De Mysteriis

Iamblichus

Iamblichus. Jamblichi De mysteriis Liber. Parthey, Gustav, editor. Berlin: Nicolai, 1857.

Δεῖ δὲ δὴ καὶ τοῦτο προσαποδειχθῆναί σοι, δαίμων ἥρωος καὶ ψυχῆς τίνι κατ’ οὐσίαν διαφέρει ἢ κατὰ δύναμιν ἢ ἐνέργειαν. λέγω τοίνυν δαίμονας μὲν κατὰ τὰς γεννητικὰς καὶ δημιουργικὰς τῶν θεῶν δυνάμεις ἐν τῇ πορρωτάτῃ τῆς προόδου ἀποτελευτήσει καὶ τῶν ἐσχάτων διαμερισμῶν παράγεσθαι, ἥρωας δὲ κατὰ τοὺς τῆς ζωῆς ἐν τοῖς θείοις λόγους, καὶ τὰ πρῶτα καὶ τέλεια μέτρα τῶν ψυχῶν ἀποτελευτᾶν ἀπ’ αὐτῶν καὶ ἀπομερίζεσθαι.

Γενομένης δὲ οὕτως τῆς τῶν δαιμόνων καὶ ἡρώων φύσεως ἀπὸ τῶν ἑτέρων αἰτίων καὶ αὐτὴν ἔχειν τὴν οὐσίαν παραλλάττουσαν ἀνάγκη· ἀπεργαστικὴν μὲν εἶναι τὴν τῶν δαιμόνων καὶ τελεσιουργὸν τῶν περικοσμίων φύσεων καὶ ἀποπληρωτικὴν τῆς καθ’ ἕκαστον τῶν γινομένων ἐπιστασίας, ζωτικὴν καὶ λογικὴν καὶ ψυχῶν ἡγεμονικὴν ὑπάρχειν τὴν τῶν ἡρώων. δυνάμεις τε τοῖς μὲν δαίμοσι γονίμους, ἐπιστατικάς τε τῆς φύσεως καὶ τοῦ συνδέσμου τῶν ψυχῶν εἰς τὰ σώματα ἀφοριστέον, τοῖς τε ἥρωσι

ζωοποιούς, ἡγεμονικὰς τῶν ἀνθρώπων, γενέσεως ἀπολελυμένας ἀπονέμειν ἄξιον.

Ἑπομένως δὲ καὶ τὰς ἐνεργείας αὐτῶν διοριστέον· καὶ μᾶλλον μὲν περικοσμίους θετέον τὰς τῶν δαιμόνων, καὶ διατεινούσας ἐπὶ πλεῖον ἐν τοῖς ἀποτελουμένοις ὑφ’ ἑαυτῶν, τὰς δὲ τῶν ἡρώων καὶ ἐπ’ ἔλαττον μὲν διηκούσας, παρὰ δὲ τὴν τῶν ψυχῶν διάταξιν ἐπιστρεφομένας. οὕτως δὴ οὖν διωρισμένων ὑστέρα ἐστὶν ἡ ψυχὴ καταλήγουσα πρὸς τὸ τέλος τῶν θείων τάξεων καὶ ἀπὸ τῶν δύο τούτων γενῶν μοίρας τινὰς δυνάμεων διακληρωσαμένη μεριστάς, προσθήκαις τε ἄλλαις περιττοτέραις πλεονάζουσα ἀφ’ ἑαυτῆς, καὶ ἄλλοτε ἄλλα εἴδη καὶ λόγους ἐξ ἑτέρων ἑτέρους, βίους τε ἄλλους ἄλλοτε προβάλλουσα, καθ’ ἑκάστην τε χώραν τοῦ κόσμου ποικίλαις ζωαῖς καὶ ἰδέαις χρωμένη,

συμφυομένη τε οἷς ἂν ἐθέλῃ, καὶ αφ’ ὧν ἂν βούληται ἀναχωροῦσα, ὁμοιουμένη τοῖς πᾶσι καὶ δι’ ἑτερότητος ἀπ’ αὐτῶν διισταμένη, λόγους τε προχειρίζουσα συγγενεῖς τοῖς οὖσι καὶ γιγνομένοις, θεοῖς τε συνάπτουσα ἑαυτὴν κατ’ ἄλλας ἁρμονίας οὐσιῶν καὶ δυνάμεων, ἢ καθ’ οἵας δαίμονές τε καὶ ἥρωες πρὸς αὐτοὺς συνεπλέκοντο· καὶ τὸ μὲν ἀίδιον τῆς ὁμοίας ζωῆς καὶ ἐνεργείας παρ’ ἔλαττον ἐκείνων ἔχουσα, διὰ δὲ τὴν τῶν θεῶν βούλησιν ἀγαθὴν καὶ τὴν ἀπ’ αὐτῶν ἐνδιδομένην φωτὸς ἔλλαμψιν πολλάκις καὶ ἀνωτέρω χωροῦσα, ἐπὶ μείζονά τε τάξιν τὴν ἀγγελικὴν ἀναγομένη. ὅτε δὴ οὐκέτι τοῖς τῆς ψυχῆς ὅροις ἀναμένει, τὸ δ’ ὅλον τοῦτο εἰς ἀγγελικὴν ψυχὴν καὶ ἄχραντον τελειοῦται ζωήν. ὅθεν δὴ καὶ δοκεῖ παντοδαπὰς οὐσίας καὶ ἐνεργείας, λόγους τε παντοίους καὶ εἴδη τὰ ὅλα παρέχειν ἐν ἑαυτῇ ἡ ψυχή. τὸ δέ, εἰ χρὴ τἀληθὲς εἰπεῖν, ὥρισται μὲν ἀεὶ καθ’ ἕν τι, κοινωνοῦσα δὲ ἑαυτὴν τοῖς προηγουμένοις αἰτίοις ἄλλοτε ἄλλοις συνάπτεται.

Τοσαύτης οὖν οὔσης καθόλου διαφορᾶς ἐν αὐτοῖς, οὐκέτι δεῖ ἀμφισβητεῖν, τί δήποτε ἐν αὐτοῖς ἐστὶ τὸ παραλλάττον· ᾗπερ δὴ ἔχει φύσεως ταῦτα ἕκαστα, ταύτῃ διακριτέον ταῦτα ἀπ’ ἀλλήλων· καὶ καθ’ ὅσον δύναται σύνοδον ποιεῖσθαι μίαν, κατὰ τοσοῦτον τὴν κοινωνίαν αὐτῶν θεωρητέον· οὕτω γὰρ ἄν τις αὐτῶν δυνηθείη ἀψευδῶς περιλαβεῖν καὶ διορίσαι χωρὶς τὴν ἔννοιαν.

Ἀλλ’ ἐπὶ τὰς ἐπιφανείας αὐτῶν βαδιοῦμαι. τί δήποτε ἔχουσι τὸ διάφορον; ἐπιζητεῖς γάρ, τί τὸ γνώρισμα θεοῦ παρουσίας ἢ ἀγγέλου ἢ ἀρχαγγέλου ἢ δαίμονος ἤ τινος ἄρχοντος ἢ ψυχῆς. ἑνὶ μὲν οὖν λόγῳ ταῖς οὐσίαις αὐτῶν καὶ δυνάμεσι καὶ ἐνεργείαις τὰς ἐπιφανείας ἀφορίζομαι εἶναι ὁμολογουμένας· οἷοι γάρ ποτέ εἰσι, τοιοῦτοι καὶ τοῖς ἐπικαλουμένοις ἐπιφαίνονται, ἐνεργείας· τέ ἀναφαίνουσι, καὶ ἰδέας ἑαυτοῖς συμφώνους καὶ γνωρίσματα ἑαυτῶν τὰ οἰκεῖα ἐπιδεικνύουσιν.

Ὡς δὴ καθ’ ἕκαστον διορίσασθαι, μονοειδῆ μέν ἐστι φάσματα τὰ τῶν θεῶν, τὰ δὲ τῶν δαιμόνων ποικίλα, τὰ

δὲ τῶν ἀγγέλων ἁπλούστερα μὲν ἢ κατὰ τοὺς δαίμονας, τῶν δὲ θείων ὑποδεέστερα, τὰ δὲ τῶν ἀρχαγγέλων μᾶλλόν τι τοῖς θείοις αἰτίοις συνεγγίζοντα, τὰ δὲ τῶν ἀρχόντων, εἰ μέν σοι δοκοῦσιν οὗτοι εἶναι οἱ κοσμοκράτορες οἱ τὰ ὑπὸ σελήνην στοιχεῖα διοικοῦντες, ἔσται ποικίλα μέν, ἐν τάξει δὲ διακεκοσμημένα, εἰ δὲ οἱ τῆς ὕλης προεστηκότες, ἔσται ποικιλότερα μέν, ἀτελέστερα δὲ τούτων μᾶλλον· τὰ δὴ τῶν ψυχῶν παντοδαπὰ φαίνεται. καὶ τὰ μὲν τῶν θεῶν χρηστὰ τῇ ὄψει ἐλλάμπει, τὰ δὲ τῶν ἀρχαγγέλων βλοσυρὰ ἅμα καὶ ἥμερα, πραότερα δὲ τῶν ἀγγέλων, τὰ δὲ τῶν δαιμόνων φοβερά· τὰ δὲ τῶν ἡρώων, καὶ εἰ παραλέλειπται ἐν τῇ ἐρωτήσει, τυγχανέτω τῆς ἀληθείας γε ἕνεκα ἀποκρίσεως, ὅτι δὴ τῶν δαιμόνων ἐστὶν ἡμερώτερα· τὰ δὲ τῶν ἀρχόντων καταπληπτικὰ μέν ἐστιν, εἰ περὶ τὸν κόσμον ἐνεξουσιάζουσι, βλαβερὰ δὲ τοῖς ὁρῶσι καὶ λυπηρά, εἴπερ εἰσὶν ἔνυλοι· τὰ δὲ τῶν ψυχῶν προσέοικε μέν τι τοῖς ἡρωικοῖς, πλὴν ἐστί γε αὐτῶν ὑποδεέστερα.

Πάλιν τοίνυν τὰ μὲν τῶν θεῶν ἐστὶ παντελῶς ἀμε

τάβλητα κατά τε μέγεθος καὶ μορφὴν καὶ σχῆμα καὶ κατὰ πάντα τὰ περὶ αὐτοὺς ὄντα· τὰ δὲ τῶν ἀρχαγγέλων πλησιάζοντα τοῖς τῶν θεῶν ἀπολείπεται αὐτῶν τῆς ταὐτότητος· τὰ δὲ τῶν ἀγγέλων καὶ τούτων ἐστὶν ὑποδεέστερα, ἀμετάβλητα δέ· τὰ τῶν δαιμόνων ἰνδάλλεται ἄλλοτε ἐπ’ ἄλλης ὁρώμενα μορφῆς καὶ μεγάλα καὶ μικρά, τὰ αὐτὰ φαινόμενα. καὶ δὴ καὶ τὰ τῶν ἀρχόντων, ὅσα μέν ἐστιν ἡγεμονικά, ἀναλλοίωτα ὑπάρχει, τὰ δὲ ἔνυλα ἀλλοιοῦται πολυειδῶς· τὰ δὲ τῶν ἡρώων προσέοικε τοῖς τῶν δαιμόνων, τὰ δὲ τῶν ψυχῶν τῆς δαιμονίας μεταβολῆς οὐκ ὀλίγον μέρος ὑφιεῖσιν.

Ἔτι τοίνυν τάξις καὶ ἠρεμία τοῖς θεοῖς προσήκει, τοῖς δὲ τῶν ἀρχαγγέλων δραστήριον τὸ τῆς τάξεως καὶ ἠρεμίας ὑπάρχει, τοῖς δὲ ἀγγέλοις οὐκ ἀπηλλαγμένον ἤδη κινήσεως τὸ διακεκοσμημένον καὶ ἡσυχαῖον πάρεστι, ταραχὴ δὲ καὶ ἀταξία τοῖς δαιμονίοις φάσμασι συνακολουθεῖ, τοῖς δὲ τῶν ἀρχόντων κατὰ δόξαν ἑκατέραν ὧν προείπομεν ὁμολογούμενα συνέπεται τὰ ὁράματα, θορυβώδη

μὲν φερόμενα τὰ ἔνυλα, τὰ δ’ ἡγεμονικὰ μονίμως ἑστῶτα ἐν αὐτοῖς, τὰ δὲ τῶν ἡρώων ὑπειγμένα τῇ κινήσει καὶ μεταβολῆς οὐκ ἄμοιρα, τὰ δὲ τῶν ψυχῶν προσεοικότα μέντοι τοῖς ἡρωικοῖς, ἐλάττονα δὲ ὅμως ὄντα καὶ τούτων.

Πρὸς δὴ τούτοις τοῖς ἰδιώμασι τὰ μὲν θεῖα κάλλος οἷον ἀμήχανον ἀπαστράπτει, θαύματι μὲν κατέχον τοὺς ὁρῶντας, θεσπεσίαν δὲ εὐφροσύνην παρεχόμενον, ἀρρήτῳ δὲ τῇ συμμετρίᾳ ἀναφαινόμενον, ἐξῃρημένον δὲ ἀπὸ τῶν ἄλλων εἰδῶν τῆς εὐπρεπείας. τὰ δὲ τῶν ἀρχαγγέλων μακάρια θεάματα μέγιστον μὲν. ἔχει καὶ αὐτὰ τὸ κάλλος, οὐ μὴν ἔτι γε ὁμοίως ἄρρητον καὶ θαυμαστόν, ὥσπερ τὸ θεῖον· τὰ δὲ τῶν ἀγγέλων μεριστῶς ἤδη διαιρεῖ τὸ καλόν, ὅπερ ἀπὸ τῶν ἀρχαγγέλων παραδέχεται. τὰ δαιμόνια δὲ καὶ τὰ ἡρωικὰ αὐτοπτικὰ πνεύματα ἐν εἴδεσι μὲν ὡρισμένοις ἔχει τὸ κάλλος ἀμφότερα, οὐ μὴν ἀλλὰ τὸ μὲν ἐν λόγοις τοῖς τὴν οὐσίαν ἀφορίζουσι διακοσμηθέν ἐστι δαιμόνιον, τὸ δ’ ἐπιδεικνύμενον τὴν ἀνδρίαν ἡρωικόν. τὰ δὲ τῶν ἀρχόντων διχῇ διῃρήσθω· τὰ μὲν γὰρ ἡγεμονικὸν

κάλλος καὶ αὐτοφυὲς ἐπιδείκνυσι, τὰ δὲ εὐμορφίαν πεπλασμένην καὶ ἐπισκευαστὴν ἐμφαίνει. τὰ δὲ τῶν ψυχῶν ἐν λόγοις μὲν καὶ αὐτὰ διακεκόσμηται πεπερασμένοις, διῃρημένοις δὲ μᾶλλον τῶν ἐν τοῖς ἥρωσι καὶ περιειλημμένοις μεριστῶς καὶ κρατουμένοις ὑφ’ ἑνὸς εἴδους. εἰ δὲ δεῖ κατὰ πάντων κοινῶς ἀφορίσασθαι, φημὶ τῶν ὅλων ὥσπερ ἕκαστα διατέτακται καὶ ὡς ἔχει τῆς οἰκείας φύσεως, οὕτως καὶ τοῦ κάλλους αὐτὰ κατὰ τὴν ὑπάρχουσαν διακλήρωσιν μετειληχέναι.

Ἐπ’ ἄλλα τοίνυν ἰδιώματα αὐτῶν μετιόντες λέγωμεν, ὡς ὀξύτης ἐν ταῖς ἐνεργείαις παρὰ μὲν τοῖς θεοῖς καὶ αὐτοῦ τοῦ νοῦ ταχυτέρα διαλάμπει, καίτοι ἀκίνητοί γε ἐν αὐταῖς καὶ σταθεραί εἰσιν αὐταί· παρὰ δὲ τοῖς ἀρχαγγέλοις σύμμικτοί πώς εἰσιν αἱ ταχυτῆτες αὐτῶν δραστηρίοις ἐνεργείαις· αἱ δὲ τῶν ἀγγέλων ἐφάπτονταί τινος ἤδη κινήσεως, καὶ τὸ ἅμα τῷ λέγειν ἀποτελεστικὸν οὐκέτι ὁμοίως προσειλήφασι· παρὰ δὲ τοῖς δαίμοσι φαντασία

πλείων ἐστὶ τῆς ἀληθείας τοῦ τάχους τῶν ἔργων. ἐν δὲ τοῖς ἡρωικοῖς μεγαλοπρέπεια μέν τις ἐν ταῖς κινήσεσι διαφαίνεται, τὸ δ’ ἀποτελεστικὸν ὧν ἐφίενται ἐνεργεῖν, οὐχ οὕτω ταχέως ὥσπερ τοῖς δαίμοσι πάρεστιν. ἐν δὲ τοῖς τῶν ἀρχόντων ἀξιόλογα μὲν τὰ πρῶτα καὶ ἐξουσιαστικὰ ἐνεργήματα καταφαίνεται, τὰ δεύτερα δὲ ἔμφασιν μὲν ἔχει πλείονα, τοῦ δ’ ἐπὶ τῶν πράξεων τέλους ἀπολείπεται· τὰ δ’ ἐπὶ τῶν ψυχῶν κεκινημένα μᾶλλον, ἀσθενέστερα δὲ τῶν ἡρωικῶν ὁρᾶται.

Πρὸς δὲ τούτοις τὸ μέγεθος τῶν ἐπιφανειῶν παρὰ μὲν τοῖς θεοῖς τοσοῦτον ἐπιδείκνυται, ὡς καὶ τὸν οὐρανὸν ὅλον ἐνίοτε ἀποκρύπτειν καὶ τὸν ἥλιον καὶ τὴν σελήνην, τήν τε γῆν μηκέτι δύνασθαι ἑστάναι αὐτῶν κατιόντων· ἀρχαγγέλων δὲ ἐκφαινομένων μοῖραι μέν τινες συγκινοῦνται τοῦ κόσμου καὶ πρόδρομον φῶς προηγεῖται διῃρημένον. αὐτοὶ δὲ κατὰ μεγέθη τῆς ἡγεμονίας σύμμετρον ἐπιδεικνύουσι καὶ τὸ τῆς αὐτῆς μέγεθος. τούτου δ’ ἔλαττόν ἐστι τὸ ἀγγελικὸν μικρότητί τε καὶ τῷ κατ’ ἀριθμὸν διῃ

ρῆσθαι, ἐπὶ δ’ αὖ τῶν δαιμόνων διῃρημένον τε ἔτι μᾶλλον καὶ οὐκ ἴσον ἀεὶ αὐτῶν θεωρεῖται τὸ μέγεθος. τὸ δ’ ἡρωικὸν τούτου φαινόμενον ἔλαττον, μεγαλοφροσύνην τῆς καταστάσεως ἐμφαίνει πλείονα. τῶν δὲ ἀρχόντων ὅσα μὲν εἴδη περικόσμια προηγεῖται, μεγάλα καὶ ὑπέρογκα φαίνεται, τὰ δὲ περὶ τὴν ὕλην μεριζόμενα τύφῳ καὶ ἀλαζονείᾳ πλείονι χρῆται. τὰ δὲ τῶν ψυχῶν οὐκ ἴσα μὲν ὁρᾶται πάντα, σμικρότερα δὲ ἢ τὰ τῶν ἡρώων διαφαίνεται. ὅλως δὲ κατὰ τὰ μεγέθη τῶν ἐν ἑκάστοις τοῖς γένεσι δυνάμεων καὶ κατὰ τὸ πλῆθος τῆς ἀρχῆς δι’ ἧς διατείνουσι καὶ ᾖ ἐνεξουσιάζουσιν, ἀνὰ τὸν αὐτὸν λόγον καὶ τὰ μεγέθη τῶν ἐπιφανειῶν οἰκείως ἐν ἑκάστοις πάρεστι.

Μετὰ δὴ τούτων τὸ τῶν αὐτοφανῶν ἀγαλμάτων ἀφορισώμεθα. οὐκοῦν ἐν μὲν ταῖς τῶν θεῶν αὐτοψίαις ἐναργέστερα καὶ αὐτῆς τῆς ἀληθείας ὁρᾶται τὰ θεάματα,

ἀκριβῶς τε διαλάμπει καὶ διηρθρωμένα λαμπρῶς ἐκφαίνεται· τὰ δὲ τῶν ἀρχαγγέλων ἀληθῆ καὶ τέλεια φαίνεται· τὰ δὲ τῶν ἀγγέλων διασώζει μὲν τὸ αὐτὸ εἶδος, πλὴν ὑφίησί τι τῆς γνωριστικῆς ἀποπληρώσεως. ἀμυδρὰ δὲ τὰ τῶν δαιμόνων καὶ τούτων ὑποδεέστερα τὰ τῶν ἡρώων φαίνεται. τὰ δὲ τῶν ἀρχόντων τὰ μὲν κοσμικὰ ἐναργῆ, τὰ δὲ ὑλικὰ ἀμυδρά, ἐξουσιαστικὰ δὲ ἀμφότερα ὁρᾶται· τὰ δὲ τῶν ψυχῶν σκιοειδῆ καταφαίνεται.

Ὡσαύτως τοίνυν καὶ ἐπὶ τοῦ φωτός. τὰ μὲν τῶν θεῶν ἀγάλματα φωτὸς πλέον ἀστράπτει· φωτὸς δ’ ὑπερφυοῦς ἐστὶ πλήρη τὰ τῶν ἀρχαγγέλων, φωτεινὰ δὲ τῶν ἀγγέλων. δαίμονες δὲ θολῶδες διαφαίνουσι τὸ πῦρ, ἥρωες δὲ σύμμικτον ἀπὸ πλειόνων, ἄρχοντες δὲ οἱ μὲν κοσμικοὶ καὶ καθαρώτεροι, οἱ δὲ τῆς ὕλης ἐξ ἀνομοίων καὶ ἐναντίων αὐτὸ συμμιγνύμενον ἐπιδεικνύουσιν· αἱ ψυχαὶ δὲ ἀπὸ πολλῶν τῶν ἐν τῇ γενέσει συγκράσεων ἀναπεπλησμένον αὐτὸ μεριστῶς ἔκδηλον ἀπεργάζονται.

Κατὰ τὰ αὐτὰ δὲ τοῖς εἰρημένοις τὸ μὲν τῶν θεῶν

πῦρ ἄτομον ἄφθεγκτον ἐκλάμπει, καὶ πληροῖ τὰ ὅλα βάθη τοῦ κόσμου πυρίως, ἀλλ’ οὐ περικοσμίως. τὸ δὲ τῶν ἀρχαγγέλων ἀμέριστον μέν, ἔχον δὲ περὶ ἑαυτὸ ἢ πρὸ ἑαυτοῦ προπομπεῦον ἢ μεθ’ ἑαυτὸ συνεπόμενον πολὺ πλῆθος θεωρεῖται. τὸ δὲ τῶν ἀγγέλων διῃρημένον πῦρ πλὴν ἐν ταῖς γε τελειοτάταις ἰδέαις διαφαίνεται. τὸ δὲ τῶν δαιμόνων μερισμοῦ τέ ἐστι πλείονος καὶ ἐπὶ βραχύτερον περιγράφεται, καὶ λόγῳ ῥητὸν ὑπάρχει, καὶ τῆς ὄψεως τῶν τὰ κρείττονα ὁρώντων οὐχ ὑπάρχει ἄξιον. τὸ δὲ τῶν ἡρώων ἔχει μὲν τὰ αὐτὰ τρόπον γέ τινα, ἀπολείπεται δ’ ὅμως αὐτῶν τῆς ἄκρας ὁμοιώσεως. καὶ μὴν τό γε τῶν ἀρχόντων ὅσον μὲν ὑψηλότερον αὐτοῦ, διαφανέστερον θεωρεῖται, τὸ δὲ ἔνυλον σκοτωδέστερον· τὸ δ’ αὖ τῶν ψυχῶν πολυμερὲς μὲν καὶ πολυειδὲς ἐπιδείκνυται, σύμμικτον δὲ ἀπὸ πολλῶν τῶν περὶ τὸν κόσμον φύσεων. καὶ μὴν τό γε τῶν θεῶν πάντη σταθερόν ἐστιν ἰδεῖν· τὸ δὲ
τῶν ἀρχαγγέλων μέτοχον ἠρεμίας, τὸ δ’ αὖ τῶν ἀγγέλων μονίμως κινούμενον· ἄστατόν γε μὴν τὸ τῶν δαιμόνων, καὶ τῶν ἡρώων ἐπὶ πλέον ὀξύρροπον· τοῖς δὲ ἄρχουσιν ἠρεμαῖον μὲν τοῖς πρώτοις, ταραχῶδες δὲ τοῖς ὑστάτοις σύνεστι· ψυχαῖς δὲ ἐν κινήσεσι πολλαῖς μεταβαλλόμενον.

Καὶ μὴν τό γε ἀποκαθαρτικὸν τῶν ψυχῶν τέλεον μέν ἐστιν ἐν τοῖς θεοῖς, ἐν δὲ τοῖς ἀρχαγγέλοις ἀναγωγόν· ἄγγελοι δὲ λύουσι μόνον τῶν δεσμῶν τῆς ὕλης, δαίμονες δὲ εἰς τὴν φύσιν καθέλκουσιν· ἥρωες δὲ κατάγουσιν εἰς τὴν ἐπιμέλειαν τῶν αἰσθητῶν ἔργων· ἄρχοντες δὲ ἤτοι τὴν προστασίαν τῶν περικοσμίων ἢ τὴν τῶν ἐνύλων ἐπιστασίαν ἐγχειρίζουσι, ψυχαὶ δὲ ἐπιφαινόμεναι κατατείνουσί πως ἐπὶ τὴν γένεσιν.

Καὶ μὴν καὶ τόδε σκόπει· τὸ καθαρὸν καὶ ἑδραῖον τῆς φαινομένης εἰκόνος ἅπαν μὲν ἀποδίδου τοῖς κρείττοσι γένεσιν, ἤδη δὲ τὸ μὲν ὑπέρλαμπρον αὐτοῦ καὶ ἐν αὐτῷ μονίμως ἱδρυμένον ἀπόνεμε τοῖς θεοῖς, τὸ δὲ λαμπρὸν ἑστηκός τε ὡς ἐν ἑτέρῳ δίδου τοῖς ἀρχαγγέλοις, τὸ δ’ ἐν ἑτέρῳ μένον τοῖς ἀγγέλοις. ἐπὶ θάτερα τοίνυν ἀντιδιαί

ρει τὸ φερόμενον καὶ ἀνίδρυτον καὶ ἀναπεπλησμένον ἀλλοτρίων φύσεων, ὃ πᾶν ταῖς καταδεεστέραις ἐναρμόζει τάξεσιν.

Ἀλλ’ ἤδη κατὰ τὴν διαφορὰν τῆς συμμίξεως διαιρείσθω καὶ τοῦτο. τοῖς μὲν γὰρ δαίμοσιν ἀτμοὶ περικόσμιοι συμμίγνυνται καὶ φέρονται παρὰ τὴν τοῦ κόσμου κίνησιν ἀστάτως. ἥρωσι δὲ γενεσιουργοὶ πνευμάτων συστάσεις ἀνακεράννυνται, περὶ ἃς καὶ αὐτοὶ συγκινοῦνται· ἄρχοντες δὲ οἱ μὲν τοῦ κόσμου μένουσιν ὡσαύτως τὸ κοσμικὸν ὅπερ εἶχον ἐμφαίνοντες, οἱ δὲ τῆς ὕλης ὑλικῶν ἰχώρων εἰσὶν ἀνάμεστοι· ψυχαὶ δὲ περισσῶν μολυσμῶν καὶ ἀλλοτρίων πνευμάτων ἀναπίμπλανται, μεθ’ ὧν καὶ ἐν ταῖς ἐπιφανείαις ἕκαστον τούτων τῶν γενῶν ἑαυτὸ ἐπιδείκνυσι.

Δεῖγμα δ’ ἔσται σοι οὐ μικρὸν καὶ τὸ δαπανητικὸν τῆς ὕλης ἀθρόως ἐπὶ θεῶν. ἐπὶ δὲ τῶν ἀρχαγγέλων τὸ κατὰ βραχὺ αὐτῆς ἀναλωτικόν, ἐπὶ δὲ τῶν ἀγγέλων τὸ

λυτικὸν ἀπ’ αὐτῆς καὶ ἀπαγωγόν· ἐπὶ δὲ τῶν δαιμόνων τὸ διακοσμοῦν αὐτὴν ἐμμελῶς· ἐπὶ δ’ αὖ τῶν ἡρώων τὸ συναρμοζόμενον πρὸς αὐτὴν ἐν μέτροις τοῖς προσήκουσι καὶ ἐπιδεξίως αὐτῆς ἐπιμελούμενον. ἄρχοντες δὲ οἱ μὲν τῶν κόσμων ἡγεμόνες παρίστανται αὐτῆς ὑπερέχοντες καὶ οὕτως ἑαυτοὺς ἐκφαίνουσιν. οἱ δ’ ἔνυλοι παντελῶς ἀναπεπλησμένους ἑαυτοὺς ἀπὸ τῆς ὕλης ἐπιδεικνύουσι· καὶ τῶν ψυχῶν αἱ μὲν καθαραὶ τῆς ὕλης ἐκτός, αἱ δ’ ἐναντίαι περιεχόμεναι ὑπ’ αὐτῆς ἐπιφαίνονται.

Καὶ μὴν τά γε ἀπὸ τῶν ἐπιφανειῶν δῶρα οὔτε ἴσα ἐστὶ πάντα οὔτε καρποὺς ἔχει τοὺς αὐτούς· ἀλλὰ ἡ μὲν τῶν θεῶν παρουσία δίδωσιν ἡμῖν ὑγείαν σώματος, ψυχῆς ἀρετήν, νοῦ καθαρότητα καὶ πάντων, ὡς ἁπλῶς εἰπεῖν, τῶν ἐν ἡμῖν ἐπὶ τὰς οἰκείας ἀρχὰς ἀναγωγήν. καὶ τὸ μὲν ψυχρὸν ἐν ἡμῖν καὶ φθοροποιὸν ἀφανίζει, τὸ δὲ θερμὸν αὔξει καὶ δυνατώτερον καὶ ἐπικρατέστερον ἀπεργάζεται, ποιεῖ τε πάντα ἀναμετρεῖν τῇ ψυχῇ καὶ τῷ νῷ, νοητῇ τε ἁρμονίᾳ τὸ φῶς ἐλλάμπει, καὶ τὸ μὴ ὂν σῶμα ὡς

σῶμα τοῖς τῆς ψυχῆς ὀφθαλμοῖς διὰ τῶν τοῦ σώματος ἐπιδείκνυσιν· ἡ δὲ τῶν ἀρχαγγέλων τὰ αὐτὰ μὲν καὶ αὕτη παρέχει, πλὴν οὔτε ἀεὶ οὔτε ἐπὶ πάντων οὔτε διαρκῆ οὔτε τέλεια οὔτε ἀναφαίρετα τὰ ἀγαθὰ δίδωσι, τρόπῳ τε παρισωμένῳ τῆς ἐπιφανείας ἐπιλάμπει· ἡ δὲ τῶν ἀγγέλων ἔτι μεριστὰ μᾶλλον τὰ ἀγαθὰ δωρεῖται διῃρημένως, καὶ τὴν ἐνέργειαν δι’ ἧς ἐπιφαίνεται πολὺ λειπομένην ἔχει τοῦ συνειληφότος αὐτὴν ἐν ἑαυτῷ τελείου φωτός· ἡ δὲ τῶν δαιμόνων βαρεῖ μὲν τὸ σῶμα καὶ νόσοις κολάζει, καθέλκει δὲ καὶ τὴν ψυχὴν ἐπὶ τὴν φύσιν, σωμάτων δὲ καὶ τῆς συγγενοῦς τοῖς σώμασιν αἰσθήσεως οὐκ ἀφίστησι, τοὺς δ’ ἐπὶ τὸ πῦρ σπεύδοντας κατέχει περὶ τὸν τῇδε τόπον, τῶν δὲ τῆς εἱμαρμένης δεσμῶν οὐκ ἀπολύει· ἡ δὲ τῶν ἡρώων παραπλήσια μὲν ἔχει τὰ ἄλλα πρὸς τὴν τῶν δαιμόνων, ἰδιάζει δὲ ἐν τῷ καὶ πρὸς ἔργα τινὰ γενναῖα καὶ μεγάλα ἀνεγείρειν· ἡ δὲ τῶν ἀρχόντων αὐτοπτικὴ δεῖξις περικόσμια μὲν ἀγαθὰ τῶν περικοσμίων δίδωσι καὶ τὰ τοῦ βίου πάντα πράγματα· ὑλικὰ δέ, ἃ τῶν ὑλικῶν
ὀρέγει καὶ ὅσα χθόνιά ἐστιν ἔργα· ἀλλὰ μὴν ἥ γε τῶν ψυχῶν θέα τῶν μὲν ἀχράντων καὶ ἐν ἀγγέλων τάξει ἱδρυμένων ἀναγωγός ἐστι καὶ ψυχῆς σωτήριος, ἐπ’ ἐλπίδι τε ἱερᾷ ἐκφαίνεται, καὶ ὧν ἡ ἐλπὶς ἡ ἰερὰ ἀντιποιεῖται ἀγαθῶν τούτων παρέχει τὴν δόσιν· ἡ δὲ τῶν ἑτέρων καταγωγὸς ἐπὶ τὴν γένεσιν ὑπάρχει, φθείρει τε τοὺς τῆς ἐλπίδος καρποὺς καὶ παθῶν πληροῖ προσηλούντων τοὺς θεωροῦντας τοῖς σώμασι.

Καὶ μὴν τῆς γε τάξεως, ἥν οἱ ὁρώμενοι ἔχουσι, γίνεται ἔνδειξις ἐν ταῖς αὐτοψίαις, τῶν μὲν θεῶν θεοὺς ἢ ἀγγέλους ἐχόντων περὶ ἑαυτούς, τῶν δὲ ἀρχαγγέλων προπομποὺς ἀγγέλους ἢ σὺν ἑαυτοῖς συντεταγμένους ἢ κατόπιν ἑπομένους ἢ ἄλλην τινὰ δορυφορίαν πολλὴν ἀγγέλων περὶ ἑαυτοὺς περιβαλλομένων, ἀγγέλων δὲ τὰ οἰκεῖα ἔργα τῆς τάξεως ἐφ’ ἧς ἐπιβεβήκασι συνεπιδεικνύντων, τῶν δὲ ἀγαθῶν δαιμόνων τὰ σφέτερα δημιουργήματα καὶ ἀγαθά, ἃ δωροῦνται, συνθεωρεῖσθαι παρεχόντων, τῶν

δὲ τιμωρῶν δαιμόνων τὰ εἴδη τῶν τιμωριῶν ἐμφαινόντων, τῶν δὲ ἄλλων ὁπωσοῦν πονηρῶν θηρία τινὰ βλαβερὰ καὶ αἱμοβόρα καὶ ἄγρια περικειμένων, ἀρχόντων δὲ μοίρας τινὰς κοσμικὰς μεθ’ ἑαυτῶν ἐπιδεικνύντων, τῶν δὲ ἄλλων ἀρχόντων τὴν ἀταξίαν καὶ πλημμέλειαν τῆς ὕλης ἐφελκομένων· ψυχῆς δὲ τῆς μὲν ὅλης καὶ ἐν οὐδενὶ τῶν κατὰ μέρος εἴδει κατεχομένης, πῦρ ὁρᾶται ἀνείδεον περὶ ὅλον τὸν κόσμον ἐνδεικνύμενον τὴν ὅλην καὶ μίαν καὶ ἄτομον καὶ ἀνείδεον τοῦ παντὸς ψυχήν· τῆς δὲ ἀποκεκαθαρμένης πύριος ὁ τύπος βλέπεται καὶ ἄχραντον καὶ ἀμιγὲς τὸ πῦρ, τότε ἐγκαρδιαῖον αὐτῆς φῶς καὶ τὸ εἶδος καθαρὸν καὶ ἑδραῖον ὁρᾶται, καὶ μετὰ τοῦ ἀναγωγοῦ ἡγεμόνος ἀκολουθεῖ τῇ ἀγαθῇ θελήσει χαίρουσα, καὶ αὐτὴ τὴν οἰκείαν ἑαυτῇ τάξιν ἐπὶ τῶν ἔργων ἐκφαίνουσα· ἡ δὲ κάτω νεύουσα δεσμῶν καὶ κολάσεων ἐπισύρεται σημεῖα, ὑλικῶν τε πνευμάτων βρίθει συστάσεσι, καὶ ταραχαῖς ὕλης ἀνωμάλοις κατέχεται, δαιμόνων τε γενεσιουργῶν ἐπιστασίας ὁρᾶται προστησαμένη πρὸ ἑαυτῆς.
Καὶ συλλήβδην φάναι, πάντα τὰ γένη ταῦτα τὰς οἰκείας τάξεις ἐπιδεικνύουσιν ἅμα μεθ’ ἑαυτῶν· ἤδη τοίνυν καὶ τὰς χώρας ἃς εἰλήχασι, καὶ τὰς λήξεις ἐν αἷς ἐνοικοῦσὶ, παραδεικνύουσιν, ἀέριον μὲν πῦρ οἱ ἀέριοι, χθόνιον δὲ καὶ μελάντερον οἱ χθόνιοι, λαμπρότερον δὲ οἱ οὐράνιοι ἐπιδεικνύοντες· ἐν αὐτοῖς δὲ τούτοις τοῖς τρισὶν ὅροις τριπλῆς τάξεως, ἀρχῆς καὶ μεσότητος καὶ τέλους, ὅλα τὰ γένη κατενείματο, τὰ μὲν τῶν θεῶν τὰ ἀκρότατα καὶ καθαρώτατα αἴτια τῆς τριπλῆς τάξεως ταύτης ἐπιδεικνύοντα, τὰ δὲ τῶν ἀγγέλων ὡς ἐκδιδόμενα ἀπὸ τῶν ἀρχαγγέλων, ὑπηρετικὰ δὲ τούτοις τὰ τῶν δαιμόνων ἐπιφαινόμενα καὶ τὰ τῶν ἡρώων διακονικὰ ὡσαύτως, οὐ μέντοι κατὰ τὰς αὐτὰς ὑπηρεσίας τοῖς δαίμοσιν, ἀλλὰ καθ’ ἑτέρας αὐτῶν καὶ διαφερούσας· τὰ δὲ τῶν ἀρχόντων ὡς ἔχουσι τὴν ἐπιβάλλουσαν ἑαυτοῖς ἢ περὶ τὸν κόσμον ἢ τὴν ὕλην ἐπιστασίαν· τὰ δὲ τῶν ψυχῶν ὡς πάντα ἔσχατα τῶν κρειττόνων· ὅθεν δὴ καὶ τόπους μεθ’
ἑαυτῶν συμφαίνει τὰ πρῶτα τοὺς πρώτους καὶ τὰ δεύτερα τοὺς δευτέρους ἐν ἑκάστῳ τῶν τριῶν τούτων, καὶ τὰ ἄλλα ὡς ἕκαστα διατέτακται.

Καὶ μὴν τήν γε λεπτότητα τοῦ φωτὸς οἱ μὲν θεοὶ τοσαύτην ἐπιλάμπουσιν, ὡς μὴ δύνασθαι χωρεῖν αὐτὴν τοὺς σωματικοὺς ὀφθαλμούς, ἀλλὰ καὶ αὐτὸ πάσχειν τῶν ἰχθύων τοῖς ἀπὸ θολερᾶς καὶ παχείας ὑγρότητος εἰς ἀέρα λεπτὸν καὶ διαφανῆ ἀνασπωμένοις. καὶ γὰρ οἱ ἄνθρωποι οἱ θεωροὶ τοῦ θείου πυρὸς οὐ δυνάμενοι διὰ τὴν λεπτότητα τοῦ θείου πυρὸς· ἀναπνεῖν ὀλιγοδρανοῦσιν, ὡς ἰδεῖν φαίνονται, καὶ τοῦ συμφύτου πνεύματος ἀποκλείονται. ἀρχάγγελοι δὲ οὐκ ἀνεκτὴν μὲν εἰς τὸ ἀναπνεῖν οὐδὲ αὐτοὶ τὴν καθαρότητα ἀποστίλβουσιν, οὐ μὴν ὁμοίως γε ἀφόρητον τοῖς κρείττοσιν. αἱ δὲ τῶν ἀγγέλων παρουσίαι φορητὴν τοῦ ἀέρος κρᾶσιν ἐπιτελοῦσιν, ὥστε δύνασθαι αὐτὴν καὶ τοῖς θεουργοῖς συνάπτεσθαι. ἐπὶ δὲ τῶν δαιμόνων οὐδὲν ὁ ὅλος ἀὴρ συμπάσχει, οὐδὲ ὁ περὶ αὐτοὺς περικείμενος γίνεται λεπτότερος, οὐδὲ φῶς

προτρέχει εἰς ὅπερ προλαβὸν καὶ προκατασχὸν τὸν ἀέρα τό ἑαυτῶν εἶδος ἐκφαίνουσιν· οὐδὲ περὶ αὐτοὺς αὐγή τις περιλάμπει τὰ πανταχόθεν. ἐπὶ δὲ τῶν ἡρώων γῆς μὲν μέρη τινὰ συγκινεῖται καὶ ψόφοι περιηχοῦσιν· ὁ δὲ ὅλος ὁ ἀὴρ οὐ γίνεται λεπτότερος οὐδὲ ἀσύμμετρος τοῖς θεουργοῖς, ὥστε δύνασθαι αὐτὸν χωρεῖν. ἐπὶ δὲ τῶν ἀρχόντων περιβολὴ μὲν πλειόνων φασμάτων περιθεῖ δυσανάσχετος, ἤτοι κοσμικὴ ἢ περίγειος, οὐ μὴν ὑπερκόσμιός γε λεπτότης οὐδ’ ἡ τῶν ἄκρων στοιχείων παραγίνεται. ταῖς δὲ ψυχικαῖς ἐπιφανείαις συγγενὴς μᾶλλόν ἐστιν ὁ φαινόμενος ἀήρ, καὶ δέχεται αὐτῶν τὴν περιγραφὴν ἐν ἑαυτῷ συνηρτημένος πρὸς αὐτάς.

Τελευταῖον τοίνυν αἱ τῶν καλούντων τῆς ψυχῆς διαθέσεις ἐπὶ μὲν τῆς ἐπιφανείας τῶν θεῶν ἐξηλλαγμένην καὶ ὑπερέχουσαν παραδέχονται τὴν τελειότητα ἐνέργειάν τε κρείττονα παντελῶς, καὶ θεῖον ἔρωτα καὶ εὐφροσύνην ἀμήχανον ὅσην μεταλαγχάνουσιν· ἐπὶ δὲ τῶν ἀρχαγγέλων

ἄχραντον κατάστασιν νοεράν τε θεωρίαν καὶ δύναμιν ἄτρεπτον παραλαμβάνουσιν· ἐπὶ δὲ τῶν ἀγγέλων τὴν κατὰ λόγον σοφίαν καὶ ἀλήθειαν, ἀρετήν τε καθαρὰν καὶ βεβαίαν γνῶσιν καὶ τάξιν σύμμετρον μεταλαγχάνουσιν· ὅταν δὲ τοὺς δαίμονας θεωρῶσιν, ὄρεξιν τῆς γενέσεως καὶ τῆς φύσεως ἐπιθυμίαν τῶν τε καθ’ εἱμαρμένην ἔργων ἀποπλήρωσιν, δύναμίν τε ἀποτελεστικὴν τῶν τοιούτων πράξεων παραδέχονται· ἐὰν δὲ τοὺς ἥρωας, ἄλλα τε τοιαῦτα ἤθη ἀποφέρονται, καὶ τῶν διατεινόντων εἰς τὴν κοινωνίαν ψυχῶν πολλὰ σπουδάσματα μεταλαμβάνουσιν· ἡνίκα δ’ ἂν τοῖς ἄρχουσιν ἐνάπτωνται, κοσμικαὶ κινήσεις ἢ ἔνυλοι τῇ ψυχῇ συγκινοῦνται. μετὰ δὲ τῆς θέας τῶν ψυχῶν γενεσιουργοὺς ἐφέσεις καὶ συμφυεῖς ἐπιστασίας κομίζονται ἕνεκα τῆς τῶν σωμάτων ἐπιμελείας, ἄλλα τε ὅσα τούτων ἐστὶν ἐχόμενα.

Σὺν δὴ τούτοις ἡ μὲν τῶν θεῶν ἐπιφάνεια ἀλήθειαν παρέχει καὶ δύναμιν, ἔργων τε κατορθώσεις καὶ δόσεις ἀγαθῶν μεγίστων, ἡ δὲ τῶν ἄλλων τὰ σύμμετρα ἐπὶ τῆς ἑκά

στων τάξεως οἰκείως ἕκαστα χορηγεῖ· οἷον ἡ τῶν ἀρχαγγέλων ἀλήθειαν, οὐχ ἀπλῶς περὶ πάντων ἀλλὰ διωρισμένως ἐπί τινων, καὶ ταύτην οὐκ ἀεὶ ἀλλὰ ποτέ, οὐδὲ ἀδιορίστως πρὸς ἅπαντας ἢ πανταχοῦ ἀλλὰ διωρισμένως ὡδὶ ἢ πρὸς τόδε τι δίδωσι, δύναμίν τε ὡσαύτως οὐ συλλήβδην πάντων οὐδὲ ἀδιακρίτως ἀεὶ οὐδὲ πανταχοῦ, ἀλλὰ ποτὲ καὶ ποὺ συλλαμβάνει. ἡ δὲ τῶν ἀγγέλων τούτων ἕτι μᾶλλον ἀπομερίζει τὰς ἀεὶ ἐπὶ τὸ ἔλαττον ἀφοριζομένας περιγραφὰς ἐν τῇ τῶν ἀγαθῶν δόσει. ἡ δὲ τῶν δαιμόνων οὐκέτι τὰ τῆς ψυχῆς ἀγαθὰ δωρεῖται, ἀλλ’ ἤτοι τὰ τοῦ σώματος ἢ τῶν τῷ σώματι προσηκόντων, καὶ ταῦτα ὁπόταν ἡ τοῦ κόσμου τάξις ἐπιτρέπῃ. κατὰ τὰ αὐτὰ δὲ καὶ ἡ τῶν ἡρώων παρέχει τὰ δεύτερα καὶ τρίτα ἀγαθά, στοχαζομένη καὶ τῆς τῶν ψυχῶν περιγείου καὶ περικοσμίου πολιτείας ὅλης. ἡ δὲ τῶν ἀρχόντων κοσμικὰ μὲν ἡ ἑτέρα καὶ τὰ τοῦ βίου πάντα δωρεῖται, ἡ δὲ ἑτέρα καὶ ὑποδεεστέρα τῶν ἐνύλων οὐκ ὀλίγα παρέχει πλεονεκτήματα. ψυχαὶ δ’ ἐπιφαινόμεναι τὰ πρὸς τὸν ἀνθρώ
πινον βίον συμβαλλόμενα τοῖς θεωροῖς προξενοῦσι. καὶ οὕτως ἡμῖν κατὰ τὴν οἰκείαν ἑκάστων τάξιν καὶ ἡ ἀπ’ αὐτῶν δόσις οἰκείως διακέκριται, συγγενῆ τε εἴληφε τὴν ὅλην ἀπόκρισιν περὶ ὧν ἐν ταῖς ἐπιφανείαις αὐτῶν ἐπεζήτησας. τοσαῦτα δὴ οὖν ἡμῖν καὶ περὶ τούτων εἰρήσθω.

Ἃ δ’ αὐτὸς ἡμῖν συνεισφέρεις εἰς τὴν περὶ τούτων διάγνωσιν, εἴτε ὡς οἰκείαν γνώμην ἀποφαινόμενος εἴτε ὡς παρ’ ἄλλων ἀκούσας, οὐκ ἔστιν ἀληθῆ οὐδὲ ὀρθῶς λεγόμενα. λέγεις μὲν γὰρ τὸ περιαυτολογεῖν καὶ τὸ εἰδωλοποιὸν φάντασμα φαντάζειν, κοινὸν εἶναι θεοῖς καὶ δαίμοσι καὶ τοῖς κρείττοσι γένεσιν ἅπασι. τὸ δὲ οὐκ ἔστι τοιοῦτον ὁποῖον ὑπολαμβάνεις· διδαχῇ μὲν γὰρ τῆς οἰκείας οὐσίας θεὸς καὶ ἄγγελος καὶ δαίμων ἀγαθὸς χρῆται πρὸς ἄνθρωπον· προσθήκῃ δὲ μείζονι ἐν τοῖς λόγοις τῆς ὑπαρχούσης δυνάμεως ἢ τῶν οἰκείων ἀγαθῶν οὐδαμῶς χρῆται· ἥ τε γὰρ ἀλήθεια συνυπάρχει τοῖς θεοῖς, ὥσπερ καὶ ἡλίῳ τὸ φῶς κατ’ οὐσίαν συνυφέστηκεν· καὶ ἅμα

οὐδενὸς ἐνδεῆ τὸν θεόν φαμεν εἶναι κάλλους οὐδέ τινος ἀρετῆς, ἣν οἷόν τ’ ἐστὶ διὰ λόγων αὐτῷ προσθεῖναι. καὶ μὴν οἵ γε ἄγγελοι καὶ δαίμονες ἀπὸ θεῶν ἀεὶ παραλαμβάνουσι τὴν ἀλήθειαν· ὥστε οὐδὲν οὐδέποτε παρὰ ταύτην λέγουσι τέλειοι ὄντες κατὰ τὴν αὐτὴν οὐσίαν ἑκάτεροι, οὐδὲ αὐτῇ προσθεῖναι πλεῖον εἰς δοξολογίαν δύνανται.

Πότε οὖν συμβαίνει τὸ λεγόμενον ὑπὸ σοῦ ἀπατηλόν, τὸ τῆς περιαυτολογίας; ἡνίκα ἂν ἁμάρτημά τι συμβαίνῃ περὶ τὴν θεουργικὴν τέχνην, καὶ μὴ οἷα δεῖ τὰ αὐτοπτικὰ ἀγάλματα ἀλλ’ ἕτερα ἀνθ’ ἑτέρων ἀπαντήσῃ· τότε γὰρ ὑποδυόμενα τὰ καταδεέστερα τὸ τῶν σεμνοτέρων τάξεων σχῆμα, προσποιεῖται ἐκεῖνο εἶναι ὅπερ ὑποδέδυκε, καὶ ἐνταῦθα ἀλαζόνας προΐεται λόγους καὶ μείζονας τῆς παρούσης αὐτοῖς δυνάμεως. ἅτε γὰρ οἶμαι, τῆς πρώτης ἀρχῆς κιβδήλου παραφυομένης πολὺ τὸ ψεῦδος ἐκ τῆς παρατροπῆς ἐπιρρεῖ, ὃ δὴ δεῖ τοὺς ἱερέας καταμανθάνειν ἀπὸ τῆς ὅλης τάξεως ἐν τοῖς φάσμασιν, ἣν εὗ τηροῦντες

διελέγχονται, καὶ ἀποδοκιμάζουσιν αὐτῶν τὴν πεπλασμένην προσποίησιν, ὡς οὐδαμῶς ὑπάρχουσαν ἀληθινῶν καὶ ἀγαθῶν πνευμάτων. οὐδὲ δεῖ τὰ ἁμαρτήματα παραφέρειν ἐν τῇ ἀληθινῇ κρίσει τῶν ὄντων. οὐδὲ γὰρ ἐπὶ τῶν ἄλλων ἐπιστημῶν ἢ τεχνῶν ἀφ’ ὧν ἃ διασφάλλονται τὰ ἐν αὐτοῖς ἔργα δοκιμάζομεν.

Μὴ τοίνυν μηδὲ ἐνταῦθα τὰ μόλις καὶ διὰ μυρίων ἀγώνων κατορθούμενα ἀπὸ τῶν ἐξ ἐπιδρομῆς ἀμαθῶς ἐπιπηδώντων τῇ θεαγωγίᾳ χαρακτηρίζῃ· πλέον δὲ θάτερον ἀποφαίνου περὶ αὐτῶν. εἰ γὰρ τὰ ἀποπίπτοντα ἔργα τῆς αὐτοφανοῦς δείξεως τοιαῦτά ἐστιν οἷα σὺ λέγεις ἀλαζονικὰ καὶ ψευδῆ, τὰ τῶν ἀληθινῶν ἀθλητῶν περὶ τὸ πῦρ γνήσιά τε ἐστι καὶ ἀληθινά. ὥσπερ γὰρ ἐπὶ τῶν ἄλλων ἁπάντων τὰ ἀρχικὰ πρώτως ἀφ’ ἑαυτῶν ἄρχεται, καὶ ἑαυτοῖς παρέχει ὅπερ τοῖς ἄλλοις ἐνδίδωσιν, οἷον ἐν οὐσίᾳ ἐν ζωῇ ἐν κινήσει, οὕτω καὶ τὰ τὴν ἀλήθειαν χορηγοῦντα πᾶσι τοῖς οὖσι περὶ ἑαυτῶν πρώτως ἀληθεύει, καὶ τὴν ἑαυτῶν οὐσίαν προηγουμένως ἀναφαίνει τοῖς θε

ωροῦσι· διόπερ δὴ καὶ τὸ αὐτοπτικὸν πῦρ τοῖς θεουργοῖς ἐπιδείκνυσιν. οὐ γὰρ θερμότητος ἔργον ψύχειν, οὐδὲ φωτὸς τὸ ἐπισκοτεῖν ἢ ἀποκρύπτειν τι τῶν ὄντων, οὐδὲ ἄλλου οὐδενὸς τῶν κατ’ οὐσίαν ὁτιοῦν διαπραττομένων πάρεστιν ἅμα καὶ ἡ τοῦ ἐναντίου ἔργου δύναμις· ἀλλὰ τὰ μὴ φύσιν ἔχοντα καὶ ἐναντία τοῖς κατ’ οὐσίαν ὑπάρχουσι, ταῦτα ἐπιδέχεσθαι τὰ ἐναντία δύναται ἢ τῷ κακῷ περιπίπτειν πέφυκε.

Τὰ αὐτὰ τοίνυν καὶ περὶ τῶν φαντασμάτων ἐροῦμεν. εἰ γὰρ ταῦτα αὐτὰ μὲν οὐκ ἔστι τἀληθῆ, τοιαῦτα δὲ ἕτερα οἷάπερ ὑπάρχει τὰ ὄντα, οὐκ ἔστι δήπου ἐν τοῖς αὐτοφανέσι πνεύμασι, φαντάζεται δὲ εἶναι τοιαῦτα οἷάπερ αὐτὰ ἀληθῆ· μετέχει δὲ καὶ ταῦτα τοῦ ψεύδους καὶ τῆς ἀπάτης, ὥσπερ τὰ ἐν τοῖς εἰδώλοις φαινόμενα εἴδη τοιαῦτά ἐστι· καὶ οὕτω διακενῶς ἕλκει τὴν διάνοιαν περὶ ἃ οὐδ’ ὁτιοῦν τῶν κρειττόνων ἔσται γενῶν. ἐν δὲ ταῖς ἀπατηλαῖς ἔσται καὶ αὐτὰ παρατροπαῖς· τὸ γὰρ μίμημα τοῦ ὄντος καὶ τὸ ἀμυδρῶς εἰκαζόμενον καὶ τὸ ἀπάτης αἴτιον γιγνόμενον οὐδενὶ τῶν ἀληθινῶν καὶ ἐναργῶς

ὄντων γενῶν προσήκει· ἀλλ’ αὐτὰς μὲν οἱ θεοὶ καὶ οἱ τοῖς θεοῖς ἑπόμενοι τὰς ἀληθινὰς ἑαυτῶν εἰκόνας ἀποκαλύπτουσι, φαντάσματα δὲ αὐτῶν οἷα τὰ ἐν ὕδασιν ἢ ἐν κατόπτροις μεμηχανημένα οὐδαμῶς προτείνουσιν. τίνος γὰρ ἂν ἕνεκα ταῦτα ἐπιδείξειαν; πότερον ἔνδειγμα φέροντα τῆς ἑαυτῶν οὐσίας καὶ δυνάμεως; ἀλλὰ ταῦτά γε τοῦ παντὸς ἐνδεῖ, πλάνης γὰρ καὶ ἀπάτης αἴτια γίνεται τοῖς πιστεύουσι, καὶ ἀπὸ τῆς ἀληθινῆς γνώσεως τῶν θεῶν ἀποσπᾷ τοὺς θεωροῦντας. ἀλλ’ ἵνα τι χρήσιμον παράσχῃ τοῖς ἐποπτεύουσιν αὐτά· καὶ τί ἄν ποτε γένοιτο ἀπὸ τοῦ ψεύδους ὠφέλιμον; ἀλλ’ εἰ μὴ τοῦτο φύσιν ἔχει τὸ θεῖον, φάντασμα προτείνειν ἀφ’ ἑαυτοῦ; καὶ πότε ἂν τὸ μόνιμον καὶ ἱδρυμένον ἐν ἑαυτῷ γένος καὶ τὸ τῆς οὐσίας καὶ ἀληθείας αἴτιον εἰς ἀλλοτρίαν ἕδραν μίμημα ἄν τι ἀφ’ ἑαυτοῦ ἀπατηλὸν ἐμποιήσειεν;

Οὐδαμῶς ἄρα θεὸς οὔτε αὐτὸς ἑαυτὸν μεταβάλλει εἰς τὰ φαντάσματα, οὔτε ἀφ’ ἑαυτοῦ ταῦτα ἐν ἄλλοις προτείνει, τὰ δὲ ἀληθῆ ἐν τοῖς ἀληθέσιν ἤθεσι τῶν ψυχῶν ἐλλάμπει· κατὰ τὰ αὐτὰ δὲ καὶ οἱ τῶν θεῶν συνοπαδοὶ ζηλωταὶ τῆς τῶν θεῶν εἰσὶν αὐτοπτικῆς ἀληθείας.

Ὃ δὲ νῦν λέγεις, ὡς κοινόν ἐστι τὸ τῆς εἰδωλοποιίας καὶ τῆς περιαυτολογίας θεῶν καὶ δαιμόνων καὶ τῶν ἄλλων, συμφύρει πάντα τὰ τῶν κρειττόνων γένη ἐν ἀλλήλοις, καὶ οὐδ’ ἡντινοῦν αὐτῶν ἀπολείπει διαφορὰν πρὸς ἄλληλα· ἔσται γὰρ αὐτοῖς οὕτω κοινὰ πάντα, καὶ οὐδὲν τοῖς ὑπερέχουσιν ἀποδοθήσεται ἐξαίρετον. ἔνεστι δὲ οὖν καὶ δικαιότερον πρός σε ἀντιλέγειν, τί δὴ οὖν ἔσται κρεῖττον τὸ τῶν θεῶν γένος παρὰ τὸ τῶν δαιμόνων; ἀλλ’ οὔτ’ ἔχει κοινότητα ταῦτα τὰ γένη, οὔτε φανταστική ἐστιν αὕτη, οὔτε ἀπὸ τῶν τελευταίων καὶ ἐν τοῖς ἐσχάτοις πταισμάτων τὰ πρῶτα καὶ ἐν τοῖς πρώτοις ἀληθῆ ἀποτυπώματα ἀναλογίζεσθαι προσήκει. οὕτως ἄν τις καὶ περὶ τούτων δοξάζων τυγχάνοι τοῦ προσήκοντος καὶ τοῖς θείοις κεχαρισμένου.

Τὰ δ’ ἐφεξῆς ἐν οἷς τὴν περὶ τούτων ἄγνοιαν καὶ ἀπάτην, ἀνοσιουργίαν καὶ ἀκαθαρσίαν νενόμικας, προτρέπεις τε ἡμᾶς ἐπὶ τὴν ἀληθῆ περὶ αὐτῶν παράδοσιν, ἔχει

μὲν οὐδεμίαν ἀμφισβήτησιν, ἀλλ’ ὁμολογεῖται παρὰ πᾶσιν ὡσαύτως. τίς γὰρ οὐκ ἂν συγχωρήσειεν ἐπιστήμην τυγχάνουσαν τοῦ ὄντος οἰκειοτάτην εἶναι τῆς θείας αἰτίας θεοῖς, τὴν δὲ ἄγνοιαν τὴν ὑποφερομένην εἰς τὸ μὴ ὃν πορρωτάτω τῆς θείας αἰτίας τῶν ἀληθῶν εἰδῶν ἀποπίπτειν. ἀλλ’ ἐπεὶ οὐχ ἱκανῶς εἴρηται προσθήσω τὸ ἐλλεῖπον· καὶ διότι φιλοσόφως μᾶλλον καὶ λογικῶς ἀλλ’ οὐχὶ κατὰ τὴν ἔνεργον τῶν ἱερέων τέχνην τὸν ἀπολογισμὸν ποιεῖται, διὰ τοῦτο οἶμαι δεῖν θεουργικώτερον εἰπεῖν τι περὶ αὐτῶν.

Ἔστω μὲν γὰρ ἡ ἄγνοια καὶ ἀπάτη πλημμέλεια καὶ ἀσέβεια, οὐ μὴν διὰ τοῦτο ψευδῆ ποιεῖται καὶ τὰ οἰκείως τοῖς θεοῖς προσφερόμενα καὶ τὰ θεῖα ἔργα, οὐδὲ γὰρ ἡ ἔννοια συνάπτει τοῖς θεοῖς τοὺς θεουργούς· ἐπεὶ τί ἐκώλυε τοὺς θεωρητικῶς φιλοσοφοῦντας ἔχειν τὴν θεουργικὴν ἕνωσιν πρὸς τοὺς θεούς; νῦν δὲ οὐκ ἔχει τό γε ἀληθὲς οὕτως. ἀλλ’ ἡ τῶν ἔργων τῶν ἀρρήτων καὶ ὑπὲρ πᾶσαν νόησιν θεοπρεπῶς ἐνεργουμένων τελεσιουργία ἡ τε τῶν νοουμένων τοῖς θεοῖς μόνοις συμβόλων ἀφθέγκτων δύ

ναμις ἐντίθησι τὴν θεουργικὴν ἕνωσιν. διόπερ οὐδὲ τῷ νοεῖν αὐτὰ ἐνεργοῦμεν· ἔσται γὰρ οὕτω νοερὰ αὐτῶν ἡ ἐνέργεια καὶ ἀφ’ ἡμῶν ἐνδιδομένη· τὸ δ’ οὐδέτερόν ἐστιν ἀληθές. καὶ γὰρ μὴ νοούντων ἡμῶν αὐτὰ τὰ συνθήματα ἀφ’ ἑαυτῶν δρᾷ τὸ οἰκεῖον ἔργον, καὶ ἡ τῶν θεῶν, πρὸς οὓς ἀνήκει ταῦτα, ἄρρητος δύναμις αὐτὴ ἀφ’ ἑαυτῆς ἐπιγινώσκει τὰς οἰκείας εἰκόνας, ἀλλ’ οὐ τῷ διεγείρεσθαι ὑπὸ τῆς ἡμετέρας νοήσεως· οὐδὲ γὰρ ἔχει φύσιν τὰ περιέχοντα ὑπὸ τῶν περιεχομένων οὐδὲ τὰ τέλεια ὑπὸ τῶν ἀτελῶν οὐδ’ ὑπὸ τῶν μερῶν τὰ ὅλα ἀνακινεῖσθαι. ὅθεν δὴ οὐδ’ ὑπὸ τῶν ἡμετέρων νοήσεων προηγουμένως τὰ θεῖα αἴτια προκαλεῖται εἰς ἐνέργειαν· ἀλλὰ ταύτας μὲν καὶ τὰς ὅλας τῆς ψυχῆς ἀρίστας διαθέσεις καὶ τὴν περὶ ἡμᾶς καθαρότητα ὡς συναίτια ἄττα προϋποκεῖσθαι χρή, τὰ δ’ ὡς κυρίως ἐγείροντα τὴν θείαν θέλησιν αὐτὰ τὰ θεῖά ἐστι συνθήματα· καὶ οὕτως τὰ τῶν θεῶν αὐτὰ ὑφ’ ἑαυτῶν ἀνακινεῖται, ὑπ’ οὐδενὸς τῶν ὑποδεεστέρων ἐνδεχόμενά τινα εἰς ἑαυτὰ ἀρχὴν τῆς οἰκείας ἐνεργείας.

Ταῦτα δὴ τοῦδε ἕνεκα ἀπεμήκυνα, ὅπως μὴ νομίζῃς ἀφ’ ἡμῶν εἶναι τὸ πᾶν κῦρος τῆς ἐν ταῖς θεουργίαις ἐνεργείας, μηδ’ ἐν ταῖς ἐννοίαις ταῖς ἡμετέραις ἀληθῶς διακειμέναις ὑπολάβῃς καὶ τὸ ἀληθὲς αὐτῶν ἔργον κατορθοῦσθαι, μηδ’ ἐν τῇ ἀπάτῃ διαψεύδεσθαι. οὐδὲ γὰρ ἐὰν γνῶμεν τὰ ἑκάστῳ γένει παρακολουθοῦντα ἴδια, ἤδη καὶ τετυχήκαμεν αὐτῶν τῆς ἐπὶ τῶν ἔργων ἀληθείας. ἀλλ’ οὐκ ἄνευ μὲν τοῦ γνῶναι παραγίνεταί ποτε ἡ δραστικὴ ἕνωσις, οὐ μὴν ἔχει γε πρὸς αὐτὴν ταὐτότητα· ὥστε οὐδ’ ἡ καθαρότης ἡ θεία διὰ τῆς ὀρθῆς γνώσεως, ὥσπερ οὐδὲ ἡ τοῦ σώματος διὰ τῆς ὑγιείας, ἀλλὰ καὶ τοῦ γινώσκειν μᾶλλον ὑπερήνωται αὕτη καὶ ἀποκεκάθαρται. οὐδὲ ἄλλο τοίνυν οὐδὲν τῶν ἐν ἡμῖν τοιοῦτον ὑπάρχον, ὁποῖα τὰ ἀνθρώπινα, συνεργεῖ τε πρὸς τὸ τέλος τῶν θείων πράξεων.

Δέχου δὴ καὶ τοῦτο ἐν παρέργῳ μὲν εἰρημένον, πρὸς ὅλην δὲ τὴν ἐπίνοιαν τὴν σὴν περὶ τῆς θεουργικῆς τέχνης ἱκανῶς ἐνιστάμενον. τῆς δὲ αὐτῆς ἔχεται τούτοις

δυνάμεως κἀκεῖνα, ἐν οἷς ὅσιον καὶ ὠφέ λιμον εἶναι νενόμικας τὴν περὶ θεῶν ἐπιστήμην, καὶ τὸ μὲν τῆς ἀγνοίας τῆς περὶ τῶν τιμίων καὶ καλῶν σκότος καλεῖς, φῶς δὲ τὸ τῆς γνώσεως· καὶ τὸ μὲν ἐμπλῆσαι τίθεσαι πάντων κακῶν τοὺς ἀνθρώπους δι’ ἀμαθίαν καὶ τόλμαν, τὸ δ’ αἴτιον ἡγῇ πάντων ἀγαθῶν. καὶ γὰρ πάντα πρὸς τὸ αὐτὸ τείνει τοῖς ἔμπροσθεν εἰρημένοις, τετύχηκέ τε λόγου τοῦ προσήκοντος μετ’ ἐκείνων. δεῖ τοίνυν ταῦτα μὲν παραλιπεῖν, ἐπὶ δὲ τὰς περὶ τῆς μαντικῆς ζητήσεις μετελθεῖν, καὶ ταύτας διαλῦσαι συντόμως.