπὸ τοῦ περιέχοντος ἡμᾶς παντὸς κόσμου τὰ συντελοῦντα πρὸς τὰ ὅλα περὶ τὰ κατεχόμενα ἐν τοῖς μεριστοῖς ἕλκειν ἐπιχειρεῖ. ἐπιτάττει δὲ ὡς χείροσι, διότι καὶ μέρη τινὰ πολλάχις τῶν ἐν τῷ κόσμῳ καθαρώτερα καὶ τελειότερα ἐμφύεται τῶν ἀνηκόντων εἰς τὸν ὅλον κόσμον· οἷον εἰ τὸ μὲν εἴη νοερόν, τὸ δ’ ὅλον ἄψυχον ἢ φυσικόν, τότε γὰρ τοῦ ἐπὶ πλεῖον διατείνοντος τὸ ἐπ’ ἔλαττον διῆκον εἰς ἐξουσίαν ἐστὶ κυριώτερον, εἰ καὶ ὅτι μάλιστα ἀπολείποιτο αὐτοῦ τῷ μεγέθει καὶ πλήθει τῆς ἐπικρατείας.

Ἔχει δὲ καὶ ἄλλον λόγον ταῦτα τοιοῦτον. τῆς ὅλης θεουργίας διττόν ἐστι πρόσχημα, τὸ μὲν ὡς παρ’ ἀνθρώπων προσαγόμενον, ὅπερ δὴ τηρεῖ καὶ τὴν ἡμετέραν τάξιν ὡς ἔχει φύσεως ἐν τῷ παντί, τὸ δὲ κρατυνόμενον τοῖς θείοις συνθήμασι καὶ ἄνω μετέωρον δι’ αὐτῶν τοῖς κρείττοσι συναπτομένον, περιαγόμενόν τε ἐμμελῶς ἐπὶ τὴν ἐκείνων διακόσμησιν, ὃ δὴ δύναται εἰκότως καὶ τὸ τῶν θεῶν σχῆμα περιτίθεσθαι· κατὰ τὴν τοιαύτην οὖν διαφορὰν εἰκότως καὶ ὡς κρείττονας καλεῖ τὰς ἀπὸ τοῦ παντὸς δυνάμεις, καθόσον ἐστὶν ὁ καλῶν ἄνθρωπος καὶ ἐπιτάττει αὐταῖς αὖθις· ἐπειδὴ περιβάλλεταί πως διὰ τῶν ἀπορρήτων συμβόλων τὸ ἱερατικὸν τῶν θεῶν πρόσχημα.

Ἀληθέστερον δ’ ἔτι τούτων διαλύοντες τὰ διηπορημένα, ἀφαιρεῖν ἀξιοῦμεν τὰς ὡς ἐπ’ ἀνθρώπων φαινομένας ἐν τῷ καλεῖν παρακλήσεις καὶ τὰς ἐπὶ τῇ τῶν ἔργων διανύσει μετὰ μεγάλης σπουδῆς ἐνδιδομένας ἐπιτάξεις. εἰ γὰρ ἡ φιλίας ὁμονοητικῆς κοινωνία καί τις ἀδιάλυτος συμπλοκὴ τῆς ἑνώσεως συνέχει τὴν ἱερατικὴν ἀπεργασίαν,

ἵν’ ὄντως ᾖ θεία καὶ ὑπερέχουσα πᾶσαν τὴν γιγνωσκομέτην κοινὴν ἀνθρώποις διάπραξιν, οὐδὲν τῶν ἀνθρωπίνων ἔργων ἐπ’ αὐτῆς ἁρμόζει λεγόμενον, οὔτε τὸ προσκαλεῖν οὕτως, ὡς τὰ ἀφεστηκότα ἡμεῖς προσαγόμεθα, οὔτε τὸ κελεύειν τοιοῦτον ὁποῖον τοῖς κεχωρισμένοις, ὡς ἕτερον ἐξ ἑτέρων ἐγχειρίζομεν· ἡ αὐτὴ δέ τις ἐνέργεια κοινῶς αὐθαίρετος ἐλλάμπουσα τοῦ θείου πυρὸς αὐτόκλητός τε καὶ αὐτενέργητος δι᾿ ὅλων ὡσαύτως ἐνεργεῖ, τῶν μεταδιδόντων ὁμοῦ καὶ τῶν μεταλαμβάνειν αὐτῆς δυναμένων.

Πολὺ δὴ οὖν κρεῖττόν ἐστι τὸ νυνὶ λεγόμενον, τὸ μὴ δι’ ἐναντιώσεως ἢ διαφορότητος ἀποτελεῖσθαι τὰ τῶν θεῶν ἔργα, ὥσπερ δὴ τὰ γιγνόμενα εἴωθεν ἐνεργεῖσθαι, ταὐτότητι δὲ καὶ ἑνώσει καὶ ὁμολογίᾳ τὸ πᾶν ἔργον ἐν αὐτοῖς κατορθοῦσθαι. ἐὰν μὲν οὖν καλοῦν ἢ καλούμενον ἢ ἐπιτάττον ἢ ἐπιταττόμενον ἢ κρεῖττον ἢ χεῖρον διαιρῶμεν, τὴν τῶν γενέσεων ἐπὶ τὰ τῶν θεῶν ἀγέννητα ἀγαθὰ μεταφέρομέν πως ἐναντιότητα, ἐὰν δὲ πάντων

τούτων ὡς γηγενῶν καθάπερ ἐστὶ δίκαιον ὑπερίδωμεν, τὸ δὲ κοινὸν καὶ ἀπλοῦν ὡς τιμιώτερον ἀποδῶμεν ποῖς ὑπερέχουσι τῶν ἐνταῦθα ποικιλίας, ἀνῄρηται εὐθὺς ἡ πρώτη τῶν ζητημάτων τούτων ὑπόθεσις, ὥστε οὐδεμία περὶ αὐτῶν εὔλογος ἀπολείπεται ἀμφισβήτησις.

Τί οὖν δὴ λέγωμεν περὶ τῆς μετὰ ταύτην ἐπιζητήσεως, τί δίκαιον δήποτε μὲν ἀξιοῦσι τὸν θεραπεύοντα εἶναι οἱ καλούμενοι, αὐτοὶ δὲ τὰ ἄδικα κελευόμενοι δρᾶν ὑπομένουσι; πρὸς δὴ τούτῳ ἔχω περὶ τοῦ δικαιοπραγεῖν διαμφισβητῆσαι, ὡς οὐχ ὁ αὐτὸς ὅρος ἡμῖν τε φαίνεται περὶ αὐτοῦ καὶ τοῖς θεοῖς. ἀλλ’ ἡμεῖς μὲν ἅτε δὴ ἐπὶ τὸ βραχύτατον ἀποβλέποντες τὰ παρόντα πράγματα ἐπισκοποῦμεν καὶ τὸν ἐν ποσὶ βίον, τίς τέ ἐστι καὶ ὅπως γίνεται· οἱ μέντοι κρείττονες ἡμῶν ὅλην τὴν ζωὴν τῆς ψυχῆς καὶ τοὺς προτέρους αὐτῆς βίους πάντας ἐπίστανται, καὶ εἴ τινα δὴ τιμωρίαν ἐπάγουσιν ἐκ παρακλήσεως τῶν καλούντων, οὐκ ἔξω τῆς δίκης ταύτην ἐπιφέρουσιν, ἀλλὰ στοχαζόμενοι τῶν ἐν προτέροις βίοις ἁμαρτημάτων

τῆς ψυχῆς τῶν πασχόντων· ἅπερ οἱ ἄνθρωποι οὐχ ὁρῶντες νομίζουσιν αὐτοὺς ἀδίκως περιπίπτειν ταῖς συμφοραῖς αἷς πάσχουσι.

Καὶ πρὸς τὴν πρόνοιαν δὲ τὸ αὐτὸ τοῦτο κοινῶς εἰώθασιν οἱ πολλοὶ προσαπορεῖν, οἵ τινες παρὰ τὴν ἀξίαν κακῶς πάσχουσι μηδὲν ἠδικηκότες πρότερον. οὐδὲ γὰρ ἐνταῦθα δύνανται ἀναλογίζεσθαι, τίς οὖσα ἡ ψυχὴ καὶ τίνα ἔχουσα τὴν ὅλην ζωὴν καὶ πόσα ἐν προτέροις βίοις διαμαρτήσασα τυγχάνει, καὶ εἰ ἄρα πάσχει ταῦτα ἅπερ ἐποίησε πρότερον· πολλὰ δὲ καὶ λανθάνει τὰς ἀνθρωπίνας διαγνώσεις ἀδικήματα, τοῖς δὲ θεοῖς ἐστὶ γνώριμα, ἐπεὶ οὐδὲ τὸν αὐτὸν σκοπὸν τοῖς ἀνθρώποις προτίθενται τῆς δικαιοσύνης. ἀλλ’ οἱ μὲν ἄνθρωποι τὴν ἰδίαν τῆς ψυχῆς αὐτοπραγίαν καὶ τὴν κατὰ τοὺς καθεστῶτας νόμους καὶ τὴν κρατοῦσαν πολιτείαν διανομὴν τῆς ἀξίας ἀφορίζονται εἶναι δικαιοσύνην· οἱ μέντοι θεοὶ πρὸς τὴν ὅλην τοῦ κόσμου διάταξιν καὶ πρὸς τὴν συντέλειαν τοῖς θεοῖς τῶν ψυχῶν ἀποβλέποντες, τὴν κρίσιν τῶν δικαιωμάτων ἐπιβάλλουσι. διόπερ δὴ ἄλλως μὲν παρὰ τοῖς θεοῖς

ἄλλως δὲ παρ’ ἡμῖν τῶν δικαίων ἡ κρίσις γίνεται· καὶ οὐκ ἂν θαυμάσαιμι, εἰ μὴ ἐφικνούμεθα ἐν τοῖς πλείστοις τῆς ἄκρας καὶ τελειοτάτης τῶν κρειττόνων κρίσεως.

Τί δὲ κωλύει καθ’ ἑαυτὸν ἑκάστῳ καὶ μετὰ τῆς ὅλης συγγενείας τῶν ψυχῶν παρὰ τοῖς θεοῖς πολὺ διαφερόντως δοκιμάζεσθαι τὸ δίκαιον; εἴπερ γὰρ ἡ κοινωνία τῆς αὐτῆς φύσεως ἔν τε σώμασι καὶ ἄνευ σωμάτων οὔσαις ταῖς ψυχαῖς συμπλοκήν τινα τὴν αὐτὴν πρὸς τὴν τοῦ κόσμου ζωὴν καὶ τάξιν ἐναπεργάζεται κοινήν, καὶ τὴν ἔκτισιν τῆς δίκης ἀναγκαῖον ἀπαιτεῖσθαι ἀφ’ ὅλων, καὶ μάλιστα ἡνίκα ἂν τὸ μέγεθος τῶν μιᾷ προϋπηργμένων ἀδικημάτων ὑπεραίρῃ τὴν ἀπὸ μιᾶς τῆς ἀκολούθου τοῖς πλημμελήμασι τιμωρίας ἀποπλήρωσιν· εἰ δέ τις καὶ ἄλλους προστιθείη διορισμούς, καθ’ οὓς ἐπιδείκνυσιν ἑτέρως τὰ δίκαια παρὰ τοῖς θεοῖς ἔχοντα ἢ ὡς παρ’ ἡμῖν διέγνωσται, γένοιτ’ ἂν καὶ ἀπ’ ἐκείνων ἔφοδος ἡμῖν ἐπὶ τὸ προκείμενον· ἀλλ’ ἐμοὶ καὶ οἱ προειρημένοι μόνοι κανόνες ἐξαρκῶσιν εἰς τὸ

δηλῶσαι τὸ καθόλου καὶ πάντα περιέχον γένος τῆς ἐν ταῖς δίκαις ἰατρείας.

Ἵνα τοίνυν ἐκ περιουσίας διαγωνισώμεθα πρὸς τὴν νῦν λεγομένην ἀντίληψιν, δῶμεν εἰ βούλει καὶ τὸ ἐναντίον οὗ κατεσκευάσαμεν, ὡς ἄδικά τινα δρᾶσθαι ἐν ταῖς κατὰ τὰς κλήσεις πραγματείαις· ὅτι τοίνυν οὐδὲ τούτων αἰτιατέον τοὺς θεοὺς αὐτόθεν μὲν πρόδηλον· οἱ γὰρ ἀγαθοὶ ἀγαθῶν εἰσὶν αἴτιοι, κακοῦ δὲ παντὸς ἀναίτιοι· καὶ οἱ θεοὶ κατ’ οὐσίαν ἔχουσι τὸ ἀγαθόν· οὐδὲν ἄρα ἄδικον ποιοῦσιν. ἀλλὰ ἄρα τὰ αἴτια τῶν πλημμελῶς γιγνομένων ζητητέον· εἰ δὲ μὴ οἷοί τέ ἐσμεν εὑρεῖν αὐτά, οὐ χρὴ προΐεσθαι τὴν ἀληθῆ περὶ θεῶν ἔννοιαν, οὐδὲ διὰ τὰ ἀμφισβητούμενα εἰ γίνεται καὶ ὅπως γίνεται ἀφίστασθαι χρὴ τῆς ὄντως ἐναργοῦς περὶ θεῶν ἐννοίας· πολὺ γὰρ βέλτιον ἀγνοεῖν προσομολογῆσαι τὴν ἀτοπίαν τῆς δυνάμεως, πῶς τὰ ἄδικα διαπράττεται, ἢ συγχωρῆσαι περὶ

θεῶν ἀδύνατόν τι ψεῦδος, περὶ οὗ πάντες Ἕλληνές τε καὶ βάρβαροι ἐναντία ἀληθῶς διαδοξάζουσιν.

Ἔχει μὲν οὖν τό γε ἀληθὲς οὕτως· οὐ μὴν ἀλλὰ δεῖ προσθεῖναι καὶ τὰ αἴτια τῆς ἐνίοτε τῶν κακῶν γενέσεως, πόσα τέ ἐστι καὶ ὁποῖα· καὶ γὰρ οὐδὲ ἁπλοῦν αὐτῶν ὑπάρχει τὸ εἶδος· ποικίλον δ’ αἴτιον ποικίλων κακῶν προηγεῖται τῆς γενέσεως. εἰ γὰρ ἀληθῶς ἄρτι ἐλέγομεν περὶ τῶν εἰδώλων καὶ τῶν κακῶν δαιμόνων τῶν ὑποκρινομένων τὴν τῶν θεῶν καὶ τῶν ἀγαθῶν δαιμόνων παρουσίαν, πολὺ δήπου τι καταφαίνεται ἐντεῦθεν ἐπιρρέον τὸ κακοποιὸν φῦλον, περὶ ὃ συμβαίνειν φιλεῖ ἡ τοιάδε ἐναντίωσις. δίκαιον μὲν γὰρ ἀξιοῖ εἶναι τὸν θεραπεύοντα, διότι ὑποκρίνεται εἶναι οἷον τὸ θεῖον γένος· ὑπηρετεῖ δὲ πρὸς τὰ ἄδικα, διότι πέφυκεν εἶναι πονηρόν· ἔστω δὴ οὖν ὁ αὐτὸς λόγος περὶ ψεύδους καὶ ἀληθοῦς καὶ ἀγαθοῦ καὶ κακοῦ. καθάπερ δὴ οὖν ἐν ταῖς μαντείαις μόνως τὸ ἀληθεύειν τοῖς θεοῖς ἀπονείμαντες, κατιδόντες τὸ ψεῦδος λεγόμενον ἐν αὐταῖς, εἰς ἕτερον γένος αἰτίας τοῦτο

ἀνηγμένον, τὸ τῶν δαιμόνων, οὕτω καὶ ἐπὶ τῶν δικαίων καὶ ἀδίκων θεοῖς μὲν καὶ ἀγαθοῖς δαίμοσιν ἀποδιδόναι δεῖ μόνως τὸ καλὸν καὶ δίκαιον, τὰ δὲ ἄδικα καὶ αἰσχρὰ ἀπεργάζονται οἱ φύσει πονηροὶ δαίμονες. καὶ τὸ μὲν ὁμολογούμενον πάντῃ καὶ σύμφωνον πρὸς ἑαυτὸ καὶ ἀεὶ ἑαυτῷ ὡσαύτως ἔχον προσήκει τοῖς κρείττοσι, τὸ δ’ ἐναντίον καὶ ἀσύμφωνον καὶ μηδέποτε τὸ αὐτὸ τῆς δαιμονίας διαστάσεώς ἐστιν ἰδιώτατον, περὶ ἣν εἰ γίνεται τὰ μαχόμενα οὐδέν ἐστι θαυμαστόν· ἀλλὰ τοὐναντίον ἴσως ἂν ἦν θαυμαστότερον, εἰ μὴ οὕτως εἶχεν.

Ἀπ’ ἄλλης τοίνυν αὖθις ὁρμώμενοι ὑποθέσεως τὰ σωματικὰ μέρη τοῦ παντὸς οὔτε ἀργὰ οὔτε δυνάμεως ἄμοιρα εἶναι τιθέμεθα, ἀλλ’ ὅσῳ τελειότητι καὶ κάλλει καὶ μεγέθει προέχει τῶν ἡμετέρων, τοσούτῳ καὶ δύναμιν αὐτοῖς παρεῖναι μείζονα ἀποφαινόμεθα. αὐτὰ μὲν οὖν καθ’ ἑαυτὰ ἕτερα δύναται καὶ ποιεῖ διαφερούσας τινὰς ἐνεργείας· δύναται δὲ καὶ πρὸς ἄλληλα πολὺ δήπου πλείονα ἀπεργάζεσθαι. καὶ δῆτα καὶ εἰς τὰ μέρη καθήκει

τις ἀπὸ τῶν ὅλων ἡ μὲν συμπαθὴς καθ’ ὁμοιότητα τῶν δυνάμεων ἡ δὲ κατ’ ἐπιτηδειότητα τοῦ ποιοῦντος πρὸς τὸ πάσχον πολυειδὴς ποίησις. οὐκοῦν σωματικαῖς ἀνάγκαις συμβαίνει τινὰ περὶ τὰ μέρη κακὰ καὶ ὀλέθρια, ὡς μὲν πρὸς τὰ ὅλα καὶ τὴν ἁρμονίαν τοῦ παντὸς ὄντα σωτήρια καὶ ἀγαθά, τοῖς δὲ μέρεσιν ἀναγκαίαν τινὰ φθορὰν ἐπάγοντα, ἢ τῷ μὴ δύνασθαι φέρειν τὰς τῶν ὅλων ἐνεργείας, ἢ ἄλλῃ τινὶ συμμίξει καὶ κράσει τῆς ἀφ’ ἑαυτῶν ἀσθενείας, ἢ τὸ τρίτον ἀσυμμετρίᾳ τῶν μερῶν πρὸς ἄλληλα. Μετὰ δὲ τὸ σῶμα τοῦ παντὸς ἀπὸ τῆς φύσεως αὐτοῦ πολλὰ γίνεται· καὶ γὰρ ἡ συμφωνία τῶν ὁμοίων καὶ ἡ ἐναντίωσις τῶν ἀνομοίων ἀπεργάζεται οὐκ ὀλίγα. ἔτι δὲ ἡ τῶν πολλῶν σύνοδος εἰς ἓν τὸ τοῦ παντὸς ζῶον καὶ αἱ δυνάμεις δὲ αἱ ἐν τῷ κόσμῳ ὅσαι ποτέ εἰσι καὶ ὁποῖαι, ἄλλο μὲν ὡς ἀπλῶς εἰπεῖν ἐπὶ τῶν ὅλων, ἕτερον δ’ ἐπὶ τῶν μερῶν ἐπιτελοῦσι διὰ τὴν τῶν μερῶν διῃρημένην ἀσθένειαν· οἷον ἡ φιλία τοῦ παντὸς καὶ ὁ ἔρως καὶ τὸ νεῖκος κατ’ ἐνέργειαν μὲν ὄντα ἐν τῷ παντί, παθήματα
ἐν τοῖς μετέχουσι τῶν καθ’ ἕκαστα γίνεται· ἐν εἴδεσι δὲ προεστηκότα καὶ λόγοις καθαροῖς ἐν τῇ τῶν ὅλων φύσει μεταλαμβάνει τινὸς’ ὑλικῆς ἐνδείας καὶ ἀμορφίας ἐπὶ τῶν κατὰ μέρος. συνηνωμένα δὲ πρὸς ἄλληλα ἐπὶ τῶν ὅλων, ἐπὶ τῶν μερῶν διαστασιάζει. καὶ οὕτως ἐπὶ πάντων ἐξίσταται τῶν καλῶν καὶ τελείων καὶ ὅλων τὰ μεθ’ ὕλης αὐτῶν μεταλαγχάνοντα μεριστά. ἔνια δὲ καὶ φθείρεται τῶν μερῶν ὑπὲρ τοῦ τὰ ὅλα τὰ κατὰ φύσιν συνεστηκότα διασώζεσθαι· καὶ θλίβεται δὲ καὶ βαρεῖται ἐνίοτε τὰ μέρη, καίτοι τῶν ὅλων ὡς φυομένων ἀπ’ αὐτῆς τῆς τοιαύτης ὀχλήσεως ἀπαθῶν διαμενόντων.

Συλλογισώμεθα δὴ οὖν τὰ ἀπὸ τούτων συμβαίνοντα· εἰ γὰρ φυσικαῖς δυνάμεσιν ἢ σωματικαῖς τοῦ παντὸς χρῶνταί τινες τῶν καλούντων, ἡ μὲν δόσις γίνεται τῆς ἐνεργείας ἀπροαίρετος καὶ ἄνευ κακίας· ὁ μέντοι χρώμενος αὐτῇ μεταστρέφει τὴν δόσιν ἐπὶ τἀναντία καὶ τὰ φαῦλα. καὶ ἡ μὲν συμπαθῶς δι’ ὁμοιότητα τοῖς πάθεσιν ὑπεναντίως συγκινεῖται. ὁ δὲ ἤδη κατὰ προαίρεσιν ἕλκει παρὰ

τὸ δίκαιον ἐπὶ τὰ φαῦλα τὸ διδόμενον· καὶ ἡ μὲν κατὰ μίαν ἁρμονίαν τοῦ κόσμου τὰ πορρωτάτω ποιεῖ συνεργεῖν· εἰ δέ τις τοῦτο καταμαθὼν ἕλκειν ἐπιχειροίη μὴ καλῶς μοίρας τινὰς τοῦ παντὸς εἰς ἕτερα μέρη, οὐ τά γε ἐκείνου αἴτια, ἀλλ’ ἡ τῶν ἀνθρώπων τόλμα καὶ παράβασις τῆς ἐν τῷ κόσμῳ τάξεως παρατρέπει τὰ καλὰ καὶ νόμιμα. ὁπότε δὴ οὖν οὔτε οἱ θεοὶ δρῶσι τὰ δοξαζόμενα εἶναι πονηρά, ἀλλ’ αἱ καθήκουσαι ἀπ’ αὐτῶν φύσεις τε καὶ τὰ σώματα· οὔτε αὐτὰ ταῦτα οὕτως ὡς νομίζεται ἐνδίδωσι πλημμέλειάν τινα ἀφ’ αὑτῶν, ἐπὶ σωτηρίᾳ δὴ τῶν ὅλων καταπέμπει τοῖς περὶ γῆν τὰς οἰκείας ἀπορροίας, οἵ τε παραδεχόμενοι αὐτὰς συμμίξει τῇ οἰκείᾳ καὶ παρατροπῇ μεταπλάττουσιν, ἑτέρως τε διδομένας ἐπ’ ἄλλα μετάγουσι. καὶ κομιδῇ ἐξ ἁπάντων τούτων ἀναίτιον ἀποδέδεικται εἶναι τῶν κακῶν καὶ ἀδίκων τὸ θεῖον.

Ἐρωτᾷς δὴ καὶ ἅμα ἀπορεῖς μετὰ τοῦτο, ὡς μὴ καθαρῷ μὲν ὄντι ἐξ ἀφροδισίων οὐκ ἂν καλοῦντι ὑπακούσαιεν, αὐτοὶ δὲ ἄγειν εἰς παράνομα ἀφροδίσια τοὺς τυχόντας οὐκ ὀκνοῦσι. τὰ δὲ ἔχει μὲν καὶ ἀπὸ τῶν ἔμπροσθεν εἰρημένων σαφῆ τὴν λύσιν. εἰ τῶν μὲν νόμων ἐκτός, κατ’ ἄλλην δὲ κρείττονα τῶν νόμων αἰτίαν καὶ τάξιν ταῦτα γίνεται, ἢ εἰ καθ’ ἁρμονίαν μὲν καὶ φιλίαν ἐν τῷ κόσμῳ, κατὰ δέ τινα ἀσυμπαθῆ κρᾶσιν ἐπὶ τῶν μερῶν τὰ ταιαῦτα συμβαίνει, ἢ εἰ καλῶς διδομένων μεταστρέφεται ἡ δόσις τῶν καλῶν ὑπὸ τῶν λαμβανόντων ἐπὶ τἀναντία.

Οὐ μὴν ἀλλὰ δεῖ κατ’ ἰδίαν ἐπισκέψασθαι περὶ αὐτῶν τούτων, ὅπως τε γίνονται καὶ ὅντινα ἔχει λόγον. δεῖ δὴ νοεῖν ὡς ἓν ζῶόν ἐστι τὸ πᾶν. τὰ δ’ ἐν αὐτῷ μέρη διέστηκε μὲν τοῖς τόποις, τῇ δὲ μιᾷ φύσει σπεύδει πρὸς ἄλληλα. τὸ δὲ συναγωγὸν ὅλον καὶ τὸ τῆς συγκράσεως αἴτιον ἕλκει μὲν καὶ αὐτοφυῶς τὰ μέρη πρὸς τὴν ἀλλή

λων σύμμιξιν. δύναται δὲ καὶ ἀπὸ τέχνης ἐγείρεσθαί τε καὶ ἐπιτείνεσθαι μᾶλλον τοῦ δέοντος· αὐτὸ μὲν οὖν καθ’· ἑαυτὸ καὶ τὸ διατεῖνον ἀπ’ αὐτοῦ περὶ ὅλον τὸν κόσμον ἀγαθόν τέ ἐστι, καὶ πληρώσεως αἴτιον, κοινωνίας τε καὶ συνόδου καὶ συμμετρίας συναρμοστικόν, ἔρωτός τε ἀδιάλυτον ἀρχὴν ἐντίθησι τῇ ἑνώσει, διακρατοῦσαν τά τε ὄντα καὶ τὰ γιγνόμενα. ἐν δὲ τοῖς μέρεσι διὰ τὴν ἀπ’ ἀλλήλων καὶ τῶν ὅλων ἀπόστασιν, καὶ διότι κατὰ τὴν ἰδίαν αὐτῶν φύσιν ἀτελῆ τέ ἐστι καὶ ἐνδεῆ καὶ ἀσθενῆ, μετὰ πάθους ποιεῖται τὴν ἀλληλουχίαν· ἀφ’ οὗ δὴ καὶ ἐπιθυμία καὶ ἔφεσις σύμφυτος αὐτῶν τοῖς πλείστοις ἔνεστι.

Κατιδοῦσα δὴ οὖν αὐτὸ οὕτως ἐνσπειρόμενον τῇ φύσει καὶ περὶ αὐτὴν μεριζόμενον τέχνη, πολυειδῶς καὶ αὐτὴ μεριζομένη περὶ τὴν φύσιν ἕλκει ποικίλως αὐτὸ καὶ μετοχετεύει, καὶ τὸ μὲν ἐν ἑαυτῷ τεταγμένον εἰς ἀταξίαν μετάγει, τὸ δὲ κάλλος καὶ τὸ τῶν εἰδῶν σύμμετρον ἀσυμμετρίας καὶ ἀσχημοσύνης ἐμπίμπλησι, τὸ δ’ ἐν ἑκάστοις

ἑνώσεως συμφυόμενον σεμνὸν τέλος ἐπ’ ἄλλο ἀπρεπὲς μεταφέρει πλήρωμα τὸ κοινόν, κατὰ πάθος ἐκ διαφερομένων πως συμφερόμενον· ὕλην τε ἐνδίδωσιν ἀφ’ ἑαυτῆς, ἥτις πρόσφορός ἐστιν εἰς τὴν ὅλην τοῦ καλοῦ γένεσιν, ἢ μὴ δεχομένη παρὰ πᾶν τὸ καλὸν ἢ ἐπ’ ἄλλα αὐτὸ μεταβάλλουσα, δυνάμεις τε πολλὰς φυσικὰς διαφερούσας μίγνυσιν, ἀφ’ ὧν ὡς ἂν ἐθέλῃ οὕτω κατευθύνει τὰς πρὸς τὴν γένεσιν συμμίξεις· πανταχόθεν οὖν ἀποδείκνυμεν, ὡς ἐκ τέχνης τινὸς ἀνθρωπίνης ἡ τοιαύτη γίνεται κατασκευὴ τῆς τῶν ἀφροδισίων συμπλοκῆς, ἀλλ’ οὐκ ἀπό τινος δαιμονίας ἢ θείας ἀνάγκης.

Ἐπίσκεψαι δὴ οὖν καὶ κατ’ ἄλλο αἰτίων γένος· πῶς λίθος ἢ βοτάνη πολλάκις φύσιν ἔχουσιν ἀφ’ ἑαυτῶν φθαρτικὴν ἢ πάλιν συναγωγὸν τῶν γινομένων· μὴ γὰρ οὐκ ἦν ἐπὶ τούτων μόνων ἀλλὰ καὶ ἐπὶ μειζόνων καὶ ἐν μείζοσι πράγμασι φύσεων ἡ φυσικὴ αὕτη ἐπικράτεια, ἣν οἱ μὴ δυνάμενοι συλλογίζεσθαι ταχ’ ἂν ἐπὶ τὰ κρείττονα

ἔργα τὰ τῶν φύσεων ἐνεργήματα μεταφέροιεν. ἤδη τοίνυν συνωμολόγηται, ἐν τῇ γενέσει καὶ περὶ τὰ ἀνθρώπεια πράγματα καὶ ὅσα ἐστὶν ἐν τοῖς περὶ γῆν τὸ τῶν πονηρῶν δαιμόνων φῦλον πλέον ἐπικρατεῖν δύνασθαι. τί οὖν ἔτι θαυμαστόν, εἰ καὶ τὰ τοιαῦτα ἔργα τὸ τοιοῦτον ἐπιτελεῖ; οὐδὲ γὰρ πᾶς ἀνὴρ διακρῖναι δυνηθείη, τίποτ’ ἐστὶ τὸ σπουδαῖον αὐτοῦ καὶ φαῦλον, ἢ τίσι γνωρίσμασι διακρίνεται ἑκάτερον· ὃ δὴ μὴ οἷοί τε ὄντες καθορᾷν ἀτόπως συλλογίζονται περὶ τούτων τὴν τῆς αἰτίας ζήτησιν, καὶ ἐπανάγουσιν αὐτὴν ἐπὶ τὰ κρείττονα γένη τῆς φύσεώς τε καὶ τῆς δαιμονίας τάξεως· εἰ δὲ καὶ τῆς ψυχῆς τῆς μερικῆς ἐπὶ τούτων συνεπιλαμβάνονταί τινες δυνάμεις εἰς ἀπεργασίαν, τῆς τε ἐν σώματι κατεχομένης, καὶ ὅση τὸ μὲν ὀστρεῶδες καὶ γήινον σῶμα ἀφῆκεν, ἐπὶ δὲ πνεύματος θολεροῦ καὶ διύγρου περιπλανᾶται κάτω περὶ τοὺς τῆς γενέσεως τόπους, καὶ αὐτὴ ἀληθὴς μὲν ἂν εἴη ἡ δόξα, πορρωτάτω δὲ τῆς τῶν κρειττόνων αἰτίας δι
έστηκεν. οὐδαμῶς ἄρα τὸ θεῖον καὶ ὅσον ἐστὶν ἀγαθὸν δαιμόνιον ὑπηρετεῖ ταῖς παρανόμοις εἰς τὰ ἀφροδίσια τῶν ἀνθρώπων ἐπιθυμίαις, ἐπειδὴ πέφυκεν αὐτῶν ἄλλα αἴτια πολλὰ ὑπάρχοντα.