De Mysteriis

Iamblichus

Iamblichus. Jamblichi De mysteriis Liber. Parthey, Gustav, editor. Berlin: Nicolai, 1857.

Αἱ δ’ ἐπὶ τῇδε ἐπιστάσεις ἀνάγονται μὲν εὐθὺς ὡς διστάζουσαι περὶ τοῦ τρόπου τῆς μαντείας, προϊοῦσαι δὲ ἀνατρέπειν αὐτὴν παντελῶς ἐπιχειροῦσι. διελώμεθα οὖν καὶ ἡμεῖς τὸν λόγον πρὸς ἀμφότερα ταῦτα. ἀρξώμεθα δὲ διαλύειν πρῶτον τὰ πρότερα· κατὰ γὰρ τοὺς ὕπνους μηδὲν πραγματευσάμενοι ἐνίοτε τῷ μέλλοντι ἐπιβάλλομεν, καὶ πραγματευσάμενοι πολλάκις οὐκ ἐπιβάλλομεν. οὐχ ὅτι ἐξ ἡμῶν τε καὶ ἔξωθέν ἐστι τὸ αἴτιον τῆς μαντικῆς· ἐφ’ ὧν γὰρ ὥρισται τὸ ἀφ’ ἡμῶν προκατάρχον καὶ συνεπόμενον ἀπὸ τῶν ἔξωθεν, σύνταξίν τε ταῦτα συμπλεκομένην ἔχει πρὸς ἄλληλα, ὡρισμένως ἐπὶ τούτων τὰ ἔργα ἐπιτελεῖται, καὶ συνέπεται τοῖς προηγουμένοις τὰ πρὸς αὐτὰ συνηρτημένα· ὅταν δὲ ἀπολελυμένον ᾖ τὸ αἴτιον καθ’ ἑαυτὸ προϋπάρχον, οὐχ ὥρισται τὸ τέλος ἐφ’ ἡμῖν, τὸ δὲ πᾶν ἐπὶ τοῖς ἐκτὸς κεῖται. καὶ νῦν οὖν τὸ μὴ πάντως τοῖς ἡμετέροις ἔργοις συντρέχειν τὴν ἐν τοῖς ὀνείροις ἀλήθειαν καὶ τὸ πολλάκις αὐτὴν ἀφ’ ἑαυτῆς ἐλλάμπειν, ἔξωθέν τε δείκνυσιν ἀπὸ θεῶν οὖσαν τὴν μαντείαν

καὶ ταύτην αὐτεξούσιον ὅταν βούληται καὶ ὡσὰν θέλῃ μετ’ εὐμενείας τὸ μέλλον ἀναφαίνουσαν.

Ταῦτα μὲν οὖν τοιοῦτον ἐχέτω τὸν ἀπολογισμόν· ἐν δὲ τοῖς μετὰ ταῦτα πειρώμενος τὸν τρόπον διερμηνεύειν τῆς μαντικῆς, ἀναιρεῖς αὐτὴν παντάπασιν. εἰ γὰρ πάθος ψυχῆς αἴτιον αὐτῆς καθίσταται, τίς ἂν εὖ φρονῶν ἀστάτῳ πράγματι καὶ ἐμπλήκτῳ πρόγνωσιν ἀποδοίη τεταγμένην καὶ σταθεράν; ἢ τί δήποτε σωφρονοῦσα μὲν ἡ ψυχὴ καὶ ἄτρεπτος οὖσα κατὰ τὰς βελτίονας ἑαυτῆς δυνάμεις τὰς νοερὰς καὶ διανοητικὰς ἀγνοεῖ τὸ ἐσόμενον, πάσχουσα δὲ κατὰ τὰς ἀτάκτους καὶ ταραχώδεις κινήσεις ἐπιβάλλει τῷ μέλλοντι; τί γὰρ δήποτε καὶ ἔχει τὸ πάθος οἰκεῖον εἰς τὴν θεωρίαν τῶν ὄντων; τί δὲ οὐ μᾶλλον ἐμποδίζει πρὸς ἀληθεστέραν κατανόησιν; ἔτι τοίνυν εἰ μὲν διὰ παθῶν τὰ πράγματα τὰ ἐν τῷ κόσμῳ συνίστατο, ἡ ὁμοίωσις ἂν τῶν παθῶν εἶχέ τινα πρὸς αὐτὰ οἰκειότητα, εἰ δὲ διὰ λόγων καὶ διὰ τῶν εἰδῶν ἐπιτελεῖται, ἄλλη τις

αὐτῶν ἔσται ἡ πρόγνωσις ἀπηλλαγμένη παντὸς πάθους. ἔτι τὸ πάθος μόνου τοῦ παρόντος αἰσθάνεται καὶ τοῦ ἤδη ὑφεστηκότος, ἡ δὲ πρόγνωσις καὶ τῶν μηδέπω ὄντων ἀντιλαμβάνεται· ἕτερον ἄρα ἐστὶ τὸ προγινώσκειν τοῦ πάσχειν.

Σκεψώμεθα δὴ καὶ τὰ τεκμήριά σου τῆς τοιαύτης δόξης. τὸ μὲν δὴ καταλαμβάνεσθαι τὰς αἰσθήσεις πρὸς τὸ ἐναντίον τείνει ἢ οἷον σὺ λέγεις· γνώρισμα γάρ ἐστι τοῦ μηδὲν φάντασμα ἀνθρώπειον τηνικαῦτα ἀνακινεῖσθαι. οἱ δὲ προσενεχθέντες ἀτμοὶ πρὸς τὸν θεὸν ἔχουσι τὴν συγγένειαν, οὐ πρὸς τὴν ψυχὴν τοῦ ἐποπτεύοντος. αἵ τε ἐπικλήσεις οὐκ ἐπιπνοίας τῆς διανοίας ἀνεγείρουσιν, ἢ σωματικὰ πάθη ἐν τῷ δεχομένῳ· ἄγνωστοι γάρ εἰσι παντελῶς καὶ ἀπόρρητοι, μόνῳ δὲ τῷ θεῷ γνωρίμως λέγονται ὅν ἐπικαλοῦνται· τὸ δ’ εἶναι μὴ πάντας ἀλλὰ τοὺς ἁπλουστέρους καὶ νέους ἐπιτηδειοτέρους, δηλοῖ τοῦτο ὡς εἰς καταδοχὴν τῷ ἔξωθεν ἐπεισιόντι καὶ κατέχοντι πνεύματι οἱ τοιοῦτοί εἰσιν ἑτοιμότεροι. ἐκ δὴ τούτων οὐ καλῶς στοχάζῃ πάθος εἶναι τὸν ἐνθουσιασμόν, συμβαίνει γὰρ

ἀπό τε τούτων τῶν σημείων ἔξωθεν αὐτὸν ὡς ἐπίπνοιαν ἐπιρρεῖν.

Ταῦτα μὲν οὖν οὕτως ἡμῖν ἐχέτω· τὸ δὲ ἐπὶ τούτοις ἀπὸ τῆς ἐνθέου παραφορᾶς ἐπὶ τὴν ἔκστασιν τῆς διανοίας τὴν ἐπὶ τὸ χεῖρον ἀποπίπτει, τήν τε ἐν τοῖς νοσήμασι συμπίπτουσαν μανίαν παραλόγως αἰτίαν εἶναί φησι τῆς μαντικῆς. χολῆς γὰρ πλεονασμοῖς ὡς ἔστιν εἰκάσαι τῆς μελαίνης καὶ μέθης παρατροπαῖς καὶ τῇ λύσσῃ τῇ ἀπὸ λυσσώντων κυνῶν συμβαινούσῃ τὸν ἐνθουσιασμὸν ἀπεικάζει. δεῖ τοίνυν ἐξ ἀρχῆς διελέσθαι διχῇ τὰ εἴδη τῆς ἐκστάσεως, ὧν τὰ μὲν ἐπὶ τὸ χεῖρον παρατρέπεται καὶ τὰ μὲν ἀνοίας πληροῖ καὶ παραφροσύνης, τὰ δὲ τῆς παρ’ ἀνθρώποις σωφροσύνης τιμιώτερα ἀγαθὰ παρέχει· καὶ τὰ μὲν ἐπὶ τὴν ἄτακτον καὶ πλημμελῆ καὶ ὑλικὴν ἀποπίπτει κίνησιν, τὰ δ’ ἐπιδίδωσιν ἑαυτὰ πρὸς τὴν ἐξάρχουσαν αἰτίαν καὶ αὐτῆς τῆς ἐν τῷ κόσμῳ διατάξεως· καὶ τὰ μὲν ὡς ἐστερημένα τῆς γνώσεως παραφέρεται ἀπὸ τοῦ φρονεῖν, τὰ δ’ ὡς συναπτόμενα τοῖς ὑπερέχουσι πάσης

τῆς ἐν ἡμῖν φρονήσεως· καὶ τὰ μέν ἐστιν ἐν τροπῇ τὰ δ’ ἄτρεπτα· καὶ τὰ μὲν παρὰ φύσιν τὰ δ’ ὑπὲρ τὴν φύσιν· καὶ τὰ μὲν καταγωγὰ ψυχῆς τὰ δὲ ἀναγωγά· καὶ τὰ μὲν διίστησιν ἔξω παντάπασι τῆς θείας μοίρας, τὰ δὲ πρὸς αὐτὴν συνάπτει.

Διὰ τί δὴ οὖν τοσοῦτον ἀπεσφάλη ὁ λόγος τῆς προκειμένης ὑποθέσεως, ὡς ἐπὶ τὰ ἔσχατα παρενεχθῆναι τῆς μανίας κακὰ ἀπὸ τῶν πρωτείων καὶ ἀγαθῶν; τί γὰρ δὴ ταῖς μελαγχολίαις ἢ μέθαις ἢ ταῖς ἄλλαις ταῖς ἀπὸ τοῦ σώματος ἐγειρομέναις παρακοπαῖς προσέοικεν ὁ ἐνθουσιασμός; τίς δ’ ἂν μαντεία ποτὲ ἐγγένοιτο ἀπὸ τῶν νοσημάτων τοῦ σώματος; οὐχ ἡ μὲν τοιαύτη παραγωγὴ διαφθορὰ παντελής ἐστιν, ἡ δὲ θεοφορία τελειότης καὶ σωτηρία τῆς ψυχῆς; οὐ κατ’ ἀσθένειαν μὲν ἡ φαύλη συμπίπτει, κατὰ πλήρωσιν δὲ δυνάμεως ἡ βελτίων; ὡς δ’ ἁπλῶς εἰπεῖν ἡ μὲν ἡσυχάζουσα κατὰ τὴν οἰκείαν ζωὴν καὶ σύνεσιν ἑτέρῳ παραδίδωσι τὴν ἑαυτῆς χρῆσιν, ἡ δὲ τὰς οἰκείας ἐνεργείας ἐνεργοῦσα κάκιστα καὶ θορυβωδῶς ταύτας ἀποδίδωσι.

Κἀκείνη τοίνυν ἡ διαφορὰ πάντων ἐστὶν ἐναργεστάτη, ὡς ἄρα ἐπὶ τῶν θείων πάντα τὰ ἔργα ἐξήλλακται. ὥσπερ γὰρ ἐξήρηται τὰ κρείττονα γένη παρὰ πάντα τὰ ἄλλα, οὕτω καὶ τὰ ἐνεργήματα αὐτῶν οὐδενὶ τῶν ὄντων προσἑοικεν. ὥστε ἂν εἴπῃς θείαν παραφοράν, ἄφελε πάσας εὐθὺς τὰς ἀνθρωπίνας παρατροπάς. καὶ ἐὰν νῆψιν αὐτοῖς ἱερατικὴν ἀποδῷς, μηκέτι σκόπει τὴν ἀνθρωπίνην νῆψιν, ὡς οὖσαν ἐκείνῃ παραπλησίαν. πάντως δὲ τὰς κατὰ τὰ νοσήματα τοῦ σώματος οἷον ὑποχύσεις καὶ τὰς ἀπὸ τῶν νοσημάτων κινουμένας φαντασίας μὴ παράβαλλε ταῖς θείαις φαντασίαις· τί γὰρ δὴ κοινὸν αὗται πρὸς ἀλλήλας ἔχουσι; μηδ’ αὖ τὰς ἀμφιβόλους καταστάσεις, οἷον μεταξὺ νήψεώς τε καὶ ἐκστάσεως, παραθῇς ποτὲ ταῖς ὡρισμέναις κατὰ μίαν ἐνέργειαν ἱερατικαῖς τῶν θεῶν ὄψεσιν. ἀλλὰ μηδὲ ταῖς ἀπὸ τῆς γοητείας τεχνικῶς κατασκευαζομέναις φαντασίαις παράβαλλε τὰς ἐναργεστάτας θεωρίας τῶν θεῶν· οὔτε γὰρ ἐνέργειαν οὔτε οὐσίαν τῶν ὁρωμένων

οὔτε ἀλήθειαν αὗται ἔχουσιν, ἄχρι δὲ τοῦ δοκεῖν φαντάσματα ψιλὰ προτείνουσι.

Πάντα δὴ οὖν τὰ τοιαῦτα ἀπορήματα ὡς ἀλλοτρίως προσαγόμενα καὶ ἀπὸ τῶν ἐναντίων ἐπὶ τὰ ἐναντία μεταφερόμενα οὐχ ἡγούμεθα ἅπτεσθαι τῆς προσηκούσης ὑποθέσεως· ὅθεν καὶ ἡμεῖς παραδείξαντες αὐτῶν τὸ ἀπηρτημένον, οὐκέτ’ οἰόμεθα δεῖν ἐν αὐτοῖς ἐπὶ πλεῖον διατρίβειν, ὡς ἐριστικῶς περιπλανωμένοις ἀλλ’ οὐχὶ μετά τινος φιλοσοφίας ἐπεζητημένοις.

Πολλὰ μὲν οὖν ἄν τις θαυμάσειε καὶ ἄλλα τῆς ἀντιλογικῆς καινοτομίας, ἀτὰρ δὴ καὶ τὴν ἐναντίωσιν τῶν δοξασμάτων καταπλαγείη ἂν εἰκότως, εἰ τῆς ὅλης ὑποθέσεως φαινομένης μόνον παρὰ τοῖς γόησιν, οὔσης δὲ οὐδαμῶς καὶ παρὰ τοῖς ἐκ πάθους ἢ νοσήματος ὁρμωμένοις, ἀπατηλῶς πάντῃ διακειμένοις τολμᾷ λέγειν, ὡς ἔνεστι καὶ τῆς ἀληθείας αὐτοὺς τυγχάνειν. ποία γὰρ

ἀρχὴ τῶν ἀληθῶν ἢ τίς ἀφορμὴ ἢ μικρὰ ἢ μείζων ἐνυπάρξειε τῆς ἐπὶ τὸ ἐν αὐτοῖς ἐπιβολῆς; δεῖ δὲ μὴ τοιαύτην λαμβάνειν τὴν ἀλήθειαν, οἵα γένοιτ’ ἄν ποτε καὶ κατὰ συντυχίαν· ἐπεὶ τοί γε καὶ τοῖς εἰκῆ φερομένοις συμπίπτει γράφεσθαι· μηδὲ τοιαύτην οἷα τὰ δρώμενα πρὸς τὰ δρῶντα συνομολογεῖ συμφώνως· καὶ γὰρ καὶ ταῖς αἰσθήσεσι καὶ ταῖς φαντασίαις τῶν ζώων ταῦτα σύνεστιν· οὐδὲν οὖν ἔχει οἰκεῖον οὐδὲ θεῖον οὐδὲ κρεῖττον τῆς κοινῆς φύσεως ἀληθές· ἀλλ’ ἥτις ἕστηκε κατ’ ἐνέργειαν ὡσαύτως καὶ παροῦσαν ἔχει τῶν ὄντων τὴν ὅλην εἴδησιν, τῇ τε οὐσίᾳ τῶν πραγμάτων συμφυής ἐστι· καὶ ἀπτῶτι τῷ λόγῳ χρῆται καὶ τελείως οἶδε πάντα καὶ ἀραρότως καὶ ὡρισμένως. ταύτην τῇ μαντείᾳ συναπτέον. πολλοῦ ἄρα δεῖ φυσική τις εἶναι αὕτη, οἵα τῶν ζώων ἐνίοις σεισμῶν ποτὲ καὶ ὑετῶν ἐμπέφυκε πρόληψις. συμπαθὴς γὰρ αὕτη ἄλλως συμβαίνει συγκινουμένων τινῶν ζώων μοίραις τισὶ
τοῦ παντὸς καὶ δυνάμεσιν, ἢ διά τινα αἰσθήσεως ὀξύτητα προαισθανομένων τῶν περὶ τὸν ἀέρα μὲν ἤδη συμπιπτόντων πραγμάτων, οὐδέπω δὲ τοῖς περὶ γῆν τόποις συμφερομένων.

Εἰ δὴ ταῦτα ἀληθῆ λέγομεν, οὐ δεῖ, εἴ τινα ἐκ φύσεως ἐπιβολὴν εἰς τὰ ὄντα παρειλήφαμεν ἢ τοῦ μέλλοντος ἐπαφήν, ἐγκρίνειν ταύτην ὡς μαντικὴν πρόγνωσιν· ἀλλ’ ὁμοία μέν ἐστι μαντικῇ, πλὴν οὐδὲν αὐτῇ βεβαιότητος ἢ ἀληθείας ἀπολείπεται· τὸ δ’ ὡς ἐπὶ τὸ πολὺ τυγχάνον οὐκ ἀεί ἐστι· καὶ ἐπί τινων μέν, οὐχὶ δ’ ἐπὶ πάντων ἀληθὲς ἐροῦσι· ὅθεν δὴ οὐδ’ εἴ τίς ἐστιν ἐν ταῖς τέχναις, ὥσπερ ἐν κυβερνητικῇ τε καὶ ἰατρικῇ προσκοποῦσα τὸ μέλλον μάθησις, οὐδὲν προσήκει τῇ θείᾳ προγνώσει· ἐξ εἰκότων γὰρ ἀναλογίζεται τὸ μέλλον καὶ σημείοις τισὶ τεκμηριοῦται καὶ τούτοις οὐκ ἀεὶ πιστοῖς οὐδ’ ὡσαύτως συνηρτημένον ἔχουσι τὸ δηλούμενον, οὗπέρ ἐστι τὰ σημεῖα δείγματα. τῆς δὲ θείας προνοίας τῶν ἐσομένων βέβαιος

ἡ εἴδησις προηγεῖται, καὶ ἀπὸ τῶν αἰτίων ἀμετάπτωτος ἡ πίστωσις, συνηρτημένη τε πάντων πρὸς ἅπαντα ἀδιάλυτος κατάληψις, καὶ ὡσαύτως ἀεὶ μένουσα τῶν ὅλων ὥσπερ παρόντων καὶ ὡρισμένων διάγνωσις.

Οὐ δὴ τοῦτο λέγειν δεῖ, ὡς καὶ φύσις καὶ τέχνη καὶ ἡ συμπάθεια τῶν ὡς ἐν ἑνὶ ζώῳ τῷ παντὶ μερῶν προδηλώσεις ἔχει τινῶν πρὸς ἄλληλα, οὐδ’ ὅτι τὰ σώματα οὕτω κατεσκεύασται ὡς εἶναι προσημασίαν ἀπὸ τῶν ἑτέρων εἰς τὰ ἕτερα. καὶ πάνυ γὰρ ταῦτα ἐναργῶς ὁρώμενα τῆς θείας μαντικῆς ἴχνος τι τὰ μὲν μᾶλλον τὰ δὲ ἧττον παρεσπάσατο· οὐδὲ γὰρ δυνατὸν ἄμοιρα αὐτῆς εἶναί τινα παντελῶς· ἀλλ’ ὥσπερ ἐν πᾶσιν εἰκὼν τἀγαθοῦ τὸν θεὸν ἐμφέρεται, οὕτω καὶ τῆς θείας μαντικῆς εἴδωλόν τι ἀμυδρὸν ἢ καὶ ἐναργέστερον ἐν αὐτοῖς καταφαίνεται. ἀλλ’ οὐδὲν τούτων ἐστὶν οἷον τὸ θεῖον τῆς μαντικῆς εἶδος, οὐδ’ ἀπὸ τῶν πολλῶν τῶν εἰς τὴν γένεσιν ἀπ’ αὐτῆς καθηκόντων φαντασμάτων τὸ ἓν αὐτῆς καὶ θεῖον καὶ ἄμικ

τον εἶδος χαρακτηριστέον· οὐδ’ εἴ τινα ἄλλα πορρωτέρω καὶ τούτων ἀπῴκισται ψευδῆ καὶ ἀπατηλὰ ἰνδάλματα, ταῦτα παραφέρειν ἄξιον εἰς τὴν περὶ αὐτῆς κρίσιν. ἀλλ’ ἕνα λόγον καὶ μίαν τάξιν καὶ καθ’ ἓν τὸ θεῖον εἶδος καὶ κατὰ μίαν τὴν νοητὴν καὶ ἀμετάπτωτον ἀλήθειαν συλληπτέον αὐτό, ὡσαύτως καὶ τὴν ἄλλοτε ἄλλως ἐξισταμένην μεταβολήν ὡς ἀστάθμητον καὶ ἀνάρμοστον τοῖς θεοῖς ἀτιμάζοντας.

Εἰ δὴ τοιοῦτόν ἐστι τὸ ὄντως μαντικὸν θεῖον ἔργον, τίς οὐκ ἂν αἰσχυνθείη τὴν ἄνευ διανοίας καὶ οὐ τὰ γιγνόμενα ἀποτελοῦσαν φύσιν παραφέρειν, ὡς κατασκευήν τινα ἀπεργαζομένην ἐν ἡμῖν μαντικήν, καὶ τοῖς μὲν μᾶλλον ἐντιθεῖσαν τοῖς δὲ ἧττον τὴν ἐπιτηδειότητα ταύτην; ἐν οἷς μὲν γὰρ ἄνθρωποι πρὸς τὴν οἰκείαν τελειότητα ἀφορμὰς εἰλήφασι παρὰ τῆς φύσεως, ἐν τούτοις καὶ τῆς φύσεως προηγοῦνταί τινες ἐπιτηδειότητες· ἐν οἷς δὲ ἀνθρώπινον μὲν οὐδὲν ἔργον πρόκειται, οὐδὲ τέλος ἡμέτερον· θεῖον δ’ εἴ τι προτέτακται πρεσβύτερον τῆς φύσεως ἡμῶν ἀγαθόν, οὐκ ἔστιν ὅπως ποτὲ ἐν τούτοις εὐφυία τις ἂν

ὑποκατασκευασθείη· ὧν γάρ εἰσιν αἱ τελειότητες, τούτων ἐγγίγνονται καὶ αἱ ἀτελεῖς κατασκευαί. ἀνθρώπων δέ εἰσιν αὗται ἀμφότεραι αἱ ἕξεις· ἃ δ’ ἐστὶ μὴ ὡς ἀνθρώποις παρόντα, τούτων οὐκ ἔσται ποτὲ ἐκ φύσεως παρασκευή· θείας ἄρα μαντικῆς οὐδέν ἐστι σπέρμα ἐν ἡμῖν ἐκ φύσεως· ἀλλ’ εἰ μέν τις κοινότερον καὶ ἀνθρωπίνην τινὰ καλοίη μαντικήν, τῆς ἀνθρωπίνης ἔστω φυσική τις παρασκευή· ἣν δ’ ἂν ὄντως τις μαντικὴν ἐπονομάσειε, τὴν τοῖς θεοῖς προσήκουσαν, οὐ δεῖ νομίζειν ταύτην ἐνσπείρεσθαι ἀπὸ φύσεως· τά τε γὰρ ἄλλα καὶ τὸ ἀόριστον αὐτῇ κατὰ τὸ μᾶλλον καὶ ἧττον συνομαρτεῖ, καὶ διὰ τοῦτο δὲ τῆς μενούσης ἐν σταθεροῖς πέρασι μαντικῆς θείας χωρὶς διέστηκε.

Διόπερ δὴ καὶ πρὸς τοῦτο ἰσχυρῶς μάχεσθαι δεῖ, ἐάν τις ἐξ ἡμῶν εἶναι λέγῃ τὴν μαντικήν. φέρεις δὲ καὶ σὺ τούτου δείγματα ἀπὸ τῶν ἔργων ἐναργῆ· τὸ γὰρ λίθους καὶ βοτάνας φέρειν τοὺς καλουμένους, δεσμεῖν τε ἱερούς τινας δεσμοὺς καὶ λύειν τούτους, τά τε κεκλεισμένα ἀνοίγειν καὶ τὰς προαιρέσεις μεταβάλλειν τῶν ὑποδεχο

μένων, ὥστε ἐκ φαύλων σπουδαίας ἀπεργάζεσθαι, πάντα δὴ ταῦτα ἔξωθεν τὴν ἐπίπνοιαν γίγνεσθαι διασημαίνει· χρὴ δὲ οὐ τοῦτο μόνον προλαμβάνειν, ἀλλὰ καὶ τίς ἐπίπνοια θεία παραγενομένη τὴν θείαν μαντικὴν ἀπεργάζεται τελείως ἀφορίζεσθαι· εἰ δὲ μή, οὐ πρότερον ἐσόμεθα γνωμονικοὶ ταύτης, ἐὰν μὴ τὸ οἰκεῖον ἐπ’ αὐτῇ σημεῖον ἐπιβάλλοντες, ἴδιον αὐτῇ γνώρισμα καθάπερ τινὰ σφραγῖδα προσαρμόσωμεν.

Καὶ τοῦτο μὲν ὀλίγον ἔμπροσθεν ἡμῖν διηκρίβωται·

ὃ δὲ προτείνεις ὡς οὐδαμῶς ἀπόβλητον τὸ ἀναγεννητικοὺς εἶναι τῶν δραστικῶν εἰδώλων, θαυμάσαιμ’ ἂν εἴ τις ἀποδέξαιτο τῶν τὰ ἀληθινὰ εἴδη τῶν θεῶν θεωρούντων θεουργῶν. διὰ τί γὰρ ἄν τις εἴδωλα ἀντὶ τῶν ὄντως ὄντων ἀνταλλάξαιτο, καὶ ἀπὸ τῶν πρωτίστων ἐπὶ τὰ ἔσχατα ἂν ἀπενεχθείη; ἢ οὐκ ἴσμεν ὡς πάντα ἀμυδρῶς ἐστὶ κατὰ τὴν τοιαύτην σκιαγραφίαν, καὶ οὔτε ἀληθῆ φαντάσματά ἐστι τοῦ ἀληθοῦς, καὶ τὰ ἀγαθὰ δοκοῦντα φαίνεται, ὄντα δὲ οὐδέποτε; καὶ τὰ ἄλλα ὡσαύτως ἐν τῷ γίγνεσθαι ἐπεισ

έρχεται φερόμενα, γνήσιον δὲ οὐδὲν οὐδὲ τέλειον οὐδὲ ἐναργὲς κέκτηνται. δηλοῖ δὲ καὶ ὁ τρόπος αὐτῶν τῆς ποιήσεως. οὐ γὰρ θεὸς αὐτῶν ἐστι ποιητὴς ἀλλ’ ἄνθρωπος· οὐ δ’ ἐκ τῶν ἑνοειδῶν καὶ νοητῶν οὐσιῶν παράγεται, ἀλλ’ ἀπὸ τῆς ὕλης τῆς λαμβανομένης. τί οὖν ἀγαθὸν γένοιτο ἂν ἐξ ὕλης βλαστάνον καὶ τῶν περὶ τὴν ὕλην καὶ ἐν τοῖς σώμασιν ὑλικῶν καὶ σωματοειδῶν δυνάμεων; ἢ ἀπ’ ἀνθρωπίνης τέχνης ὑφιστάμενον ἀσθενέστερον καὶ αὐτῶν τῶν ἀνθρώπων ὑπάρχον, τῶν τὸ εἶναι αὐτῷ παρεχομένων; ποίᾳ δέ τινι καὶ τέχνῃ πλάττεται τουτὶ τὸ εἴδωλον; λέγεται μὲν γὰρ ὡς τῇ δημιουργικῇ· ἀλλ’ αὕτη γε τῶν ἀληθινῶν ἦν οὐσιῶν ἀλλ’ οὐχὶ εἰδώλων τινῶν ἐπιτελεστική· ὥστε καὶ ἡ εἰδωλοποιητικὴ τέχνη πολλοστή τίς ἐστιν ἀπὸ τῆς φυτουργοῦ τῶν ἀληθινῶν δημιουργίας· ἀλλ’ οὐδὲ ἀναλογίαν τινὰ πρὸς τὴν θείαν ποίησιν ἀποσώζει· οὐ γὰρ διὰ τῶν οὐρανίων φυσικῶν κινήσεων ἢ τῆς κατὰ μέρος ὕλης ἢ τῶν δυνάμεων τῶν οὕτως διῃρημένων ὁ θεὸς δημιουργεῖ πάντα· ταῖς δὲ ἐννοίαις καὶ βουλήσεσι καὶ τοῖς ἀύλοις εἴδεσι διὰ τῆς ἀιδίου τε καὶ ὑπερκοσμίου
καὶ ἐγκοσμίου ψυχῆς δημιουργεῖ τοὺς κόσμους· ὁ δὲ δὴ τῶν εἰδώλων ποιητὴς λέγεται μὲν ὡς διὰ τῶν περιπολούντων ἀστέρων αὐτὰ ἀπεργάζεται.

Οὐ μήν, ὣς γε οὑτωσὶ δόξαι, ἔχει τῷ ὄντι καὶ ἐπὶ τῆς ἀληθείας. οὐσῶν γὰρ περὶ τοὺς οὐρανίους θεοὺς ἀπείρων δή τινων δυνάμεων ἓν γένος τῶν ἐν αὐταῖς πάντων ἔσχατόν ἐστι, τὸ φυσικόν. τούτου δὲ αὖθις τὸ μὲν ἐν λόγοις σπερματικοῖς τε καὶ πρὸ τῶν σπερματικῶν τοῖς ἀκινήτοις ἱδρυμένον προηγεῖται καθ’ ἑαυτὸ πρὸ τῆς γενέσεως· τὸ δὲ ἐν ταῖς αἰσθηταῖς καὶ φανεραῖς κινήσεσί τε καὶ δυνάμεσιν, ἀπορροίαις τε ταῖς ἐξ οὐρανοῦ καὶ ποιότησιν, ἐνδυναστεύει παρὰ πᾶσαν τὴν φανερὰν διακόσμησιν· οἷς πᾶσι τὸ τελευταῖον ἐν τοῖς περὶ γῆν τόποις ἐπάρχει τῆς περιγείου φανερᾶς γενέσεως· τῇ δὲ τῆς φανερᾶς γενέσεως ἐπικρατείᾳ καὶ ταῖς δι’ αἰσθήσεως φαινομέναις ποιότησι τῶν ἀπ’ οὐρανοῦ καταπεμπομένων ἀπορροιῶν ἄλλαι τε πολλαὶ τέχναι χρῶνται, ὥσπερ ἰατρική τε καὶ γυμναστικὴ καὶ πᾶσαι ὅσαι κοινωνοῦσι τῇ φύσει τὴν ἑαυ

τῶν ἀπεργασίαν· καὶ δὴ καὶ εἰδωλοποιία μοῖράν τινα γενεσιουργὸν ἀπ’ αὐτῶν ἕλκει λίαν ἀμυδράν.

Ὥσπερ οὖν ἔχει τὸ ἀληθές, οὕτω δεῖ καὶ ἀποφαίνεσθαι, ὅτι δὴ αὐταῖς μὲν ταῖς περιφοραῖς ἢ ταῖς ὑπαρχούσαις ἐν αὐταῖς δυνάμεσιν ἢ ταῖς κατὰ φύσιν περὶ αὐτὰ ἐνιδρυμέναις οὔτε χρῆται εἰδωλοποιός, οὔθ’ ὅλως δυνατός ἐστιν αὐτῶν ἐφάπτεσθαι· ταῖς δὲ ἀπὸ τῆς φύσεως αὐτῶν ἐσχάταις ἀπορρεούσαις ἐν τῷ φανερῷ περὶ τὸ τελευταῖον μέρος τοῦ παντὸς τεχνικῶς προσφέρεται, ἀλλ’ οὐ θεουργικῶς. αὗται γάρ, οἶμαι, καὶ τὴν κατὰ μέρος ὕλην συμμιγνύμεναι πρὸς αὐτὴν δύνανται μεταβάλλειν τε καὶ μετασχηματίζειν καὶ μεταπλάττειν ἄλλοτε ἄλλως· καὶ δὴ καὶ μετάθεσιν ἀπ’ ἄλλων εἰς ἄλλα ἐπιδέχονται τῶν ἐν τοῖς κατὰ μέρος δυνάμεων· ἡ δὲ τοιαύτη τῶν ἐνεργειῶν ποικιλία καὶ τῶν πολλῶν ὑλικῶν δυνάμεων σύνθεσις οὐ μόνως θείας δημιουργίας τῷ παντὶ κεχώρισται, ἀλλὰ καὶ τῆς φυσικῆς ἀπεργασίας· καὶ γὰρ ἡ φύσις ἀθρόως καὶ ἅμα ποιεῖ τὰ οἰκεῖα ἔργα, ἁπλαῖς τε καὶ ἀσυνθέτοις

ἐνεργείαις πάντα ἐπιτελεῖ. λείπεται οὖν τεχνικὴν εἶναι δὴ σύμμιξιν τὴν τοιαύτην κατασκευὴν περὶ τὸ τελευταῖον καὶ περιφανὲς ῥεῦμα οὐράνιον καὶ περὶ τὰ ἀπὸ τῆς οὐρανίας φερόμενα φύσεως.

Διὰ τί δὴ οὖν αὐτὸς μὲν ὁ ταῦτα δρῶν εἰδωλοποιὸς ἀνὴρ ἑαυτὸν ἀφίησι βελτίονα ὄντα καὶ ἐκ βελτιόνων γεγονότα, τοῖς δὲ ἀψύχοις εἰδώλοις καὶ μόνῃ τῇ ἐμφάσει τῆς ζωῆς ἐπιπνεομένοις, ἁρμονίᾳ τε ἐπισκευαστῇ καὶ πολυειδεῖ συνεχομένοις ἔξωθεν, ἐφημέροις τε ἀτέχνως οὖσιν ἀποπιστεύειν φαίνεται; πότερον τὸ γνήσιον καὶ ἀληθὲς ἐν αὐτοῖς ὑπάρχει; ἀλλ’ οὐδὲν τῶν ὑπὸ ἀνθρωπίνης τέχνης συμπλαττομένων εἰλικρινές ἐστι καὶ καθαρόν. ἀλλὰ τὸ ἁπλοῦν καὶ μονοειδὲς τῆς ἐνεργείας ἢ τῆς ὅλης συστάσεως ἐν αὐτοῖς ἐπικρατεῖ; παντὸς μὲν οὖν λείπει· κατὰ γὰρ τὴν φαινομένην σύνθεσιν ἐκ παντοδαπῶν καὶ ὑπεναντίων ποιοτήτων συμπεφόρηται. ἀλλὰ δύναμίς τις ἀκραιφνὴς καὶ τελεία διαφανής ἐστιν ἐν αὐτοῖς; οὐδαμῶς. ἐπεὶ πολλαχόθεν ἐπίκτητόν τι συγκεκρότηται τὸ τοιοῦτον πλῆ

θος τῶν ἀπορροιῶν ἀσθενὲς καὶ ἐξίτηλον ἐπιδεικνύμενον. ἀλλ’ εἰ μὴ ταῦτα, τὸ μόνιμον πάρεστι τοῖς εἰδώλοις οἷς λέγουσιν οὗτοι; πολλοῦ γε καὶ δεῖ. ἐπεὶ ταῦτά γε πολὺ θᾶττον τῶν ἐν κατόπτροις ὁρωμένων εἰδώλων ἀποσβέννυται. ἐπιτιθέντος μὲν γὰρ τοῦ θυμιάματος ἀπὸ τῶν ἀναφερομένων ἀτμῶν συνίσταται εὐθύς, ἀνακραθέντος δὲ εἰς τὸν ὅλον ἀέρα καὶ διαχυθέντος καὶ αὐτὸ εὐθὺς διαλέλυται, καὶ οὐδ’ ἀκαρῆ πέφυκεν ἐπιμένειν.

Διὰ τί δὴ οὖν ἔσται περισπούδαστος ἀνδρὶ φιλοθεάμονι τῆς ἀληθείας ἡ περιττὴ αὕτη θαυματοποιία; ἐγὼ μὲν οὐδενὸς ἀξίαν αὐτὴν ἡγοῦμαι. καὶ εἰ μὲν γινώσκουσα αὐτὰ ταῦτα ἐφ’ οἷς ἐσπούδακε καὶ περὶ ἃ διατρίβει, τὰ πλάσματα τῆς παμπαθοῦς ὕλης ἀσπάζεται, ἁπλοῦν ἂν ἔχοι τὸ κακόν. πλὴν ἐκεῖνό γε αὐτῇ ὑπάρξει, τὸ ἀφομοιωθῆναι τοῖς εἰδώλοις ἐν οἷς τὴν πίστιν ἑαυτῆς ἵδρυσεν. εἰ δὲ καὶ ὡς θεοῖς προσέχει τοῖς εἰδώλοις τούτοις, οὔτε

λόγῳ ῥητὸν οὔτε ἔργῳ φορητὸν ἔσται τὸ ἄτοπον. οὐδέποτε γὰρ εἰς τὴν τοιαύτην ψυχὴν ἐπιλάμψει τις αὐγὴ θεία· οὔτε γὰρ πέφυκεν ἐνδίδοσθαι αὐτῇ τοῖς ἅπαξ ἀντιδρασθεῖσιν, οὔτε ἔχει χώραν εἰς ἣν δέξηται αὐτὴν τὰ κατεχόμενα ὑπὸ τῶν σκιοειδῶν φαντασμάτων· σκιαῖς οὖν συνέσται πολλοσταῖς ἀπὸ τῆς ἀληθείας ἡ τοιάδε τῶν φαντασμάτων θαυματουργία.

Ἀλλὰ παρατηροῦσιν οὗτοι, φησί, τὴν τῶν οὐρανίων φοράν, καὶ λέγουσι τίνος τῶν κατ’ οὐρανὸν μετὰ τίνος ἢ τίνων πολεύοντος ἔσται ψευδῆ τὰ μαντεῖα ἢ ἀληθῆ, καὶ τὰ δρώμενα ἀργὰ ἢ ἀπαγγελτικὰ ἢ ἀποτελεστικά. ἀλλ’ οὐδὲ τούτων ἕνεκα ἕξει τὰ φαντάσματα ταῦτα τὸ θεῖον. καὶ γὰρ τὰ ἔσχατα τῶν ἐν τῇ γενέσει κινεῖται τοῖς οὐρανίοις δρόμοις καὶ συμπάσχει πρὸς τὰς ἀπ’ αὐτῶν κατιούσας ἀπορροίας· οὐ μὴν ἀλλὰ καὶ εἴ τις αὐτὰ μετ’ ἀκριβείας ἐπισκέψαιτο, τἀναντία τούτων ἀποδείκνυσιν. ἃ γάρ

ἐστι παντάπασιν εὐμετάβλητα καὶ ἀπὸ τῶν ἔξωθεν κινήσεων παντοίως μετατρέπεται ὥστε ἀργὰ ἢ χρηματιστικὰ ἢ ἐπαγγελτικὰ ἢ ἐπιτελεστικὰ ἢ ἄλλοτε ἀλλοῖα ἀποτελεῖσθαι, πῶς ἔνεστι ταῦτα κἂν μικρᾶς τινὸς μετέχειν ἐν ἑαυτοῖς θείας δυνάμεως; τί οὖν, αἱ ἐνοῦσαι ἐν ταῖς ὕλαις δυνάμεις στοιχεῖα τῶν δαιμόνων εἰσίν; οὐ μὲν οὖν· οὐδὲν γὰρ τῶν κατὰ μέρος αἰσθητῶν σωμάτων γεννᾷ δαίμονας· πολὺ δὲ μᾶλλον ταῦτα γεννᾶταί τε καὶ φρουρεῖται ὑπὸ τῶν δαιμόνων.

Ἀλλ’ οὐδὲ ἄνθρωπός τις πλάσαι δύναται ὥσπερ ἐκ μηχανῆς δαιμόνων τινὰς μορφάς, ἀλλὰ τὸ ἀνάπαλιν αὐτὸς μᾶλλον πλάσσεται καὶ δημιουργεῖται ὑπὸ τῶν δαιμόνων, καθ’ ὅσον αἰσθητοῦ σώματος μετέχει. ἀλλ’ οὐδὲ ἐκ στοιχείων τῶν αἰσθητῶν συμπεφορημένον τι πλῆθος ἀπογεννᾶται τὸ δαιμόνιον, ἀλλὰ πλέον θάτερον αὐτό τέ ἐστιν ἁπλοῦν καὶ περὶ τὰ σύνθετα μονοειδῶς ἐνεργεῖ. ὅθεν δὴ οὐδὲ πρεσβύτερα ἕξει τὰ αἰσθητὰ ἑαυτοῦ οὐδὲ μονιμώτερα, ἀλλ’ αὐτὸ πρεσβείᾳ καὶ δυνάμει διαφέρον

τοῖς αἰσθητοῖς μεταδίδωσιν ἣν δύνανται δέχεσθαι διαμονήν. πλὴν εἰ μὴ τὰ εἴδωλα δαίμονας ἐπονομάζεις οὐκ ὀρθῶς ἐπισύρων τὴν τοιαύτην κλῆσιν.

Ἄλλη μὲν γάρ ἐστιν ἡ τῶν δαιμόνων φύσις ἄλλη δὲ ἡ τῶν εἰδώλων· τάξις τε αὐτῶν ἑκατέρων πάμπολυ διέστηκε. καὶ δὴ καὶ ὁ τῶν εἰδώλων χορηγὸς διάφορός ἐστι παρὰ τὸν μέγαν ἡγεμόνα τῶν δαιμόνων. ἀμέλει καὶ σὺ τοσοῦτο συγχωρεῖς μηδένα θεὸν ἢ δαίμονα λέγων ὑπ’ αὐτῶν καθέλκεσθαι. τίνος οὖν ἔτι γένοιτο ἂν ἀξία διάπραξις ἱερὰ ἢ τοῦ μέλλοντος πρόγνωσις, ἥτις ἄμοιρός ἐστι παντάπασι καὶ θεοῦ καὶ δαίμονος; ὥστε εἰδέναι μὲν χρὴ καὶ ταύτην τὴν θαυματουργίαν τίνα ἔχει φύσιν, χρῆσθαι δὲ ἢ πιστεύειν αὐτῇ μηδαμῶς.

Ἔτι τοίνυν καὶ ταύτης ἐστὶ φαυλοτέρα τῶν ἱεροπρεπῶν δρωμένων ἐξήγησις, ἢ γένος τι ἀπατηλῆς φύσεως παντόμορφόν τε καὶ πολύτροπον αἰτιωμένη τῆς μαντείας ὑποκρινόμενον θεοὺς καὶ δαίμονας καὶ ψυχὰς τῶν τεθνη

κότων. ἐρῶ δή σοι καὶ πρὸς ταῦτα λόγον ὅν ποτε ἤκουσα, Χαλδαίων ποτὲ προφητῶν λεγόντων.

Ὅσοι μὲν θεοὶ τῆς ἀληθείας, τῶν ἀγαθῶν εἰσὶ μόνων δοτῆρες, μόνοις τε τοῖς ἀγαθοῖς ἀνδράσι προσομιλοῦσι, καὶ τοῖς διὰ τῆς ἱερατικῆς ἀποκεκαθαρμένοις συγγίγνονται, ἐκκόπτουσί τε ἀπ’ αὐτῶν πᾶσαν κακίαν καὶ πᾶν πάθος. τούτων δὲ ἐπιλαμπόντων ἀφανὲς τὸ κακὸν καὶ δαιμόνιον ἐξίσταται τοῖς κρείττοσιν, ὥσπερ φωτὶ σκότος. καὶ οὐδὲ τὸ τυχὸν παρενοχλεῖ τοῖς θεουργοῖς, ἀφ’ οὗ δὴ καὶ πᾶσαν ἀρετὴν δέχονται, καὶ χρηστοὶ τοῖς ἤθεσιν ἐπιτελοῦνται καὶ κόσμιοι, παθῶν τε ἀπαλλάττονται καὶ πάσης ἀτάκτου κινήσεως, τῶν τε ἀθέων καὶ ἀνοσίων τρόπων καθαρεύουσιν. ὅσοι δέ εἰσιν αὐτοί τε ἀλιτήριοι, καὶ ἀθέσμως καὶ ἀτάκτως ἐπιπηδῶσι τοῖς θείοις, δι’ ἀτονίαν τε τῆς οἰκείας ἐνεργείας ἢ τῆς ὑπαρχούσης αὐτοῖς δυνάμεως ἔνδειαν οὐ δύνανται τῶν θεῶν τυγχάνειν. εἰ καὶ διά τινας μιασμοὺς ἀπείργονται τῆς πρὸς τὰ ἄχραντα πνεύματα συνουσίας, οὕτω τοῖς κακοῖς πνεύ

μασι συνάπτονται, πληρούμενοί τε ἀπ’ αὐτῶν τῆς κακίστης ἐπιπνοίας πονηροί τε καὶ ἀνόσιοι γίγνονται, ἡδονῶν μὲν ἀκολάστων πλήρεις, κακίας δὲ ἀνάμεστοι, τρόπων τε ἀλλοτρίων τοῖς θεοῖς ζηλωταί, καὶ τὸ ὅλον φάναι, παραπλήσιοι τοῖς πονηροῖς δαίμοσι γιγνόμενοι, μεθ’ ὧν συμφύονται.

Οὗτοι δὴ οὖν παθῶν μεστοὶ καὶ κακίας ὑπάρχοντες διὰ συγγένειαν ἕλκουσι τὰ πονηρὰ εἰς ἑαυτοὺς πνεύματα, καὶ αὐτοὶ πρὸς κακίαν πᾶσαν ὑπ’ αὐτῶν ἐγείρονται, συναύξονταί τε ὑπ’ ἀλλήλων οὕτως, καθάπερ τις κύκλος ἀρχὴν τελευτῇ συνάπτων καὶ ἀνταποδιδοὺς τὴν ἴσην ἀμοιβὴν ὡσαύτως. ἃ τοίνυν τῆς ἀνοσιουργίας ἐστὶν ἀσεβῆ πταίσματα, ἀτάκτως μὲν αὐτὰ προσφερόμενα τοῖς ἱεροῖς ἔργοις, ἀτάκτως δὲ πειρώμενα καὶ ὑπὸ τῶν ἐπεισιόντων, καὶ ποτὲ μέν, ὡς δοκεῖ, θεὸν ἄλλον ἀνθ’ ἑτέρου ποιοῦντα ἐπικωμάζειν, ποτὲ δ’ αὖ δαίμονας πονηροὺς ἀντὶ τῶν θεῶν εἰσκρίνοντα, οὓς δὴ καὶ καλοῦσιν ἀντιθέους, ταῦτα μηδέποτε ἐν λόγῳ τῷ περὶ τῆς ἱερατικῆς μαντείας τίθεσο.

ἐναντιώτερον γάρ ἐστι δήπου τῷ κακῷ τὸ ἀγαθὸν μᾶλλον ἢ τῷ μὴ ἀγαθῷ.

Ὥσπερ οὖν οἱ ἱερόσυλοι τῇ θρησκείᾳ τῶν θεῶν πάντων μάλιστα μάχονται, οὕτω καὶ οἱ συνόντες τοῖς ἀπατεῶσι καὶ τοῖς τῆς ἀκολασίας αἰτίοις δαίμοσι, μαχόμενοι δήπου πρὸς τοὺς θεουργοὺς ὑπάρχουσι· τούτοις γὰρ πᾶν μὲν πνεῦμα πονηρὸν ἐξίσταται καὶ ἀνατρέπεται ἄρδην, πᾶσα δὲ κακία καὶ πᾶν πάθος ἐκκόπτεται παντάπασι, καθαρὰ δὲ μετουσία τῶν ἀγαθῶν πάρεστιν ἐν τοῖς καθαροῖς, ἄνωθεν δὲ ἀπὸ τοῦ πυρὸς πληροῦνται τῆς ἀληθείας· οἷς οὐδὲν ἐμπόδιον γίνεται ἀπὸ τῶν κακῶν πνευμάτων, οὐδ’ εἰς τὰ τῆς ψυχῆς ἀγαθὰ κώλυμα· οὐδέ τις τῦφος ἢ θωπεία ἢ ἀτμῶν ἀπόλαυσις ἢ βίας ἰσχὺς παρενοχλεῖ· ἀλλὰ πάντα ὡσπερεὶ κεραυνίῳ τινὶ βολῇ πληγέντα ἀναφῶς ὑπείκει καὶ ὑποχωρεῖ, μηδὲ προσπελάσαι αὐτοῖς δυνάμενα. ἓν οὖν τοῦτό ἐστι τὸ ἄχραντον καὶ ἱερατικὸν θεῖόν τε ὡς ἀληθῶς γένος τῆς μαντείας· καὶ τοῦτο οὐχ, ὡς σὺ λέγεις, διαιτητοῦ δεῖται ἢ ἐμοῦ ἢ ἄλλου τινός, ἵν’ αὐτὸ ἐκ πολλῶν προκρίνω, ἀλλ’ αὐτὸ ἐξῄρηται πάντων,

ὑπερφυὲς ἀίδιον προϋπάρχον, οὐδὲ παράθεσίν τινα ἐπιδεχόμενον οὔτε ὑπεροχήν τινος ἐν πολλοῖς προτεταγμένην, ἀλλ’ ἀπολύεται καθ’ ἑαυτὸ καὶ μονοειδὲς πάντων προηγεῖται. ᾧ δεῖ καὶ σὲ καὶ πᾶς ὅστις ἐστὶ γνήσιος τῶν θεῶν ἐραστὴς ἐπιδοῦναι ἑαυτὸν ὅλον· ἐκ γὰρ τοῦ τοιούτου τρόπου παραγίνεται ἄμα τε καὶ ἐν ταῖς μαντείαις ἡ ἄπταιστος ἀλήθεια καὶ ἐν ταῖς ψυχαῖς ἡ τελεία ἀρετή. μετὰ τούτων δὲ ἀμφοτέρων δίδοται τοῖς θεουργοῖς ἡ πρὸς τὸ νοητὸν πῦρ ἄνοδος, ὃ δὴ καὶ τέλος δεῖ πάσης μὲν προγνώσεως πάσης δὲ θεουργικῆς πραγματείας προτίθεσθαι.

Μάτην οὖν ἐπεισάγεις τὴν ἀπὸ τῶν ἀθέων δόξαν, ὡς ἄρα τὴν πᾶσαν μαντείαν ἀπὸ τοῦ πονηροῦ δαίμονος ἡγοῦνται ἐπιτελεῖσθαι· οὔτε γὰρ ἄξιον αὐτῶν μνημονεύειν ἐν ταῖς περὶ θεῶν ἐπιστάσεσι· καὶ ἅμα ἀμαθεῖς εἰσὶν οὗτοι τῆς τοῦ ἀληθοῦς τε καὶ ψευδοῦς διακρίσεως διὰ

τὸ ἐν σκότει τὴν ἀρχὴν τεθράφθαι, τάς τε ἀρχάς, ἀφ’ ὧν παράγινονται ταῦτα, οὐδέποτε δύνανται διαγιγνώσκειν. καὶ μέχρι δὴ τούτων τὰ περὶ τοῦ τρόπου τῆς μαντείας ἡμῖν διωρισμένα τέλος ἐχέτω.