De Mysteriis

Iamblichus

Iamblichus. Jamblichi De mysteriis Liber. Parthey, Gustav, editor. Berlin: Nicolai, 1857.

Θεὸς ὁ τῶν λόγων ἡγεμών, ὁ Ἑρμῆς, πάλαι δέδοκται καλῶς ἅπασι τοῖς ἱερεῦσιν εἶναι κοινός· ὁ καὶ τῆς περὶ θεῶν ἀληθινῆς ἐπιστήμης προεστηκὼς εἷς ἐστιν ὁ αὐτὸς

ἐν ὅλοις· ᾧ δὴ καὶ οἱ ἡμέτεροι πρόγονοι· τὰ αὑτῶν τῆς σοφίας εὑρήματα ἀνετίθεσαν, Ἑρμοῦ πάντα τὰ οἰκεῖα συγγράμματα ἐπονομάζοντες. εἰ καὶ τοῦδε τοῦ θεοῦ καὶ ἡμεῖς τὸ ἐπιβάλλον καὶ δυνατὸν ἑαυτοῖς μέρος μετάσχοιμεν, σύ τε καλῶς ποιεῖς, τινὰ εἰς γνῶσιν τοῖς ἱερεῦσιν, ὡς φιλοῦσι, περὶ θεολογίας προτείνων ἐρωτήματα, ἐγώ τε εἰκότως τὴν πρὸς Ἀνεβὼ τὸν ἐμὸν μαθητὴν πεμφθεῖσαν ἐπιστολὴν ἐμαυτῷ γεγράφθαι νομίσας ἀποκρινοῦμαί σοι αὐτὰ τ’ ἀληθῆ ὑπὲρ ὧν πυνθάνῃ. οὐδὲ γὰρ ἂν εἴη πρέπον Πυθαγόραν μὲν καὶ Πλάτωνα καὶ Δημόκριτον καὶ Εὔδοξον καὶ πολλοὺς ἄλλους τῶν παλαιῶν Ἑλλήνων
τετυχηκέναι διδαχῆς τῆς προσηκούσης ὑπὸ τῶν καθ’ ἑαυτοὺς γινομένων ἱερογραμματέων, σὲ δ’ ἐφ’ ἡμῶν ὄντα καὶ τὴν αὐτὴν ἐκείνοις ἔχοντα γνώμην, διαμαρτεῖν τῆς ὑπὸ τῶν νῦν ζώντων καὶ καλουμένων κοινῶν διδασκάλων ὑφηγήσεως. ἐγὼ μὲν οὖν οὕτως ἐπὶ τὸν λόγον τὸν παρόντα πρόσειμι, σὺ δ’, εἰ μὲν βούλει, τὸν αὐτὸν ἡγοῦ σοι πάλιν ἀντιγράφειν ᾧπερ ἐπέστειλας· εὶ δὲ καὶ φαίνοιτό σοι δεῖν, ἐμὲ θὲς εἶναί σοι τὸν ἐν γράμμασι διαλεγόμενον ἤ τινα ἄλλον προφήτην Αἰγυπτίων· οὔδε γὰρ τοῦτο διενήνοχεν· ἢ ἔτι βέλτιον οἶμαι τὸν μὲν λέγοντα ἄφες, εἴτε χείρων εἴτε ἀμείνων εἴη, τὰ δὲ λεγόμενα σκόπει, εἴτε ἀλφθῆ εἴτε ψευδῆ λέγεται προθύμως ἀνεγείρας τὴν διάνοιαν.

Ἐν ἀρχῇ δὴ διελώμεθα τὰ γένη πόσα τέ ἐστι καὶ

ὁποῖα τῶν νυνὶ προκειμένων προβλημάτων· ἀπὸ τίνων τε εἴληπται θείων θεολογιῶν τὰ ἀπορήματα διέλθωμεν, καὶ κατὰ ποίας τινὰς ἐπιστήμας ἐπιζητεῖται τὴν πρόθεσιν αὐτῶν ποιησώμεθα.

Τὰ μὲν οὖν ἐπιποθεῖ διάκρισίν τινα τῶν κακῶς συγκεχυμένων, τὰ δ’ ἐστὶ περὶ τὴν αἰτίαν δι’ ἣν ἕκαστά ἐστί τε, οὕτωσι καὶ νοεῖται, τὰ δ’ ἐπ’ ἄμφω τὴν γνώμην ἕλκει κατ’ ἐναντίωσίν τινα προβαλλόμενα· ἔνια δὲ καὶ τὴν ὅλην ἀπαιτεῖ παρ’ ἡμῶν μυσταγωγίαν· τοιαῦτα δὲ ὄντα πολλαχόθεν εἴληπται καὶ ἀπὸ διαφερουσῶν ἐπιστημῶν.

Τὰ μὲν γὰρ ἀφ’ ὧν οἱ Χαλδαίων σοφοὶ παραδεδώκασι τὰς ἐπιστάσεις προσάγει, τὰ δ’ ἀφ’ ὧν Αἰγυπτίων οἱ προφῆται διδάσκουσι ποιεῖται τὰς ἀντιλήψεις, ἔνια δὲ καὶ τῆς τῶν φιλοσόφων θεωρίας ἐχόμενα τὰς ἐρωτήσεις

ἑπομένως αὐτοῖς ποιεῖται. ἤδη δέ τινα καὶ ἀπ’ ἄλλων οὐκ ἀξίων λόγου δοξασμάτων ἐφέλκεταί τινα ἀπρεπῆ διαμφισβήτησιν, τὰ δ’ ἀπὸ τῶν κοινῶν ὑπολήψεων παρ’ ἀνθρώποις ὥρμηται· αὐτά τε οὖν καθ’ ἑαυτὰ ἕκαστα ποικίλως διάκειται, καὶ πρὸς ἄλληλα πολυειδῶς συνήρμοσται, ὅθεν δὴ διὰ πάντα ταῦτα λόγου τινός ἐστιν ἐπιδεῆ τοῦ κατευθύνοντος αὐτὰ προσηκόντως.

Ἡμεῖς οὖν περὶ τὰ μὲν Ἀσσυρίων πάτρια δόγματα παραδώσομέν σοι μετ’ ἀκριβείας καὶ ἀληθείας τὴν γνώμην, τὰ δὲ ἡμέτερά σοι σαφῶς ἀποκαλύψομεν, τὰ μὲν ἀπὸ τῶν ἀρχαίων ἀπείρων γραμμάτων ἀναλογιζόμενοι τῇ γνώσει, τὰ δ’ ἀφ’ ὧν ὕστερον εἰς πεπερασμένον βιβλίον συνήγαγον οἱ παλαιοὶ τὴν ὅλην περὶ τῶν θείων εἴδησιν.

Φιλόσοφον δ’ εἴ τι προβάλλεις ἐρώτημα, διακρινοῦμέν σοι καὶ τοῦτο κατὰ τὰς Ἑρμοῦ παλαιὰς στήλας,

ἃς Πλάτων ἤδη πρόσθεν καὶ Πυθαγόρας διαναγνόντες φιλοσοφίαν συνεστήσαντο, τὰ δ’ ἀλλόφυλα ζητήματα ἢ ἀντιλογικὰ καὶ δυσεριστίαν τινὰ ἐμφαίνοντα πραῶς καὶ ἐμμελῶς παραμυθούμενοι· ἢ τὴν ἀτοπίαν αὐτῶν ἀποδείξομεν· καὶ ὅσα προχωρεῖ κατὰ τὰς κοινὰς ἐννοίας γνωρίμως πάνυ καὶ σαφῶς πειρασόμεθα διαλέγεσθαι, καὶ τὰ μὲν ἔργων θείων πείρας δεόμενα πρὸς ἀκριβῆ κατανόησιν (δυνατὸν μόνον διὰ λόγων) τὰ δὲ νοερᾶς θεωρίας πλήρη τε καθαιρεῖσθαι. σημεῖα δὲ αὐτῆς ἀξιόλογα δύναται φράζειν ἀφ’ ὧν δύνασαι καὶ σὺ καὶ οἱ σοὶ ὅμοιοι τῷ νῷ περιάγεσθαι περὶ τὴν οὐσίαν τῶν ὄντων, ὅσα δὲ τυγχάνει
διὰ λόγων ὄντα γνωστὰ τούτων οὐδὲν ἀπολείψομεν εἰς τὴν τελείαν ἀπόδειξιν· τὸ δ’ οἰκεῖον ἐπὶ πᾶσιν ἀποδώσομέν σοι προσηκόντως, καὶ τὰ μὲν θεολογικὰ θεολογικῶς, θεουργικὰ δὲ θεουργικῶς ἀποκρινούμεθα, φιλοσόφως δὲ τὰ φιλόσοφα μετὰ σοῦ συνεξετάσομεν· καὶ τούτων μὲν ὅσα: εἰς τὰ πρῶτα αἴτια διήκει κατὰ τὰς πρώτας ἀρχὰς συνακολουθοῦντες εἰς φῶς προάξομεν, ὅσα δὲ περὶ ἠθῶν ἢ περὶ τελῶν εἴρηται κατὰ τὸν ἠθικὸν τύπον διατήσομεν δεόντως, καὶ τἄλλα ὡσαύτως κατὰ τὸν οἰκεῖον τρόπον ἐν τάξει διαθησόμεθα· ἤδη δὲ ἁψώμεθα τῶν σῶν ἐρωτήσεων.

Φῆς τοίνυν πρῶτον διδόναι εἶναι θεούς. τὸ δ’ ἐστὶν οὐκ ὀρθὸν οὑτωσὶ λεγόμενον. συνυπάρχει γὰρ ἡμῶν αὐτῇ τῇ οὐσίᾳ ἡ περὶ θεῶν ἔμφυτος γνῶσις, κρίσεώς τε πάσης ἐστὶ κρείττων καὶ προαιρέσεως, λόγου τε καὶ ἀποδείξεως προϋπάρχει· συνήνωταί τε ἐξ ἀρχῆς πρὸς τὴν οἰκείαν

αἰτίαν, καὶ τῇ πρὸς τἀγαθὸν οὐσιώδει τῆς ψυχῆς ἐφέσει συνυφέστηκεν.

Εἰ δὲ δεῖ τἀληθὲς εἰπεῖν οὐδὲ γνῶσίς ἐστιν · ἡ πρὸς τὸ θεῖον συναφή. διείργεται γὰρ αὕτη πως ἑτερότητι. πρὸ δὲ τῆς ὡς ἑτέρας ἕτερον γιγνωσκούσης αὐτοφυής ἐστι καὶ ἀδιάκριτος ἡ τῶν θεῶν ἐξηρτημένη μονοειδὴς συμπλοκή. οὐκ ἄρα συγχωρεῖν χρὴ ὡς δυναμένης αὐτὴν καὶ διδόναι καὶ μὴ· διδόναι, οὐδ’ ὡς ἀμφίβολον.· τίθεσθαι (ἕστηκε γὰρ ἀεὶ κατ’ ἐνέργειαν ἑνοειδῶς) οὐδ’ ὡς κυρίης οὔσης· τοῦ κρίνειν τε· καὶ ἀποκρίνεν οὕτως αὐτὴν δοκιμάζειν ἄξιον· περιεχόμεθα γὰρ ἐν αὐτῇ μᾶλλον ἡμεῖς καὶ· πληρούμεθα· ὑπ’ αὐτῆς, καὶ αὐτὸ ὅπέρ ἐσμεν ἐν τῷ τοὺς θεοὺς εἰδέναι ἔχομεν.

Ὁ δὲ αὐτός ἐστί μοι λόγος πρὸς σέ, καὶ περὶ τῶν συνεπομένων θεοῖς κρειττόνων γενῶν, δαιμόνων φημὶ καὶ

ἡρώων καὶ ψυχῶν ἀχράντων· καὶ γὰρ περὶ τούτων ἕνα λόγον ὡρισμένον τῆς οὐσίας ἀεὶ δεῖ νοεῖν, τὸ δ’ ἀόριστον καὶ ἄστατον τῆς ἀνθρωπίνης ἀναιρεῖν δόσεως, καὶ τὸ μὲν ἐξ ἀντιρρόπου τῶν διαλογισμῶν ἀντιστάσεως ἐπικλίνον ἐπὶ θάτερα παραιτεῖσθαι· ἀλλότριον γάρ ἐστι τῶν τοῦ λόγου καὶ τῆς ζωῆς ἀρχῶν τὸ τοιοῦτον, ἐπὶ δὲ τὰ δεύτερα ἀποφέρεται μᾶλλον, καὶ ὅσα τῇ δυνάμει καὶ τῇ ἐναντιώσει τῆς γενέσεως προσήκει. μονοειδῶς δὲ αὐτῶν ἀντελαμβάνεσθαι δεῖ.

Ἐοικέτω δὴ οὖν τοῖς ἀιδίοις τῶν θεῶν συνοπαδοῖς καὶ ἡ σύμφυτος αὐτῶν κατανόησις· ὥσπερ οὖν αὐτοὶ τὸ εἶναι· ἔχουσιν ἀεὶ ὡσαύτως, οὕτως καὶ ἡ ἀνθρωπίνη ψυχὴ κατὰ τὰ αὐτὰ τῇ γνώσει πρὸς αὐτοὺς συναπτέσθω, εἰκασίᾳ μὲν ἢ δόξῃ ἢ συλλογισμῷ τινι, ἀρχομένοις ποτὲ ἀπὸ χρόνου, μηδαμῶς τὴν ὑπὲρ ταῦτα πάντα οὐσίαν μεταδιώκουσα, ταῖς δὲ καθαραῖς καὶ ἀμέμπτοις νοήσεσιν, ἃς εἴληφεν ἐξ ἀιδίου παρὰ τῶν θεῶν, ταύταις αὐτοῖς συνηρ

τημένη· σὺ δ’ ἔοικας ἡγεῖσθαι τὴν αὐτὴν εἶναι τῶν θείων καὶ τῶν ἄλλων ὁποιωνοῦν γνῶσιν, δίδοσθαί τε ἀπὸ τῶν ἀντικειμένων τὸ ἕτερον μόριον, ὥσπερ εἴωθε καὶ ἐπὶ τῶν ἐν ταῖς διαλέκτοις προτεινομένων· τὸ δὲ οὐκ ἔστιν οὐδαμῶς παραπλήσιον· ἐξήλλακται γὰρ αὐτῶν ἡ εἴδησις, ἀντιθέσεώς τε πάσης κεχώρισται, καὶ οὐκ ἐν τῷ συγχωρεῖσθαι νῦν ἢ ἐν τῷ γίγνεσθαι ὑφέστηκεν, ἀλλ’ ἦν ἐξ ἀιδίου μονοειδὴς ἐπὶ τῇ ψυχῇ συνυπάρχουσα.

Περὶ μὲν οὖν τῆς πρώτης ἀρχῆς ἐν ἡμῖν, ἀφ’ ἧς ὁρμᾶσθαι δεῖ τοὺς ὁτιοῦν λέγοντάς τε καὶ ἀκούοντας περὶ τῶν κρειττόνων ἢ καθ’ ἡμᾶς, τοιαῦτα πρὸς σὲ λέγω,

ἃ δ’ ἐπιζητεῖς ἰδιώματα τίνα ἐστὶν ἑκάστῳ τῶν κρειττόνων γενῶν, οἷς κεχώρισται ἀπ’ ἀλλήλων, εἰ μὲν ὡς εἰδοποιοὺς διαφορὰς ὑπὸ ταυτὸ γένος ἀντιδιαιρουμένας νοεῖς σὺ τὰ ἰδιώματα, ὥσπερ ὑπὸ τὸ ζῶον τὸ λογικὸν καὶ ἄλογον, οὐδέποτε παραδεχόμεθα τὰ τοιαῦτα ἐπὶ τῶν μήτε κοινωνίαν οὐσίας μίαν μήτε ἐξισάζουσαν ἐχόντων ἀντιδιαίρεσιν, μήτε

σύνθεσιν τὴν ἐξ ἀορίστου τοῦ κοινοῦ καὶ ὁρίζοντος τοῦ ἰδίου προσλαμβανόντων. εἰ δὲ ὡς ἐν προτέροις καὶ δευτέροις κατ’ οὐσίαν τε ὅλην καὶ παντὶ τῷ γένει ἐξαλλαττομένοις ἁπλῆν τινα κατάστασιν πεπερασμένην ἐν ἑαυτῇ τὴν ἰδιότητα ὑπολαμβάνεις, ἔχει μὲν λόγον ἡ ἔννοια τῶν ἰδιωμάτων· χωριστὰ γὰρ ἔσται δήπου ταῦτα καὶ ἁπλᾶ ἕκαστα ἐξῃρημένα τῷ παντὶ τὰ τῶν ἀεὶ ὑπαρχόντων ἰδιώματα. ἡ δ’ ἐρώτησις ἀτελῶς πρόεισιν· ἔδει μὲν γὰρ κατ’ οὐσίαν πρῶτον ἔπειτα κατὰ δύναμεν εἶθ’ οὕτω κατ’ ἐνέργειαν πυνθάνεσθαι, τίνα αὐτῶν ὑπάρχει τὰ ἰδιώματα· ὡς δὲ νῦν ἠρώτησας τίσιν ἰδιώμασιν κεχώρισται, ἰδιώματα ἐνεργεῶν μόνον εἴρηκας· ἐπὶ τῶν τελευταίων ἄρα τὸ διάφορον ἐν αὐτοῖς ἐπιζητεῖς, τὰ δὲ πρώτιστα αὐτῶν καὶ τιμιώτατα ὡσπερεὶ στοιχεῖα τῆς παραλλαγῆς ἀφῆκας ἀδιερεύνητα.

Πρόσκειται δὲ δὴ αὐτόθι καὶ τὸ τῶν δραστικῶν ἢ παθητικῶν κινήσεων, ἥκιστα προσήκουσαν ἔχον διαίρεσιν

εἰς διαφορὰν τῶν κρειττόνων γενῶν. οὐδενὶ γὰρ αὐτῶν ἡ τοῦ δρᾷν καὶ πάσχειν ἔνεστιν ἐναντίωσις, ἀπόλυτοι δέ τινες αὐτῶν καὶ ἄτρεπτοι καὶ ἄνευ τῆς πρὸς τὸ ἀντικείμενον σχέσεως θεωροῦνται αἱ ἐνέργειαι· ὅθεν οὐδὲ τὰς τοιαύτας κινήσεις τὰς ἐκ ποιοῦντος καὶ πάσχοντος ἐπ’ αὐτῶν παραδεχόμεθα. οὐδὲ γὰρ ἐπὶ τῆς ψυχῆς τὴν ἀπὸ τοῦ κινοῦντος καὶ κινουμένου προσιέμεθα αὐτοκινησίαν, ἁπλῆν δέ τινα κίνησιν οὐσιώδη αὐτὴν ἑαυτῆς οὖσαν, καὶ οὐ πρὸς ἕτερον ἔχουσαν σχέσιν, ἐξῃρημένην τοῦ ποιεῖν εἰς ἑαυτὴν καὶ πάσχειν ὑφ’ ἑαυτῆς ὑποτιθέμεθα αὐτὴν εἶναι. ἤ που ἄρα ἐπὶ τῶν κρειττόνων τῆς ψυχῆς γενῶν ἀνάσχοιτο ἄν τις αὐτῶν κατὰ τὰς ποιητικὰς ἢ παθητικὰς κινήσεις διακρίνειν τὰς ἰδιότητας;

Ἔτι τοίνυν ἀλλοτρίως αὐτῶν κᾀκεῖνο τὸ « ἢ τῶν παρεπομένων» προστίθεται. ἐπὶ μὲν γὰρ τῶν συνθέτων καὶ τῶν μεθ’ ἑτέρων ἢ ἐν ἄλλοις ὄντων καὶ τῶν περιεχομένων ὑφ’ ἑτέροις τὰ μὲν ὡς προηγούμενα τὰ δ’ ὡς ἑπόμενα νοεῖται, καὶ τὰ μὲν ὡς ὄντα τὰ δ’ ὡς ἐπισυμβαίνοντα

ταῖς οὐσίαις· σύνταξις γάρ τις αὐτῶν συνίσταται, ἀνοικειότης τε μεταξὺ παρεμπίπτει καὶ διάστασις· ἐπὶ δὲ τῶν κρειττόνων πάντα ἐν τῷ εἶναι νοεῖται, καὶ τὰ ὅλα προηγουμένως ὑπάρχει, χωριστά τε ἐστὶ καθ’ αὑτὰ καὶ οὐκ ἀφ’ ἑτέρων ἢ ἐν ἄλλοις ἔχοντα τὴν ὑπόστασιν. ὥς τε οὐδέν ἐστιν ἐπ’ αὐτῶν παρεπόμενον, οὐκ οὖν οὐδ’ ἀπὸ τούτων χαρακτηρίζεται αὐτῶν ἡ ἰδιότης.

Καὶ δεῖ ἐπὶ τῷ τέλει τῆς ἐρωτήσεως συμφέρειν τὴν κατὰ φύσιν διάκρισιν· τὸ μὲν γὰρ ἐρώτημα ἐπιζητεῖ, πῶς ταῖς ἐνεργείαις καὶ ταῖς φυσικαῖς κινήσεσι καὶ τοῖς παρεπομένοις αἱ οὐσίαι γνωρίζονται. τὸ δὲ πᾶν τοὐναντίον ὑπάρχει· εἰ μὲν γὰρ ἦσαν αἱ ἐνέργειαι καὶ κινήσεις ὑποστατικαὶ τῶν οὐσιῶν, αὐταὶ καὶ τῆς διαφορότητος ἂν αὐτῶν ἦσαν κύριαι, εἰ δ’ αἱ οὐσίαι γεννῶσι τὰς ἐνεργείας, αὐταὶ πρότερον οὖσαι χωρισταὶ παρέχουσι καὶ ταῖς κινήσεσι καὶ ἐνεργείαις καὶ τοῖς παρεπομένοις τὸ διίστασθαι·

καὶ τοῦτο δὴ οὖν εἰς τὴν θήραν τῆς νυνὶ ζητουμένης ἰδιότητος ὑπεναντίως ἔχει.

Τὸ δ’ ὅλον, πότερον ἓν γένος ἡγούμενος θεῶν, καὶ δαιμόνων ἕν, καὶ ἡρώων ὡσαύτως, καὶ ψυχῶν τῶν καθ’ αὑτὰς ἀσωμάτων, ἀπαιτεῖς αὐτῶν τὴν κατὰ τὰ ἰδιώματα διάκρισιν, ἢ πολλὰ ἕκαστα τιθέμενος. εἰ μὲν γὰρ ἓν ἕκαστον ὑπολαμβάνεις, συγχεῖται πᾶσα τῆς ἐπιστημονικῆς θεολογίας ἡ διάταξις, εἰ δ’ ὥσπερ ἐστὶν ἐμπλησθῆναι, τοῖς γένεσιν ἀφώρισται, καὶ οὐκ ἔστιν ἐπ’ αὐτοῖς εἷς οὐσιώδης κοινὸς λόγος, ἀλλὰ τὰ πρότερον αὐτῶν ἀπὸ τῶν καταδεεστέρων ἐξῄρηται, οὔτε οἷόν τε κοινὰ αὐτῶν ἐξευρεῖν πέρατα· ἐάν τε καὶ ᾖ δυνατόν, αὐτὸ δὲ τοῦτο τὰ ἰδιώματα αὐτῶν ἀναιρεῖ· ταύτῃ μὲν οὖν οὐκ ἄν τις εὕροι τὸ ἐπιζητούμενον· τὴν δὲ ἀνὰ τὸν αὐτὸν λόγον ταυτότητα ἐπὶ τῶν ἀναφερόντων λογιζόμενος, οἷον ἐπὶ τῶν πολλῶν ἐν τοῖς θεοῖς γενῶν, καὶ αὖθις ἐπὶ τῶν ἐν τοῖς δαίμοσι καὶ ἥρωσι, καὶ τὸ τελευταῖον ἐπὶ τῶν ψυχῶν, δύναιτο ἄν τις αὐτῶν ἀφορίζεσθαι τὴν ἰδιότητα.

Τίς μὲν οὖν ὀρθότης ἦν τῆς παρούσης ἐρωτήσεως καὶ διορισμὸς αὐτῆς, πῶς ἀδύνατος καὶ πῶς δυνατὴ γενέσθαι, διὰ τοῦτο ἡμῖν παραδεδείχθω·

ἴωμεν δ’ ἐφεξῆς ἐπὶ τὴν ἀπόκρισιν ὧν ἐπεζήτησας. ἔστι δὴ οὖν τἀγαθὸν τότε ἐπέκεινα τῆς οὐσίας καὶ τὸ κατ’ οὐσίαν ὑπάρχον· ἐκείνην λέγω τὴν οὐσίαν τὴν πρεσβυτάτην καὶ τιμιωτάτην καὶ καθ’ αὑτὴν οὖσαν ἀσώματον, θεῶν ἰδίωμα ἐξαίρετον καὶ κατὰ πάντα τὰ γένη τὰ περὶ αὐτοὺς ὄντα, τηροῦν μὲν οὖν αὐτῶν τὴν οἰκείαν διανομὴν καὶ τάξιν καὶ οὐκ ἀποσπώμενον ταύτης, τὸ αὐτὸ δ’ ὅμως ἐν ὅλοις ὡσαύτως ὑπάρχον.

Ψύχαῖς δὲ ταῖς ἀρχούσαις τῶν σωμάτων καὶ προηγουμέναις αὐτῶν τῆς ἐπιμελείας καὶ πρὸ τῆς γενέσεως τεταγμέναις ἀιδίοις καθ’ ἑαυτὰς οὐσία μὲν τοῦ ἀγαθοῦ οὐκ ἔτι πάρεστιν, οὐδ’ αἰτία τοῦ ἀγαθοῦ προτέρα οὖσα καὶ τῆς οὐσίας, ἐποχὴ δέ τις ἀπ’ αὐτοῦ καὶ ἕξις παραγίνεται· οἷα θεωροῦμεν τὴν τοῦ κάλλους καὶ τῆς ἀρετῆς μετουσίαν πολὺ διάφορον οὖσαν ἢ οἵαν νοοῦμεν ἐπὶ τῶν

ἀνθρώπων· αὕτη μὲν γὰρ ἀμφίβολός τις καὶ ὥσπερ ἐπίκτητος ἐν τοῖς συνθέτοις παραγίνεται, ἡ δὲ ἀμετάστατος ἐνίδρυται ταῖς ψυχαῖς καὶ ἀνέκλειπτος, οὔτε αὐτή ποτε ἐξισταμένη ἀφ’ ἑαυτῆς, οὐθ’ ὑπ’ ἄλλων τινῶν ἀφαιρουμένη.

Ἀρχῆς δὴ οὖν καὶ τελευτῆς τοιαύτης οὔσης ἐν τοῖς θείοις γένεσι, δύο τῶν ἄκρων ὄρων τούτων μεταξὺ νόει μεσότητα, ὑψηλοτέραν μὲν τῆς τῶν ψυχῶν τάξεως, τὴν τῶν ἡρώων ἐπιτεταγμένην, δυνάμει καὶ ἀρετῇ, κάλλει τε καὶ μεγέθει, καὶ πᾶσι τοῖς περὶ τὰς ψυχὰς ἀγαθοῖς οὖσι παντελῶς αὐτὴν ὑπερέχουσαν, προσεχῆ δ’ ὁμῶς αὐταῖς συναπτομένην διὰ τὴν τῆς ζωῆς ὁμοειδῆ συγγένειαν· τῆς δὲ τῶν θεῶν ἐξηρτημένην τὴν τῶν δαιμόνων μακρῷ δή τινι καταδεεστέραν αὐτῆς, συνακολουθοῦσαν, ἅτε δὴ ἀ πρωτουργὸν οὖσαν, ὑπηρετικὴν δέ τινα τῆς ἀγαθῆς βουλήσεως τῶν θεῶν συνεπομένην, ἐκφαίνουσαν εἰς ἔργον τὸ ἀφανὲς αὐτῶν ἀγαθόν, ἀπεικαζομένην τε πρὸς αὐτό, καὶ τὰ δημιουργήματα ἐπιτελοῦσαν πρὸς τὸ αὐτὸ ἀφομοιούμενα,

τό τε γὰρ ἄρρητον αὐτοῦ ῥητὸν καὶ τὸ ἀνείδεον ἐν εἴδεσι διαλάμπουσαν, καὶ τὸ ὑπὲρ πάντα λόγον αὐτοῦ εἰς λόγους φανεροὺς προσάγουσαν, καὶ δεχομένην μὲν ἤδη τῶν καλλῶν τὴν μετουσίαν συμπεφυκυῖαν, παρέχουσαν δ’ αὐτὴν ἀφθόνως τοῖς μεθ’ ἑαυτὴν γένεσι καὶ διαπορθμεύουσαν.

Ταῦτα δὲ οὖν τὰ γένη μέσα συμπληροῦνται τὸν κοινὸν σύνδεσμον θεῶν τε καὶ ψυχῶν, καὶ ἀδιάλυτον αὐτῶν τὴν συμπλοκὴν ἀπεργάζεται, μίαν τε συνέχειαν ἄνωθεν μέχρι τοῦ τέλους συνδεῖ, καὶ ποιεῖ τῶν ὅλων τὴν κοινωνίαν εἶναι ἀδιαίρετον, κρᾶσιν τε ἀρίστην καὶ σύμμιξιν τοῖς ὅλοις ἔχειν σύμμετρον, πρόοδόν τε ἀπὸ τῶν βελτιόνων ἐπὶ τὰ ἐλάττονα καὶ ἀναγωγὴν ἀπὸ τῶν ὑποδεεστέρων ἐπὶ τὰ πρότερα, ἀναβιβάζει πως ἐξ ἴσου τάξιν τε καὶ μέτρα τῆς κατιούσης μεταδόσεως ἀπὸ τῶν ἀμεινόνων, καὶ τῆς ἐγγιγνομένης ὑποδοχῆς ἐν τοῖς ἀτελεστέροις, ἐντίθησι καὶ ποιεῖ πάντα πᾶσι προσήγορα καὶ συναρμόζοντα, ἄνωθεν τὰς τούτων ὅλων αἰτίας ἀπὸ τῶν θεῶν παραδεχόμενα.

Ταύτην δὴ οὖν τὴν διαίρεσιν μὴ νομίσῃς ἰδίαν εἶναι δυνάμεων ἢ ἐνεργειῶν ἢ οὐσίας, μηδὲ χωρὶς διαλαβὼν ἐφ’ ἑνὸς αὐτῶν ἐπισκόπει, κοινῇ δὲ κατὰ πάντων αὐτὴν διατείνας τούτων, τὸ τέλεον ἀποδώσεις τῇ ἀποκρίσει περὶ ὧν ἐπεζήτησας θείων τε καὶ δαιμονίων καὶ ἡρωικῶν καὶ τῶν ἐν ταῖς ψυχαῖς ἰδιωμάτων.

Κατ’ ἄλλην δὲ αὖθις ἀφορμὴν τὸ μὲν ἡνωμένον πᾶν, ὅσον ἂν ᾖ καὶ ὁποῖον καὶ τὸ μονίμως ἱδρυμένον ἐν· ἑαυτῷ, τό τε τῶν ἀμερίστων οὐσιῶν αἴτιον τὸ ἀκίνητον, οὕτω νοούμενον ὡς αἴτιον εἶναι πάσης κινήσεως, τό τε ὑπερέχον τῶν ὅλων καὶ μηδ’ ὁτιοῦν ἔχον κοινὸν πρὸς αὐτά, καὶ δὴ καὶ τὸ ἄμικτον καὶ χωριστὸν ἐν τῷ εἶναί τε καὶ δύνασθαι καὶ ἐνεργεῖν κοινῶς νοούμενον, πάντα δὲ τὰ τοιαῦτα τοῖς θεοῖς ἀνατιθέναι ἄξιον. τὸ δ’ εἰς πλῆθος ἤδη διακρινόμενον καὶ δυνάμενον ἑαυτὸ διδόναι ἄλλοις, δεχόμενόν τε ἀφ’ ἑτέρων τὸ πέρας ἐν ἑαυτῷ, καὶ ἰκανὸν μὲν ἐν ταῖς διανομαῖς ὄν τῶν μεριστῶν, ὥστε καὶ ταῦτα ἀποπληροῦν, κινήσεως δὲ πρωτουργοῦ καὶ ζωοποιοῦ

μέτοχον, κοινωνίαν τε ἔχον πρὸς ὅλα τὰ ὄντα καὶ τὰ γιγνόμενα, σύμμιξίν τε ἀπὸ πάντων παραλαμβάνον, καὶ σύγκρασιν ἀφ’ ἑαυτοῦ ἐπὶ πάντα παρεχόμενον, καὶ ταῦτα δι’ ὅλων τῶν ἐν ἑαυτῷ δυνάμεών τε καὶ οὐσιῶν καὶ ἐνεργειῶν διατεῖνον τὰ ἰδιώματα, τοῦτο δὴ πᾶν ἔμφυτον ταῖς ψυχαῖς ἀποδῶμεν ἀληθῆ λέγοντες.

Τί οὖν δὴ περὶ τῶν μέσων ἐροῦμεν; ἡγοῦμαι μὲν αὐτὰ εἶναι κατάδηλα πᾶσιν ἀπὸ τῶν προειρημένων· συμπληροῖ γὰρ καὶ ταῦτα τῶν ἄκρων τὴν ἀλληλουχίαν ἀδιαίρετον· οὐ μὴν ἀλλὰ δεῖ καὶ ἐπεξελθεῖν τῷ λόγῳ. τίθεμαι δὴ οὖν τὸ μὲν δαιμόνιον φῦλον ἐν τῷ ἑνὶ πληθυόμενον καὶ συμμιγνύμενον ἀμιγῶς, καὶ τἄλλα πάντα τὰ καταδεέστερα κατὰ τὴν τοῦ βελτίονος ἰδέαν προσειληφός, τὸ δ’ αὖ τῶν ἡρώων προστησάμενον μὲν προχειρότερον τὴν διαίρεσιν λέγω καὶ τὸ πλῆθος, τήν τε κίνησιν καὶ τὴν σύμμιξεν καὶ τὰ συγγενῆ τούτοις, ἄνωθεν δ’ ἐφεστηκότα καὶ οἷον ἀποκρυπτόμενα εἰς τὸ ἔσω τὰ βελτίονα παραδεχόμενον, ἕνωσίν φημι καὶ καθαρότητα καὶ τὴν μό

νιμον κατάστασιν, ταυτότητά τε ἀμέριστον καὶ ὑπεροχὴν τῶν ἄλλων, ἅτε γὰρ ἑκατέρου τούτων τῶν γενῶν προσεχοῦς ὄντος ἑκατέρῳ τῶν ἄκρων, τοῦ μὲν τῷ πρωτίστῳ, τοῦ δὲ τῷ ἐσχάτῳ· εἰκότως δὲ κατὰ συνεχεῖς συγγενείας τὸ μὲν ἀρχόμενον ἀπὸ τῶν ἀρίστων πρόεισιν ἐπὶ τὰ ἐλάττονα, τὸ δὲ προβαλλόμενον πρώτως τὴν πρὸς τὰ ἔσχατα συναφὴν ἐπικοινωνεῖ πως καὶ τῶν ὑπερεχόντων· τὴν μέντοι συμπλήρωσιν καὶ ἀπὸ τούτων ἄν τις κατανοήσειε τῶν πρώτων τε καὶ τελευταίων γενῶν, καὶ ταύτην ὁλοκλήρον συμφυομένην ὁμοίως μὲν ἐν τῷ ὑπάρχειν ὁμοίως δὲ καὶ ἐν τῷ δύνασθαί τε καὶ ἐνεργεῖν· ὁπότε δὴ οὖν ἐπὶ τῶν δύο τούτων ἐφόδων τελείαν ἀπεπληρώσαμεν τὴν τῶν τεττάρων γενῶν διαίρεσιν, ἐπὶ τῶν ἄλλων συντομίας ἕνεκα, καὶ διότι φανερά πώς ἐστι τό λοιπὸν ἡ τῶν μέσων περίληψις, ἐξαρκεῖν οἰόμεθα μόνα τὰ ἄκρα παραδεικνῦναι ἰδιώματα, τὰ δὲ μέσα ὡς ἂν ὄντα ἀπ’ αὐτῶν γνώριμα παραλείψομεν, ὧδέ πως αὐτῶν ποιούμενοι διὰ βραχυτάτων τὸν ἀφορισμόν.

Τὸ μέν ἐστιν ἄκρον καὶ ὑπερέχον καὶ ὁλοτελές, τὸ δὲ τελευταῖον καὶ ἀπολειπόμενον καὶ ἀτελέστερον· καὶ τὸ μὲν πάντα δύναται ἅμα ἐν τῷ νῦν μονοειδῶς, τὸ δὲ οὔτε ὅλα οὔτε ἀθρόως οὔτε ἐξαίφνης οὔτε ἀμερίστως. καὶ τὸ μὲν ἀκλινῶς ἀπογεννᾷ πάντα καὶ ἐπιτροπεύει, τὸ δ’ ἔχει φύσιν ἐπινεύειν καὶ ἐπιστρέφεσθαι πρὸς τὰ γινόμενά τε καὶ διοικούμενα. καὶ τὸ μὲν ἀρχικὸν καὶ αἴτιον προκατάρχει πάντων, τὸ δ’ ἐξ αἰτίας ἠρτημένον, τῆς τῶν θεῶν βουλήσεως, ἐξ αἰδίου συνυφέστηκε. καὶ τὸ μὲν κατὰ μίαν ὀξεῖαν ἀκμὴν τὰ τέλη τῶν ἐνεργειῶν ὅλων καὶ οὐσιῶν συνείληφε, τὸ δ’ ἀπ’ ἄλλων εἰς ἄλλα μεταβαίνει, καὶ ἀπὸ τοῦ ἀτελοῦς προχωρεῖ εἰς τὸ τέλειον. ἔτι τῷ μὲν ὑπάρχει τὸ ἀκρότατον καὶ ἀπερίληπτον, κρεῖττόν τε παντὸς μέτρου, καὶ ἀνείδεον οὕτως ὡς ὑπ’ οὐδενὸς εἴδους περιωρισμένον, τὸ δὲ καὶ ῥοπῇ καὶ σχέσει καὶ νεύσει κρατεῖται, ὀρέξεσί τε τοῦ χείρονος καὶ οἰκειώσει τῶν δευτέρων κατἔχεται, λοιπὸν δὲ καὶ παντοδαποῖς καὶ τοῖς ἀπ’ αὐτῶν μέτροις εἰδοποιεῖται· νοῦς τοίνυν ἡγεμὼν καὶ βασιλεὺς

τῶν ὄντων, τέχνη τε δημιουργικὴ τοῦ παντὸς τοῖς μὲν θεοῖς ὡσαύτως ἀεὶ πάρεστι τελέως καὶ ἀνενδεῶς, κατὰ μίαν ἐνέργειαν ἑστῶσαν ἐν ἑαυτῇ καθαρῶς, ἡ δὲ ψνχὴ νοῦ τε μετέχει μεριστοῦ καὶ πολυειδοῦς, εἰς τὴν τοῦ ὅλου τε προστασίαν ἀναποβλέποντος, καὶ αὐτὴ τῶν ἀψύχων ἐπιμελεῖται ἄλλοτε ἐν ἄλλοις εἴδεσιν ἐγγιγνομένη.

Ἀπὸ δὴ τῶν αὐτῶν αἰτίων τοῖς μὲν κρείττοσιν αὐτὴ ἡ τάξις αὐτὸ τὸ κάλλος συνυπάρχει, ἢ εἰ οὕτως τὶς βούλοιτο ὑποτίθεσθαι, ἡ αἰτία τούτων συνυφέστηκεν, τῇ δὲ ψυχῇ νοερᾶς τάξεως καὶ θείου κάλλους μεταλαγχάνειν ἀεὶ σύνεστι· καὶ τοῖς μὲν τὸ μέτρον τῶν ὅλων ἢ τὸ τοῦδε αἴτιον σύνδρομον πάρεστι διὰ παντός, ἡ δὲ τῷ θείῳ πέρατι ἀφορίζεται, καὶ τούτου μετέχει μεριστῶς.· καὶ τοῖς μὲν ἐξαρκεῖν ἐφ’ ὅλα τὰ ὄντα τῇ τῆς αἰτίας δυνάμει καὶ τῇ ἐπικρατείᾳ εὐλόγως ἂν ἀποδοίη τις, ἡ δ’ ἔχει τινὰ πέρατα διειλημμένα μέχρις ὅσων ἐπάρχειν δύναται.

Τοιούτων δὴ ὄντων τῶν διαφόρων ἰδιωμάτων ἐν τοῖς

ἄκροις, οὐ χαλεπῶς ἄν τις, ὃ δὴ νῦν ἐλέγομεν, καὶ τὰ μέσα αὐτῶν ἰδιώματα τὰ τῶν δαιμόνων τε καὶ ἡρώων ἐννοήσειε, σύνεγγυς ὄντα ἑκατέρῳ τῶν· ἄκρων, ἔχοντα ὁμοιότητα πρὸς ἑκάτερον καὶ ἀπ’ ἀμφοτέρων ἀφιστάμενα πρὸς τὸ μέσον, σύμμικτόν τε ἀπ’ αὐτῶν τὴν ὁμονοητικὴν κοινωνίαν συμπλέκοντα. καὶ πρὸς αὐτὴν ἐν μέτροις τοῖς. προσήκουσι συμπλεκόμενα. τοιαῦτα δὴ οὖν νοείσθω τῶν πρώτων θείων γενῶν τὰ ἰδιώματα.

Οὐ μέντοι τὴν ὑπὸ σοῦ διάκρισιν ὑποτεινομένην αὐτῶν προσιέμεθα, ἥτις τὴν πρὸς τὰ διαφέροντα σώματα κατάταξιν, οἷον θεῶν μὲν πρὸς τὰ αἰθέρια, δαιμόνων δὲ πρὸς τὰ ἀέρια, ψυχῶν δὲ τῶν περὶ γῆν, αἰτίαν εἶναί φησι τῆς νυνὶ ζητουμένης διαστάσεως. ἥτε γὰρ κατάταξις, οἷον τοῦ Σωκράτους εἰς τὴν φυλὴν ὅταν πρυτανεύῃ, ἀναξίως ὑπόκειται τῶν θείων γενῶν, ἅπερ ἀπόλυτα πάντα καὶ ἄφετα καθ’ ἑαυτὰ ὑπάρχει. καὶ τὸ κυριώτερα ποιεῖν τὰ σώματα πρὸς τὸ εἰδοποιεῖν τὰ ἑαυτῶν πρῶτα αἴτια,

δεινὴν ἀτοπίαν ἐμφαίνει· δουλεύει γὰρ ταῦτα ἐκείνους· καὶ ὑπερετεῖ πρὸς τὴν γένεσιν. ἔτι οὐδὲ ἔνεστι τοῖς σώμασι τὰ γένη τῶν κρειττόνων, ἀλλ’ ἔξωθεν αὐτῶν ἡγεμονεύει· οὐκ ἄρα συναλλοιοῦται τοῖς σώμασιν· ἔτι δίδωσι μὲν ἀφ’ ἐαυτῶν εἰς τὰ σώματα πᾶν ὅσον δύναται δέξασθαι· ἐκεῖνοι ἀγαθόν, αὐτὰ δὲ ἀπὸ τῶν σωμάτων οὐδὲν παραδέχεται, ὥστε οὐδ’ ἀπ’ αὐτῶν δέξαιτο ἄν τινα ἰδιώματα. εἰ μὲν γὰρ ὡς ἕξεις τῶν σωμάτων ἢ ὡς ἔνυλα εἴδη ἢ ἄλλον τρόπον σωματοειδῆ ἦν, ἐδύνατο· ἂν ἴσως καὶ αὐτὰ τὰς τῶν σωμάτων διαφορὰς συμμιεταβάλλεσθαι, εἰ δὲ χωριστὰ ἀπὸ τῶν σωμάτων καὶ ἀμιγῆ καθ’ ·ἑαυτὰ προϋπάρχει, τίς ἂν γένοιτο ἀπὸ τῶν σωμάτων ἐπεισιοῦσα εὔλογος· εἰς αὐτὰ διάκρισις;

Πρὸς δὴ τούτοις τὰ σώματα κρείττω ποιεῖ. τῶν θείων γενῶν οὗτος ὁ λόγος, εἴπερ αὐτὰ τὴν ἕδραν παρέχει τοῖς κρείτοσιν αἰτίοις, καὶ τὰ κατ’ οὐσίαν ἰδιώματα ἐν αὐτοῖς τίθησιν. εἰ δ’ ἄρα τὶς καὶ λήξεις καί διανομὰς καὶ συγ

κληρώσεις συντάττοι τῶν διοικούντων πρὸς τὰ διοικούμενα,· οὗτος δῆλον ὅτι καὶ κῦρος ἀποδώσει τοῖς βελτίοσι· διότι γάρ ἐστι τοιαῦτα τὰ ἐφεστηκότα, διὰ τοῦτο αἱρεῖται τὴν τοιαύτην λῆξιν καὶ εἰδοποιεῖ ταύτην καθ’ ἑαυτήν, ἀλλ’ οὐκ αὐτὴ πρὸς τὴν τῆς ὑποδοχῆς φύσιν ἀφομοιοῦται.

Ἐπὶ μὲν οὖν τῶν ἐν μέρει, λέγω δὲ τῆς κατὰ μέρος ψυχῆς, συγχωρεῖν δεῖ τὸ τοιοῦτον. οἷον γὰρ προὔβαλε βίον ἡ ψυχὴ πρὶν καὶ εἰς ἀνθρώπινον σῶμα εἰσκριθῆναι, καὶ οἷον εἶδος πρόχειρον ἐποιήσατο, τοιοῦτον καὶ ὀργανικὸν σῶμα ἔχει πρὸς ἑαυτὴν συνηρτημένον, καὶ φύσιν παραπλησίαν συνακολουθοῦσαν, ἥτις ὑποδέχεται αὐτῆς τὴν τελειοτέραν ζωήν. ἐπὶ δὲ τῶν κρειττόνων καὶ τῶν ὡς ὅλων περιεχόντων τὴν ἀρχήν, ἐν τοῖς κρείττοσι τὰ χείρονα καὶ ἐν τοῖς ἀσωμάτοις τὰ σώματα καὶ ἐν τοῖς δημιουργοῦσι τὰ δημιουργούμενα παράγεται, καὶ ἐν αὐτοῖς τε κύκλῳ περιέχουσι κατευθύνεται· αἵ τε οὖν τῶν οὐρανίων

περιφοραὶ εἰς τὰς οὐρανίας περιφορὰς τῆς αἰθερίας ψυχῆς ἐντεθεῖσαι τὸ πρῶτον ἀεὶ ἐνυπάρχουσι, καὶ αἱ ψυχαὶ τῶν κόσμων εἰς τὸν νοῦν ἑαυτῶν ἀνηκούσαι περιέχονται ὑπ’ αὐτοῦ τελείως καὶ ἐν αὐτῷ πρώτως. ἀπογεννῶνται· καὶ ὁ νοῦς ὅ τε μεριστὸς ὡσαύτως καὶ ὁ πᾶς ἐν τοῖς κρείττοσι γένεσι συνείληπται. ἀεὶ οὖν ἐπιστρεφομένων τῶν δευτέρων ἐπὶ τὰ πρῶτα καὶ τῶν ἀνωτέρων ὡς παραδειγμάτων ἐξηγουμένων τῶν ὑποδεεστέρων, ἀπὸ τῶν κρειττόνων τοῖς χείροσιν ἥ τε .οὐσία καὶ τὸ εἶδος παραγίνεται, ἐν αὐτοῖς τε τοῖς βελτίοσι πρώτως παράγεται τὰ ὕστερα, ὥστε ἀπ’ αὐτῶν ἐφήκει καὶ ἡ τάξις καὶ τὸ μέτρον τοῖς χείροσι καὶ αὐτὰ ἅπερ ἐστὶν ἕκαστα, ἀλλ’ οὐχὶ ἀνάπαλιν ἀπὸ τῶν ἐλαττόνων ἐπὶ τὰ προέχοντα αὐτῶν ἐπιρρεῖ τὰ ἰδιώματα.

Ἀποδέδεικται μὲν οὖν διὰ τούτων ψευδὴς οὖσα ἡ τοιαύτη σωματοειδὴς διαίρεσις. ἔδει δέ που μάλιστα μὲν μηδὲν ὑποθέσθαι τοιοῦτον· εἰ δ’ ἄρα σοι τοῦτο ἔδοξε, μὴ ἀξιοῦν τὸ ψεῦδος λόγου. ἐπεὶ οὐκ εὐπορία τοῦτ’ ἔστιν ἐλέγχων, ἀλλὰ μάτην τις ἑαυτὸν κόπτει, εἰ τὰ ψευδῇ

ὑποθέμενος ἀναιρεῖν ἐπιχειρεῖ ταῦτα ὡς οὐκ ἀληθῆ. πόθεν γὰρ δὴ χωρίζεται ἡ ἀσώματος καθ’ ἑαυτὴν οὐσία τοῖς ποίοις σώμασιν, ἡ μηδὲν ἔχουσα κοινὸν πρὸς τὰ μετέχοντα αὐτῆς σώματα; πῶς δὲ δὴ ἡ μὴ τοπικῶς παροῦσα τοῖς σώμασι τοῖς σωματικοῖς τόποις διακρίνεται; καὶ ἡ μὴ διειργομένη μερισταῖς περιγραφαῖς ὑποκεμένων κατέχεται μεριστῶς ὑπὸ τῶν μερῶν τοῦ κόσμου; τί δὲ δὴ καὶ τὸ διακωλῦόν ἐστι τοὺς θεοὺς προϊέναι πανταχοῦ; καὶ τί τὸ ἀνεῖργον αὐτῶν τὴν δύναμιν, ὥστε ἰέναι μέχρι τῆς οὐρανίας ἀψῖδος; ἰσχυροτέρας γὰρ ἂν εἴη τοῦτο αἰτίας ἔργον, τῆς κατακλειούσης αὐτοὺς καὶ περιγραφούσης ἔν τισι μέρεσι. καὶ τὸ μὲν ὄντως ὃν καὶ καθ’ ἑαυτὸ ἀσώματον πανταχοῦ ἐστὶν ὅπου περ ἂν βούληται, τὸ δὲ θεῖον καὶ πάντα ὑπερέχον, εἰ περιέχεται ὑπὸ τῆς τοῦ ὅλου κόσμου τελειότητος, καὶ ὡς ἐν μέρει τινὶ ὑπ’ αὐτοῦ περιείληπται, ἐλαττοῦται ἄρα καὶ τοῦ κατὰ τὸ σῶμα μεγέθους.
οὐχ ὁρῶ δὲ ἔγωγε καὶ τίνα τρόπον δημιουργεῖται τὰ τῇδε καὶ εἰδοποιεῖται, εἴ γε μηδεμία θεία δημιουργία καὶ τῶν θείων εἰδῶν μετουσία διατείνεται διὰ παντὸς τοῦ κόσμου.·

Ὅλως δὲ τῆς ἱερᾶς ἁγιστείας καὶ τῆς θεουργικῆς κοινωνίας θεῶν πρὸς ἀνθρώπους ἀναίρεσίς ἐστιν αὕτη ἡ δόξα, τὴν τῶν κρειττόνων παρουσίαν ἔξω τῆς γῆς ἐξορίζουσα. οὐδὲν γὰρ ἄλλο λέγει ἢ ὅτι ἀπῴκισται τῶν περὶ γῆν τὰ θεῖα καὶ ὅτι ἀνθρώποις οὐ συμμίγνυνται καὶ ὡς ἔρημος αὐτῶν ἐστὶν ὁ τῇδε τόπος· οὐδὲ ἡμεῖς οὖν οἱ ἱερεῖς οὐδὲν παρὰ τῶν θεῶν μεμαθήκαμεν κατὰ τοῦτον τὸν λόγον, οὐδὲ σὺ ὀρθῶς ἡμᾶς ἐρωτᾷς ὡς εἰδότας τι περιττότερον, ἐπείπερ μηδὲν τῶν ἄλλων ἀνθρώπων διαφέρομεν.

Ἀλλ’ οὐδέν ἐστι τούτων ὑγιές· οὔτε γὰρ οἱ θεοὶ κρατοῦνται ἔν τίσι τοῦ κόσμου μέρεσιν, οὔτε τὰ περὶ γῆν ἄμοιρα αὐτῶν καθέστηκεν. ἀλλ’ οἱ μὲν κρείττονες ἐν αὐτῷ ὡς ὑπὸ μηδενὸς περιέχονται καὶ περιέχουσι πάντα ἐν ἑαυτοῖς· τὰ δ’ ἐπὶ γῆς ἐν τοῖς πληρώμασι τῶν θεῶν

ἔχοντα τὸ εἶναι, ὁπόταν ἐπιτήδεια πρὸς τὴν θείαν μετοχὴν γένηται, εὐθὺς ἔχει πρὸ τῆς οἰκείας ἑαυτῶν οὐσίας προϋπάρχοντας ἐν αὐτῇ τοὺς θεούς.

Ὅτι μὲν οὖν ἡ ὅλη διαίρεσις αὕτη ψευδής ἐστι καὶ ἡ ἔφοδος ἐπὶ τὴν τῶν ἰδιωμάτων θήραν παράλογος καὶ τὸ διοικίζειν ἔν τινι τόπῳ τοὺς θεοὺς οὐκ ἀντιλαμβάνεται τῆς ὅλης ἐν αὐτοῖς οὐσίας καὶ δυνάμεως, διὰ τούτων παρεστήσαμεν. ἦν μὲν οὖν ἄξιον παραλιπεῖν τὴν ἐξέτασιν τῶν ὑπὸ σοῦ πρὸς ταύτην τὴν διανομὴν τῶν κρειττόνων ἀντειρημένων, ὡς οὐδὲν πρὸς ἔπος τοῖς ἀληθέσι νοήμασιν ἀντιλέγουσαν· ἀλλ’ ἐπεὶ δεῖ τοῦ λόγου στοχάζεσθαι μᾶλλον καὶ τῆς θείας ἐπιστήμης, ἀλλὰ μὴ πρὸς ἄνδρα διαλέγεσθαι, καὶ ἡμεῖς διὰ τοῦτο ἐναρμόζομεν τὴν ἀπηρτημένην ἀμφισβήτησιν πρὸς εὔλογόν τινα καὶ θεολογικὴν ἀντίληψιν.

Τίθημι δὴ οὖν ἐρωτῶντά σε, οὗ κἀκεῖνο τὸ ἀπόρημα, διὰ τί ἐν οὐρανῷ κατοικούντων τῶν θεῶν μόνον, χθονίων καὶ ὑποχθονίων εἰσὶ παρὰ τοῖς θεουργικοῖς κλή

σεις; οὐδὲ γάρ ἐστιν ἀληθὲς τὸ ἐν ἀρχῇ, ὡς κατ’ οὐρανὸν μόνον οἱ θεοὶ περιπολοῦσι· πάντα γὰρ αὐτῶν ἐστὶ πλήρη. ἀλλὰ πῶς ἐνύδριοί τινες λέγονται καὶ ἀέριοι, τόπους τε διειλήχασιν ἄλλοι ἄλλους, καὶ σωμάτων μοίρας διεκληρώσαντο κατὰ περιγραφὴν, καίτοι δύναμιν ἄπειρον ἔχοντες καὶ ἀμέριστον καὶ ἀπερίληπτον; πῶς τε αὐτῶν ἔσται ἡ ἕνωσις πρὸς ἀλλήλους, μερῶν μερισταῖς περιγραφαῖς διειργομένων, καὶ καθ’ ἑτερότητα τῶν τόπων καὶ τῶν ὑποκειμένων σωμάτων διειλημμένων;

Πάντων δὴ οὖν τούτων καὶ ἄλλων παραπλησίων ἀπεράντων ζητημάτων μία ἀρίστη λύσις, κατιδεῖν τὸν τρόπον τῆς θείας λήξεως. αὕτη τοίνυν ἐάν τε μοίρας τινὰς τοῦ παντός, οἷον οὐρανὸν ἢ γῆν, ἐάν τε πόλεις ἱερὰς ἢ χώρας, ἐάν τε καὶ τεμένη τινὰ ἢ ἱερὰ ἀγάλματα διαλαγχάνῃ, πάντα ἔξωθεν ἐπιλάμπει, καθάπερ ὁ ἥλιος ἔξωθεν φωτίζει πάντα ταῖς ἀκτῖσιν. ὥσπερ οὖν τὸ φῶς περιέχει τὰ φωτιζόμενα, οὑτωσὶ καὶ τῶν θεῶν ἡ δύναμις τὰ μεταλαμβάνοντα αὐτῆς ἔξωθεν περιείληφε. καὶ ὥσπερ ἀμιγῶς

πάρεστι τῷ ἀέρι τὸ φῶς (δῆλον δὲ ἐκ τοῦ μηδὲν ἐν αὐτῷ καταλείπεσθαι φῶς, ἐπειδὰν ἅπαξ τὸ ἐλλάμπον ἀναχωρήσῃ, καίτοι θερμότητος αὐτῷ παρούσης, ἐπειδὰν τὸ θερμαῖνον ἐκποδὼν ἀπέλθῃ), οὕτω καὶ τῶν θεῶν τὸ φῶς ἐλλάμπει χωριστῶς, ἐν ἑαυτῷ τε μονίμως ἱδρυμένον προχωρεῖ διὰ τῶν ὄντων ὅλων. καὶ μὴν τό γε φῶς τὸ ὁρώμενον ἕν ἐστι συνεχές, πανταχοῦ τὸ αὐτὸ ὅλον, ὥστε μὴ οἷόν τε εἶναι χωρὶς ἀποτέμνεσθαί τι αὐτοῦ μόριον μηδὲ κύκλῳ περιλαβεῖν μηδὲ ἀποστῆσαί ποτε τοῦ παρέχοντος τὸ φῶς.

Κατὰ τὰ αὐτὰ δὴ οὖν καὶ ὁ σύμπας κόσμος μεριστὸς ὢν παρὶ τὸ ἓν καὶ τὸ ἀμέριστον τῶν θεῶν φῶς διαιρεῖται. τὸ δ’ ἔστιν ἓν καὶ αὐτὸ πανταχοῦ ὅλως, ἀμερίστως τε πάρεστι πᾶσι τοῖς δυναμένοις αὐτοῦ μετέχειν, παντελεῖ τε δυνάμει πεπλήρωκε πάντα, καὶ ἀπείρῳ δή τινι τῇ κατὰ αἰτίαν ὑπεροχῇ συμπεραίνει τὰ ὅλα ἐν αὑτῷ, συνήνωταί τε πανταχοῦ πρὸς ἑαυτὸ καὶ τὰ τέλη ταῖς ἀρχαῖς συνάπτει· ὅπερ δὴ καὶ ὁ σύμπας μιμούμενος οὐρανὸς καὶ κόσμος τὴν ἐγκύκλιον περιφορὰν περιπολεῖ, συνήνωταί

τε πρὸς ἑαυτόν, καὶ τὰ στοιχεῖα κατὰ κύκλον περιδινούμενα ποδηγεῖ, πάντα τε ἐν ἀλλήλοις ὄντα καὶ πρὸς ἄλληλα φερόμενα συνέχει, μέτροις τε τοῖς ἴσοις ἀφορίζει, καὶ πὰ πορρωτάτω διῳκισμένα καὶ τὰς τελευτὰς ταῖς ἀρχαῖς οἷον γῆν οὐρανῷ συγκεῖσθαι ποιεῖ, μίαν τε τὴν συνέχειαν καὶ ὁμολογίαν τῶν ὅλων πρὸς ὅλα ἀπεργάζεται.

Τὸ δὴ τῶν θεῶν ἐμφανές τις ἄγαλμα καθορῶν οὕτως συνηνωμένον ἆρ’ οὐκ ἂν αἰδεσθείη περὶ θεῶν τῶν αἰτίων αὐτοῦ δόξαν ἔχων ἀλλοίαν, τομάς τε ἐν αὐτοῖς καὶ ἀποδιαλήψεις παρεισάγων, σωματοειδεῖς τι περιγραφάς; ἐγὼ μὲν οἴομαι πάνθ’ ὁντινοῦν οὑτωσὶ διατεθῆναι· εἰ γὰρ οὐδείς ἐστι λόγος οὐδὲ σχέσις συμμετρίας οὐδὲ οὐσίας τις κοινωνία οὐδὲ κατὰ δύναμιν ἤ τινα ἐνέργειαν συμπλοκὴ πρὸς τὸ διακοσμοῦν τοῦ διακοσμουμένου, ὣς τὸ μηδέν, ἵνα οὕτως εἴπω, κεῖται ἐν αὐτῷ οὔτε παρατάσεώς τινος κατὰ διάστασιν οὔιε τοπικῆς περιοχῆς οὔτε ἀποδιαλήψεως μεριστῆς οὔτε ἄλλης τοιαύτης ἐν τῇ παρουσίᾳ τῶν θεῶν ἐμφυομένης παρισώσεως. πρὸς μὲν γὰρ τὰ

ὁμοφυῆ κατ’ οὐσίαν καὶ δύναμιν ἢ καὶ ὁμοειδῆ πως ὄντα ἢ καὶ ὁμογενῆ δύναταί τις περίληψις ἢ διακράτησις ἐπινοεῖσθαι, ὅσα δ’ ἔστιν ἐξῃρημένα τοῖς ὅλοις παντελῶς, τίς ἂν ἐπὶ τούτων ἀντιπερίστασις ἢ δι’ ὅλων διέξοδος ἢ μεριστὴ περιγραφὴ ἢ κατὰ τὸπον περιοχὴ ἤ τι τῶν τοιούτων ἐπινοηθείη ποτ’ ἂν ἐνδίκως; ἀλλ’ οἶμαι τὰ μετέχοντά ἐστιν ἕκαστα τοιαῦτα, ὡς τὰ μὲν αἰθερίως τὰ δὲ ἀερίως τὰ δὲ ἐνυδρίως αὐτῶν μετέχειν· ὃ δὴ κατιδοῦσα καὶ ἧ τῶν θείων ἔργων τέχνη χρῆται ταῖς οἰκειώσεσι καὶ κλήσεσι κατὰ τὴν τοιαύτην διαίρεσιν καὶ δὴ καὶ οἰκειότητα.

Καὶ περὶ μὲν τῆς εἰς τὸν κόσμον διανομῆς τῶν κρειττόνων γενῶν τοσαῦτα εἰρήσθω,

μετὰ ταῦτα δὲ αὖθις ὑποτείνας σαυτῷ διαίρεσιν ἑτέραν· τῇ τοῦ ἐμπαθοῦς καὶ ἀπαθοῦς διαφορᾷ χωρίζεις τῶν κρειττόνων τὰς οὐσίας. ἐγὼ δὲ οὐδὲ ταύτην δέχομαι τὴν διαίρεσιν. οὐδ’· ὁτιοῦν γὰρ τῶν κρειττόνων γενῶν ἐστὶν ἐμπαθὲς οὐδ’ ἀπαθὲς οὕτως ὡς ἀντιδιαιρούμενον πρὸς τὸ παθητὸν οὐδ’ ὡς πε

φυκὸς μὲν δέχεσθαι τὰ πάθη, δι’ ἀρετὴν δ’ αὐτῶν ἤ τινα ἄλλην κατάστασιν σπουδαίαν ἀπολελυμένον. ἀλλ’ ὅτι παντελῶς ἐξῄρηται τῆς ἐναντιώσεως τοῦ πάσχειν ἢ μὴ πάσχειν, καὶ ὅτε κατ’ οὐσίαν ἔχει τὴν ἄτρεπτον. στερεότητα, διὰ τοῦτο ἐν ὅλοις αὐτοῖς τίθεμαι τὸ ἀπαθὲς καὶ ἄτρεπτον.

Ἴδε γὰρ εἰ βούλει τὸ ἔσχατον τῶν θείων, τὴν καθαρὰν τῶν σωμάτων ψυχήν· τί δεῖται αὕτη τῆς ἐν τῇ ἡδονῇ γενέσεως ἢ τῆς ἐν αὐτῇ εἰς φύσιν ἀποκαταστάσεως, ὑπερφυὴς οὖσα καὶ τὴν ἀγέννητον ζωὴν διαζῶσα; τί δὲ τῆς εἰς φθορὰν ἀγούσης λύπης καὶ διαλυούσης τὴν τοῦ σώματος ἁρμονίαν μετέχει, σώματος οὖσα παντὸς ἐκτὸς καὶ τῆς περὶ τὸ σῶμα μεριζομένης φύσεως, τῆς τε κατιούσης ἀπὸ τῆς ἐν τῇ ψυχῇ ἁρμονίας εἰς τὸ σῶμα παντάπασιν οὖσα χωριστή; ἀλλ’ οὐδὲ τῶν προηγουμένων τῆς αἰσθήσεως παθημάτων προσδεῖται, οὐδὲ γὰρ ὅλως ἐν σώματι κατέχεται, οὐδὲ περιειργομένη που δεῖται δι’ ὀργάνων

σωματικῶν, ἑτέρων τινῶν σωμάτων ἑκτὸς ὄντων ἀντιλαμβάνεσθαι· ὅλως δὲ ἀμέριστος οὖσα καὶ ἐν ἑνὶ εἴδει μένουσα τῷ αὐτῷ, καθ’ αὑτήν τε ἀσώματος ὑπάρχουσα καὶ μηδὲν ἐπικοινωνοῦσα πρὸς τὸ γιγνόμενον καὶ πάσχον σῶμα, οὔτ’ ἂν κατὰ διαίρεσιν οὔτε κατ’ ἀλλοίωσίν τι πάθοι, οὔθ’ ὅλως ἔχοι οὐδ’ ὁτιοῦν τροπῆς ἢ πάθους ἐχόμενον.

Ἀλλ’ οὐδ’ ὅταν εἰς τὸ σῶμά ποτε παραγένηται, οὔτε αὐτὴ πάσχει οὔτε οἱ λόγοι, οὓς δίδωσι τῷ σώματι· εἴδη γάρ εἰσι καὶ οὗτοι ἁπλοῖ καὶ μονοειδεῖς, ταραχὴν οὐδεμίαν οὐδὲ ἔκστασιν ἀφ’ ἑαυτῶν εἰσδεχόμενοι. αἰτία δὴ οὖν τὸ λοιπὸν γίνεται τῷ συνθέτῳ τοῦ πάσχειν· τὸ δ’ αἴτιον οὐκ ἔστι δήπου τὸ αὐτὸ ὅπερ τὸ ἀποτελούμενον. ὥσπερ οὖν γιγνομένων τε καὶ φθειρομένων τῶν συνθέτων ζώων γένεσις οὖσα πρώτη ἡ ψυχή, αὐτὴ καθ’ ἑαυτήν ἐστιν ἀγέννητος καὶ ἄφθαρτος, οὕτω καὶ πασχόντων τῶν μετεχόντων τῆς ψυχῆς καὶ μὴ καθόλου ἐχόντων τὸ ζῆν καὶ τὸ εἶναι, συμπλακέντων δὲ πρὸς τὸ ἀόριστον καὶ

τὴν ἑτερότητα τῆς ὕλης, αὐτὴ καθ’ ἑαυτήν ἐστιν ἄτρεπτος, ὡς κρείττων οὖσα κατ’ οὐσίαν τοῦ πάσχειν, ἀλλ’ οὐχ ὡς ἐν προαιρέσει τινὶ τῇ ῥεπούσῃ πρὸς ἀμφότερα τὸ ἀπαθές, οὐδ’ ὡς ἐν μετουσίᾳ ἕξεως ἢ δυνάμεως προσλαβοῦσα ἐπίκτητον τὸ ἄτρεπτον.

Ὁπότε δὴ οὖν ἐπὶ τοῦ ἐσχάτου γένους τῶν κρειττόνων, ὥσπερ τῆς ψυχῆς, ἀδύνατον ἐπεδείξαμεν τὴν μετουσίαν τοῦ πάσχειν, τί χρὴ δαίμοσι καὶ ἥρωσιν αὐτὴν προσάπτειν, οἵπερ ἀίδιοί τέ εἰσι καὶ συνοπαδοὶ τῶν θεῶν διὰ παντός, εἰκόνα τε τῆς διακοσμήσεως τῶν θεῶν καὶ αὐτοὶ κατὰ τὰ αὐτὰ διαφυλάττουσιν, ἐχόμενοί τε ἀεὶ διατελοῦσι τῆς θείας τάξεως καὶ οὐδέποτε αὐτὴν ἀπολείπουσιν; ἴσμεν γὰρ δήπου τοῦτο, ὡς τὸ πάθος ἄτακτόν τέ ἐστι καὶ πλημμελὲς καὶ ἀστάθμητον, ἑαυτοῦ μὲν οὐδαμῶς ὄν, ἐκείνῳ δὲ προσκείμενον ὑφ’ οὗ κατέχεται καὶ ᾧ δουλεύει πρὸς τὴν γένεσιν· τοῦτο δὴ οὖν ἄλλῳ τινὶ γένει προσήκει μᾶλλον, ἢ τῷ ἀεὶ ὄντι καὶ συνηρτημένῳ τοῖς θεοῖς, τάξιν τε τὴν αὐτὴν καὶ περίοδον μετ’ αὐτῶν πε

ριιόντι. ἀπαθεῖς τοίνυν εἰσὶ καὶ οἱ δαίμονες καὶ πάντα τὰ συνεπόμενα αὐτοῖς τῶν κρειττόνων γενῶν.

Πῶς οὖν πρὸς ἐμπαθεῖς αὐτοὺς πολλὰ δρᾶται ἐν ταῖς ἱερουργίαις; φημὶ δὴ οὖν καὶ τοῦτο ἀπείρως λέγεσθαι τῆς ἱερατικῆς μυσταγωγίας. τῶν γὰρ ἐν τοῖς ἱεροῖς ἑκάστοτε ἐπιτελουμένων τὰ μὲν ἀπόρρητόν τινα καὶ κρείττονα λόγου τὴν αἰτίαν ἔχει· τὰ δ’ ὡς σύμβολα καθιέ ρωται ἐξ ἀιδίου τοῖς κρείττοσι· τὰ δ’ εἰκόνα τινὰ ἄλλην ἀποσώζει, καθάπερ δὴ καὶ ἡ γενεσιουργὸς φύσις τῶν ἀφανῶν λόγων ἐμφανεῖς τινὰς μορφώσεις ἀπετυπώσατο· τὰ δὲ τιμῆς ἕνεκα προσάγεται ἢ ἀφομοιώσεως ὁποιασοῦν ἢ καὶ οἰκειώσεως στοχάζεται· ἔνια δὲ τὸ ἡμῖν χρήσιμον παρασκευάζει ἢ καθαίρει πως καὶ ἀπολύει τὰ ἡμέτερα τῶν ἀνθρώπων πάθη, ἢ ἄλλο τι τῶν συμβαινόντων ἡμῖν δεινῶν ἀποτρέπεται. οὐ μὴν ἕτι γε συγχωρήσειεν ἄν τις, ὡς ἄρα πρὸς ἐμπαθεῖς τοὺς θεραπευομένους θεοὺς ἢ δαίμονας μέρος τι τῆς ἁγιστείας προςφέρεται· οὔτε γὰρ πέφυκεν εἰσδέχεσθαί τινα ἀπὸ τῶν σωμάτων μεταβολὴν ἡ καθ’ αὑτὴν ἀίδιος καὶ ἀσώματος οὐσία.

Οὔτε, εἰ ὅτι μάλιστα χρείαν εἶχε τοιαύτην, προσεδεήθη ἄν ποτε τῶν ἀνθρώπων εἰς τὴν τοιαύτην θρησκείαν, αὐτὴ ἀφ’ ἑαυτῆς καὶ ἀπὸ τῆς τοῦ κόσμου φύσεως καὶ τῆς ἐν τῇ γενέσει τελειότητος ἀποπληρουμένη, καὶ εἰ οἷόν τε τοῦτο εἰπεῖν, πρὸ τοῦ δεῖσθαι προλαμβάνουσα τὸ αὔταρκες διὰ τὴν ἀνενδεῆ τοῦ κόσμου ὁλότητα καὶ τὴν ἑαυτῆς οἰκείαν ἀποπλήρωσιν, καί διότι μεστὰ πάντα τῶν οἰκείων ἀγαθῶν τὰ κρείττονα γένη ὑπάρχει.

Κοινὴ μὲν οὖν ταῦθ’ ἡμῖν ἔστω παραμυθία περὶ τῆς ἀχράντων θρησκείας ὡς ἄλλως οἰκείως συναρμοζομένης τοῖς κρείττοσιν ἡμῶν, καὶ διότι καθαρὰ πρὸς καθαροὺς καὶ ἀπαθὴς πρὸς ἀπαθεῖς προσάγεται· τὰ δ’ ἐν τοῖς καθέκαστα ἐπιόντες τὴν μὲν τῶν φαλλῶν στάσιν τῆς γονίμου δυνάμεως σύνθημά τι εἶναι φαμέν, καὶ ταύτην προκαλεῖσθαι νομίζομεν εἰς τὴν γενεσιουργίαν τοῦ κόσμου· διό

περ δὴ τὰ πολλὰ τῷ ἦρι καθιεροῦται, ὅτε δὴ καὶ ὁ πᾶς κόσμος δέχεται ἀπὸ τῶν θεῶν τῆς γενέσεως ὅλης τὴν ἀπογέννησιν. τὰς δ’ αἰσχρολογίας τῆς περὶ τὴν ὕλην στερήσεως τῶν καλῶν καὶ τῆς πρότερον ἀσχημοσύνης τῶν μελλόντων διακοσμεῖσθαι ἡγοῦμαι τὸ ἔνδειγμα παραδέχεσθαι, ἅπερ ὄντα ἐνδεῆ τοῦ κοσμεῖσθαι, ἐφίετὰι τοσοῦτο μᾶλλον, ὅσῳ πλέον καταγινώσκει τῆς περὶ ἑαυτὰ ἀπρεπείας. πάλιν οὖν μεταδιώκει τὰ τῶν εἰδῶν καὶ καλῶν αἴτια, ἀπὸ τῆς τῶν αἰσχρῶν ῥήσεως τὸ αἰσχρὸν καταμανθάνοντα· καὶ τὸ μὲν ἔργον τῶν αἰσχρῶν ἀποτρέπει, διὰ δὲ τῶν λόγων τὴν εἴδησιν αὐτοῦ ἐμφαίνει, καὶ πρὸς τὸ ἐναντίον μεθίστησι τὴν ἔφεσιν.

Ἔχει δ’ ἔτι ταῦτα καὶ ἄλλον λόγον τοιοῦτον. αἱ δυνάμεις τῶν ἀνθρωπίνων παθημάτων τῶν ἐν ἡμῖν πάντη μὲν εἰργόμεναι καθίστανται σφοδρότεραι· εἰς ἐνέργειαν δὲ βραχεῖς καὶ ἄχρι τοῦ συμμέτρου προαγόμεναι χαίρουσι

μετρίως καὶ ἀποπληροῦνται, καὶ ἐντεῦθεν ἀποκαθαιρόμεναι πειθοῖ καὶ οὐ πρὸς βίαν ἀποπαύονται. διὰ δὴ τοῦτο ἔν τε κωμῳδίᾳ καὶ τραγῳδίᾳ ἀλλότρια πάθη θεωροῦντες ἵσταμεν τὰ οἰκεῖα πάθη καὶ μετριώτερᾳ ἀπεργαζόμεθα καὶ ἀποκαθαίρομεν· ἔν τε τοῖς ἱεροῖς θεάμασί τισι καὶ ἀκούσμασι τῶν αἰσχρῶν ἀπολυόμεθα τῆς ἐπὶ τῶν ἔργων ἀπ’ αὐτῶν συμπιπτούσης βλάβης.

Θεραπείας οὖν ἕνεκα τῆς ἐν ἡμῖν ψυχῆς καὶ μετριότητος τῶν διὰ τὴν γένεσιν προσφυομένων αὐτῇ κακῶν, λύσεώς τε ἀπὸ τῶν δεσμῶν καὶ ἀπαλλαγῆς χάριν τὰ τοιαῦτα προσάγεται. καὶ διὰ τοῦτο εἰκότως, αὐτὰ ἄκεα Ἡράκλειτος προσεῖπεν, ὡς ἐξακεσόμενα τὰ δεινὰ καὶ τὰς ψυχὰς, ἐξάντεις ἀπεργαζόμενα τῶν ἐν τῇ γενέσει συμφορῶν.

Ἀλλὰ αἱ κλήσεις, φησίν, ὡς πρὸς ἐμπαθεῖς τοὺς θεοὺς γίγνονται, ὥστε οὐχ οἱ δαίμονες μόναν εἰσὶν ἐμπαθεῖς, ἀλλὰ καὶ οἱ θεοί. τὸ δὲ οὐχ οὕτως ἔχει καθάπερ ὑπείληφας. αὐτοφανὴς γάρ τίς ἐστι καὶ αὐτοτελὴς ἡ διὰ τῶν κλήσεων ἔλλαμψις, πόρρω τε τοῦ καθέλκεσθαι ἀφέστηκε, διὰ τῆς

θείας τε ἐνεργείας καὶ τελειότητος πρόεισιν εἰς τὸ ἐμφανές, καὶ τοσούτῳ προέχει τῆς ἑκουσίου κινήσεως, ὅσον ἡ τἀγαθοῦ θεία βούλησις τῆς προαιρετικῆς ὑπερέχει ζωῆς. διὰ τῆς τοιαύτης οὖν βουλήσεως ἀφθόνως οἱ θεοὶ τὸ φῶς ἐπιλάμπουσιν εὐμενεῖς ὄντες καὶ ἵλεῳ τοῖς θεουργοῖς, τάς τε ψυχὰς αὐτῶν εἰς ἑαυτοὺς ἀνακαλούμενοι καὶ τὴν ἕνωσιν αὐταῖς τὴν πρὸς ἑαυτοὺς χορηγοῦντες, ἐθίζοντές τε αὐτὰς καὶ ἔτι ἐν σώματι οὔσας ἀφίστασθαι τῶν σωμάτων, ἐπί τε τὴν ἀίδιον καὶ νοητὴν ἑαυτῶν ἀρχὴν περιάγεσθαι.

Δῆλον δὲ καὶ ἀπ’ αὐτῶν τῶν ἔργων ὃ νυνί φαμεν εἶναι τῆς ψυχῆς σωτήριον· ἐν γὰρ τῷ θεωρεῖν τὰ μακάρια θεάματα ἡ ψυχὴ ἄλλην ζωὴν ἀλλάττεται καὶ ἑτέραν ἐνέργειαν ἐνεργεῖ καὶ οὐδ’ ἄνθρωπος εἶναι ἡγεῖται, τό τε ὀρθῶς ἡγουμένῃ· πολλάκις δὲ καὶ τὴν ἑαυτῆς ἀφεῖσα ζωὴν τὴν μακαριωτάτην τῶν θεῶν ἐνέργειαν ἀντηλλάξατο. εἰ δὴ κάθαρσιν παθῶν καὶ ἀπαλλαγὴν γενέσεως ἕνωσίν τε πρὸς τὴν θείαν ἀρχὴν ἡ διὰ τῶν κλήσεων ἄνοδος παρ

ἔχει τοῖς ἱερεῦσι, τί δήποτε παθῶν τις αὐτῇ προσάπτει; οὐ γὰρ τοὺς ἀπαθεῖς καὶ καθαροὺς εἰς τὸ παθητὸν καὶ ἀκάθαρτον ἡ τοιαύτη κλῆσις κατασπᾷ· τοὐναντίον δὲ τοὺς ἐμπαθεῖς γενομένους ἡμᾶς διὰ τὴν γένεσιν καθαροὺς καὶ ἀτρέπτους ἀπεργάζεται.

Ἀλλ’ οὐδ’ αἱ προσκλήσεις διὰ πάθους συνάπτουσι τοῖς θεοῖς τοὺς ἱερέας· διὰ δὲ τῆς θείας φιλίας τῆς συνεχούσης τὰ πάντα κοινωνίαν παρέχουσι τῆς ἀδιαλύτου συμπλοκῆς· οὐχ ὡς τοὒνομα, ὥς γε οὕτω δόξαι, αὐτόθεν ἐμφαίνει, τὸν νοῦν τῶν θεῶν προσκλὶνουσαι τοῖς ἀνθρώποις, ἀλλὰ κατ’ αὐτὸ τὸ ἀληθὲς ὡς βούλεται ἀναδιδάσκειν, τὴν γνώμην τῶν ἀνθρώπων ἐπιτηδείαν ἀπεργαζόμεναι πρὸς τὸ μετέχειν τῶν θεῶν, καὶ ἀνάγουσαι αὐτὴν πρὸς τοὺς θεοὺς καὶ διὰ πειθοῦς ἐμμελοῦς συναρμόζουσαι. ὅθεν δὴ καὶ ὀνόματα θεῶν ἱεροπρεπῆ καὶ τἆλλα θεῖα. συνθήματα ἀναγωγὰ ὄντα πρὸς τοὺς θεοὺς συνάπτειν αὐτὰς δύναται.

Καὶ δὴ καὶ αἱ τῆς μήνιδος ἐξιλάσεις ἔσονται σαφεῖς, ἐὰν τὴν μῆνιν τῶν θεῶν καταμάθωμεν. αὕτη τοίνυν οὐχ, ὡς δοκεῖ τισί, παλαιά τίς ἐστε καὶ ἔμμονος ὀργή, ἀλλὰ τῆς ἀγαθουργοῦ κηδεμονίας περὶ θεῶν ἀποστροφή, ἣν αὐτοὶ ἑαυτοὺς ἀποστρέψαντες, ὥσπερ ἐν μεσημβρίᾳ φωτὸς κατακαλυψάμενοi, σκότος ἑαυτοῖς ἐπηγάγομεν καὶ ἀπεστερήσαμεν ἑαυτοὺς τῆς τῶν θεῶν ἀγαθῆς δόσεως. δύναται οὖν ἡ ἐξίλασις ἡμᾶς ἐπιστρέψαι πρὸς τὴν κρείττονα μετουσίαν, καὶ τὴν ἀνεσταλμένην ἀφ’ ἡμῶν θείαν κηδεμονίαν εἰς κοινωνίαν προσαγαγεῖν, καὶ συνδῆσαι συμμέτρως τὰ μετεχόμενά τε καὶ μεταλαμβάνοντα πρὸς ἄλληλα. τοσοῦτον οὖν ἀφέστηκε τοῦ διὰ πάθους ἐπιτελεῖν τὸ ἑαυτῆς ἔργον, ὥστε καὶ ἡμᾶς ἀφίστησι τῆς ἐμπαθοῦς καὶ ταραχώδους ἀπὸ τῶν θεῶν ἀποστροφῆς.

Αἱ δ’ ἐκθύσεις ὅ τι πάρεστι κακὸν ἐν τοῖς περὶ γῆν τόποις ἰατρεύουσι καὶ παρασκευάζουσιν, ὥστε μηδεμίαν τροπὴν ἢ πάθος τι περὶ ἡμᾶς γενέσθαι. εἴτε οὖν διὰ θεῶν εἴτε διὰ δαιμόνων ἡ τοιαύτη γένοιτο, βοηθοὺς

ἐπικαλεῖ τε καὶ ἀλεξικάκους καὶ σωτῆρας τούτους, καὶ δι’ αὐτῶν ἀποδιοπομπεῖται πᾶσαν ἐπιοῦσαν ἀπὸ τῶν παθημάτων βλάβην. οἱ δὴ τὰς πληγὰς ἀποτρέποντες τὰς γενεσιουργοὺς καὶ φυσικὰς οὐκ ἔστιν ὅπως ποτὲ διὰ παθῶν αὐτὰς ἀπείργουσιν. εἴ τε νενόμικέ τις τὴν ἀπόληψιν τῆς προστασίας ἐπεισάγειν τινὰ αὐτόματον βλάβην, ἡ διὰ τῆς ἐκθύσεως πειθὼ τῶν κρειττόνων εἰς κηδεμονίαν ἀνακαλουμένη πάλιν αὐτῶν τὴν εὐμένειαν καὶ ἀποτρέπουσα τὴν στέρησιν παντελῶς ἂν εἴη καθαρὰ καὶ ἄτρεπτος.

Ἔτι τοίνυν αἱ λεγόμεναι θεῶν ἀνάγκαι τὸ ὅλον τοῦτο θεῶν ἴδιαι ἀνάγκαι καὶ ὡς ἐπὶ θεῶν γίγνονται. οὐκ ἄρα ὡς ἔξωθεν οὐδ’ ὡς κατὰ βίαν, ἀλλ’ ὡς τἀγαθὸν ὠφελεῖ ἐξ ἀνάγκης, οὕτως ἔχουσι τῷ πάντῃ οὑτωσὶ καὶ μηδαμῶς ἄλλως διακεῖσθαι. βουλήσει ἄρα ἀγαθοειδεῖ συγκέκραται αὕτη καὶ ἔρωτός ἐστι φίλη ἡ τοιαύτη ἀνάγκη, τάξει τε

οἰκείᾳ θεῶν ἔχει τὸ ταὐτὸν καὶ ἄτρεπτον, καὶ ὅτε κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἑνὶ ὅρῳ συνέχεται, καὶ ἐμμένει τούτῳ καὶ οὐδέποτε ἐξίσταται. διὰ πάντα δὴ οὖν ταῦτα τὸ ἐναντίον συμβαίνει οὗ σὺ συνελογίσω. ἀκήλητον καὶ ἀπαθὲς καὶ ἀβίαστον συμβαίνει εἶναι τὸ θεῖον, εἴπερ ὄντως ἀληθεῖς εἰσὶν αἱ· τοιαίδε ἐν τῇ θεουργίᾳ δυνάμεις, οἵας ἡμεῖς ἀπεδείξαμεν.

Μετὰ δὲ ταύτην ἐπ’ ἄλλην μεταβαίνεις ἀντιδιαίρεσιν θεῶν πρὸς δαίμονας· λέγεις γὰρ θεοὺς εἶναι νόας καθαρούς, ὡς ἐν ὑποθέσει προτείνων τὴν δόξαν ἢ ὥς τισιν ἀρέσκουσαν αὐτὴν ἀφηγούμενος, νοῦ δὲ μετόχους ψυχικοὺς ὄντας τοὺς δαίμονας ἀπολογιζόμενος. ὅτι μὲν οὖν φιλοσόφων τοῖς πολλοῖς ταῦτα δοκεῖ, οὐδ’ ἐμὲ λέληθε· πρὸς δὲ σὲ οὐκ οἶμαι δεῖν ἀποκρύπτεσθαι τὸ φαινόμενον ἀληθές. ὑποσυγκέχυται γὰρ πάντα τὰ τοιαῦτα δοξάσματα, ἀπὸ μὲν τῶν δαιμόνων ἐπὶ τὰς ψυχὰς ἀποφερόμενα (νοῦ

γὰρ μέτοχοί εἰσιν αὗται) ἀπὸ δὲ τῶν θεῶν ἐπὶ τὸν κατ’ ἐνέργειαν ἄυλον νοῦν ἀποπίπτοντα, οὗ δὴ παντελῶς οἱ θεοὶ προέχουσι. τί οὖν δεῖ ταῦτα τὰ ἰδιώματα ἀπονέμειν, ἅπερ οὐδ’ ὅλως εἰσὶν αὐτοῖς οἰκεῖα; τὸ μὲν δὴ τῆς διαιρέσεως (πάρεργον γάρ ἐστιν ἄλλως) μέχρι τοσούτου μνήμης ἀξιούσθω. ἃ δὲ καὶ πρὸς ταύτην ἀπορεῖς, ἐπείπερ ἅπτεται τῆς ἱερατικῆς θεραπείας, λόγου τυχχανέτω τοῦ προσήκοντος.

Ἔτι γὰρ μᾶλλον ἀκλίτους καὶ ἀμιγεῖς αἰσθητοῖς εἰπὼν εἶναι τοὺς καθαροὺς νόας ἀπορεῖς, εἰ δεῖ πρὸς αὐτοὺς εὔχεσθαι. ἐγὼ δ’ οὐδ’ ἄλλοις τισὶν ἡγοῦμαι δεῖν εὔχεσθαι. τὸ γὰρ θεῖον ἐν ἡμῖν καὶ νοερὸν καὶ ἕν, ἢ εἰ νοητὸν αὐτὸ καλεῖν ἐθέλεις, ἐγείρεται τότε ἐναργῶς ἐν ταῖς εὐχαῖς, ἐγρόμενον δὲ ἐφίεται τοῦ ὁμοίου διαφερόντως καὶ συνάπτεται πρὸς αὐτοτελειότητα. εἰ δέ σοι ἄπιστον εἶναι καταφαίνεται, πῶς φωνῆς ἀκούει τὸ ἀσώματον καὶ ὡς αἰσθήσεως προσδεήσεται καὶ δι’ ὤτων τὰ λεγόμενα ὑφ’ ἡμῶν ἐν ταῖς προσευχαῖς, ἑκὼν ἐπιλανθάνῃ τῆς τῶν πρώτων

αἰτίων περιουσίας ἔν τε τῷ εἰδέναι καὶ τῷ περιέχειν ἐν ἑαυτοῖς τὰ ὑφ’ ἑαυτῶν πάντα· ἐν ἑνὶ γὰρ δήπου συνείληφεν ἐν ἑαυτοῖς ὁμοῦ τὰ ὅλα· οὔτε δὴ οὖν διὰ δυνάμεων οὔτε δι’ ὀργάνων εἰσδέχονται εἰς ἑαυτοὺς οἱ θεοὶ τὰς εὐχάς, ἐν ἑαυτοῖς δὲ περιέχουσι τῶν ἀγαθῶν τὰς ἐνεργείας τῶν λόγων, καὶ μάλιστα ἐκείνων οἵτινες διὰ τῆς ἱερᾶς ἁγιστείας ἐνιδρυμένοι τοῖς θεοῖς καὶ συνηνωμένοι τυγχάνουσιν· ἀτεχνῶς γὰρ τηνικαῦτα αὐτὸ τὸ θεῖον πρὸς ἑαυτὸ σύνεστι, καὶ οὐδ’ ὡς ἕτερον πρὸς ἕτερον κοινωνεῖ τῶν ἐν ταῖς εὐχαῖς νοήσεων.

Ἀλλ’ αἱ λιτανεῖαι, ὡς φῄς, ἀλλότριαί εἰσι προσφέρεσθαι πρὸς τὴν τοῦ νοῦ καθαρότητα. οὐδαμῶς· δι’ αὐτὸ γὰρ τοιοῦτο, διότι τῇ δυνάμει καὶ καθαρότητι καὶ τοῖς πᾶσι τῶν θεῶν ἀπολειπόμεθα, ἐγκαιρότατόν ἐστι πάντων ἱκετεύειν αὐτοὺς εἰς ὑπερβολήν. ἡ μὲν γὰρ συναίσθησις τῆς περὶ ἑαυτοὺς οὐδενείας, εἴ τις ἡμᾶς παραβάλλων τοῖς θεοῖς κρίνοι, ποιεῖ τρέπεσθαι πρὸς τὰς λιτὰς αὐτοφυῶς· ἀπὸ δὲ τῆς ἱκετείας κατὰ βραχὺ πρὸς τὸ ἱκε

τευόμενον ἀναγόμεθα, καὶ τὴν πρὸς αὐτὸ ὁμοιότητα ἀπὸ τοῦ συνεχῶς αὐτῷ προσομιλεῖν κτώμεθα, τελειότητά τε θείαν ἠρέμα προσλαμβάνομεν ἀπὸ τοῦ ἀτελοῦς.

Εἰ δέ τις ἐννοήσειε καὶ τὰς ἱερατικὰς ἱκετείας, ὡς ἀπ’ αὐτῶν τῶν θεῶν ἀνθρώποις κατεπέμφθησαν, καὶ ὅτι τῶν θεῶν αὐτῶν εἰσὶ συνθήματα καὶ μόνοις τοῖς θεοῖς ὑπάρχουσιν γνώριμοι, τρόπον τέ τινα καὶ αὗται τὴν αὐτὴν ἔχουσι δύναμιν τοῖς θεοῖς, πῶς ἂν ἔτι αἰσθητὴν τὴν τοιαύτην ἀλλ’ οὐ θείαν καὶ νοερὰν ὑπολάβοι δικαίως εἶναι ἱκετείαν; ἢ τί ἂν εἰκότως πάθος εἰς αὐτὴν παρεμπίπτοι, εἰς ἣν οὐδ’ ἀνθρώπινον ἦθος σπουδαῖον δύναται ῥᾳδίως ἀποκαθαίρεσθαι;

Ἀλλὰ τὰ προσαγόμενα φῂς ὡς πρὸς αἰσθητικοὺς καὶ ψυχικοὺς προσάγεται. εἴγε σωματικαῖς δυνάμεσι καὶ συνθέτοις μόναις συμπεπλήρωτο ἢ ὥσπερ εἰς ὑπηρεσίαν ὀργάνων ψιλὴν ὑποκειμέναις· ἐπεὶ δὲ καὶ ἀσωμάτων εἰδῶν μετέχουσι τὰ προσαγόμενα καὶ λόγων τινῶν καὶ μέτρων ἁπλουστέρων, κατ’ αὐτὸ τοῦτο μόνον τῶν προσαγομένων

θεωρεῖται ἡ οἰκειότης,· καί εἴ τις ἐγγύθεν ἢ πόρρωθεν συγγένεια ἢ ὁμοιότης πάρεστιν, ἐξαρκεῖ καὶ αὕτη πρὸς ἣν νυνὶ λέγομεν συναφήν· οὐδὲ γάρ ἐστί τε τῶν κατὰ βραχὺ προσῳκειωμένων τοῖς θεοῖς, ᾧ μὴ πάρεισιν εὐθὺς οἱ θεοὶ καὶ συνάπτονται. οὐκ ἄρα ὡς πρὸς αἰσθητικοὺς ἢ ψυχικούς, κατ’ αὐτὰ δὲ τὰ θεῖα εἴδη καὶ πρὸς αὐτοὺς τοὺς θεοὺς γίγνεται αὐτῶν ἡ κατὰ τὸ δυνατὸν ἐπιπλοκή. ὥστε καὶ περὶ ταύτης τῆς διαιρέσεως ἀποχρώντως· ἀντειρήκαμεν.

Ἔχεται δὲ ταύτης ἐν τοῖς σοῖς γράμμασιν ἡ σώματι καὶ ἀσωματίᾳ θεοὺς δαιμόνων χωρίζουσα, μακρῷ δή τινι κοινοτέρα οὖσα τῆς πρότερον, καὶ τοσοῦτον ἀπέχουσα τοῦ τὰ ἰδιώματα αὐτῶν τῆς οὐσίας φράζειν, ὥστε μηδ’ εἰκάσαι εἶναι περὶ αὐτῶν μηδὲ τῶν συμβεβηκότων αὐτοῖς ὁτιοῦν· οὐδὲ γὰρ αὐτὸ τοῦτο, εἰ ζῶά ἐστιν ἢ μὴ ζῶα καὶ πότερον ἐστέρηται ζωῆς ἢ οὐδ’ ὅλως αὐτῆς δεῖται, δυνατὸν ἀπὸ τούτων κατανοῆσαι. ἔτι τοίνυν οὐδὲ πῶς λέγεται ταῦτα

τὰ ὀνόματα, εἴτε κοινῶς εἴτε κατὰ πλειόνων διαφερόντων, ῥᾴδιον συμβαλεῖν· εἰ μὲν κοινῶς, ἄτοπον, εἰ ὑπὸ ταὐτὸ γένος ἐστὶ τὸ ἀσώματον, γραμμή τε καὶ χρόνος καὶ θεός, δαίμονές τε καὶ πῦρ καὶ ὕδωρ, εἰ δὲ κατὰ πλειόνων, τί μᾶλλον θεοὺς ἢ σημεῖα δηλοῖς, ὅταν ἀσώματον εἴποις; ἢ ὅταν σῶμα, τίς οὐκ ἂν ὑπολάβοι γῆν μᾶλλον εἰρῆσθαι ἢ δαίμονας; οὐδὲ γὰρ αὐτὸ τοῦτο διώρισται, εἰ ἔχουσι σώματα ἢ ἐποχοῦνται σώμασιν ἢ χρῶνται αὐτοῖς ἢ περιέχουσιν αὐτὰ ἢ μόνον ταὐτό εἰσι σώματi. ἀλλ’ ἴσως οὐ δεῖ πάνυ τι βασανίζειν τὴν ἀντιδιαστολὴν ταύτην· οὐδὲ γὰρ ὡς σαυτοῦ γνώμην ταύτην προτείνεις, ἀλλ’ ὡς ἑτέρων αὐτὴν δόξαν ἀποφαίνεις.

Μεταλάβωμεν οὖν ἀντὶ ταύτης ἃπερ ἠπόρησας πρὸς τὴν παροῦσαν δόξαν. πῶς γὰρ δὴ ἥλιός τε καὶ σελήνη κατὰ τὸν σὸν λόγον καὶ οἱ ἐν οὐρανῷ ἐμφανεῖς ἔσονται θεοί, εἰ ἀσώματοί εἰσι μόνως οἱ θεοί; ὅτι δὴ οὐ περιέχονται ὑπὸ τῶν σωμάτων, φαμὲν ἡμεῖς, ἀλλὰ ταῖς θείαις

ζωαῖς καὶ ἐνεργείαις περιέχουσι τὰ σώματα· καὶ ὅτι οὐ πρὸς τὸ σῶμα ἐπιστρέφονται, ἀλλὰ τὸ σῶμα ἔχουσιν ἐπιστρεφόμενον εἰς τὴν θείαν αἰτίαν· καὶ ὅτι τὴν νοερὰν αὐτῶν καὶ ἀσώματον τελειότητα οὐκ ἐμποδίζει τὸ σῶμα οὐδὲ μεταξὺ παρεμπῖπτον πράγματα αὐτῇ παρέχει· ὅθεν δὴ οὐδὲ δεῖται πλείονος ἐπιμελείας, αὐτοφυῶς δὲ καὶ τρόπον τινὰ αὐτοκινήτως συνέπεται οὐκ αὐτουργικῆς δεόμενον ἐπιστασίας, τῇ δὲ πρὸς τὸ ἓν τῶν θεῶν ἀναγωγῇ καὶ αὐτὸ ὑφ’ ἑαυτοῦ μονοειδῶς συνεπαιρόμενον.

Εἰ δὲ δεῖ καὶ τοῦτο εἰπεῖν, τὸ οὐράνων σῶμα πρὸς αὐτὴν τὴν ἀσώματον οὐσίαν τῶν θεῶν ἐστὶ συγγενέστατον. μιᾶς μὲν γὰρ ἐκείνης οὔσης αὐτὸ ἁπλοῦν ἐστίν, ἀμερίστου δὲ ἀδιαίρετον καὶ ἀτρέπτου ὡσαύτως ἀναλλοίωτον. εἰ δὲ καί τις τὰς ἐνεργείας αὐτῶν μονοειδῶς ὑποτίθεται, καὶ τοῦτο ἔχει μίαν τὴν περιφοράν· μιμεῖται δ’ αὐτῶν καὶ τὴν ταὐτότητα τῇ κατ’ αὐτὰ καὶ ὡσαύτως καὶ

πρὸς τὰ αὐτὰ καὶ καθ’ ἕνα λόγον καὶ μίαν τάξιν ἀιδίῳ κινήσει, καὶ τὴν θείαν ζωὴν τῇ συμφύτῳ τοῖς αἰθερίοις σώμασι ζωῇ. διόπερ οὐδ’ ὡς ἐξ ἐναντίων καὶ διαφερόντων οὔτε τὸ σῶμα αὐτῶν συγκέκραται, ὥσπερ δὴ τὸ ἡμέτερον συνίσταται σῶμα, οὔτε ἡ ψυχὴ πρὸς τὸ σῶμα συνεπάγη εἰς ἒν ἐκ δύο ζῶον, ἀλλ’ ὅμοια πάντη καὶ συνηνωμένα δι’ ὅλων τε ὅλα καὶ μονοειδῆ καὶ ἀσύνθετα τὰ κατ’ οὐρανὸν τῶν θεῶν ἐστὶ ζῶα, τῶν μὲν γὰρ κρειττόνων ἐν αὐτοῖς ἀεὶ ὑπερεχόντων ὡσαύτως, τῶν δὲ ἐλαττόνων ἐξηρτημένων τῆς τῶν προτέρων ἀρχῆς καὶ οὐδέποτε αὐτὴν εἰς ἑαυτὰ κατατεινόντων, τῶν δ’ ὅλων εἰς μίαν σύνταξιν καὶ μίαν συντέλειαν συναγομένων, καὶ τρόπον τινὰ πάντων ἀσωμάτων ὄντων καὶ θεῶν δι’ ὅλου, διότι τὸ θεῖον εἶδος ἐν αὐτοῖς ἐπικρατοῦν δι’ ὅλων τὴν αὐτὴν πανταχοῦ ὅλην μίαν οὐσίαν ἐντίθησιν.

Οὕτω μὲν οὖν οἱ κατ’ οὐρανὸν ἐμφανεῖς θεοί τέ εἰσι πάντες καὶ τρόπον τινὰ ἀσώματοι·

ἡ δ’ ἑξῆς ἐπιζήτησις ἡ σὴ διαπορεῖ, πῶς αὐτῶν οἱ μέν εἰσιν ἀγαθοποιοί, οἱ δὲ

κακοποιοί. εἴληπται μὲν οὖν ἀπὸ τῶν γενεθλιαλόγων αὕτη ἡ δόξα, πάντη δὲ διαμαρτάνει τοῦ ὄντος. ἀγαθοί τε γάρ εἰσιν ἅπαντες καὶ ἀγαθῶν αἴτιοι ὡσαύτως πρὸς ἕν τι ἀγαθὸν ἀποβλέποντες ἑνοειδῶς περιάγονται κατὰ μόνον τὸ καλὸν καὶ ἀγαθόν. οὐ μὴν ἀλλὰ τά γε ὑποκείμενα· αὐτοῖς σώματα καὶ αὐτὰ ἀμηχάνους ὅσας ἔχει δυνάμεις, τὰς μὲν ἐν αὐτοῖς τοῖς θείοις σώμασι μονίμως ἑστώσας, τὰς δ’ ἀπ’ αὐτῶν προϊούσας εἰς τὴν φύσιν τοῦ κόσμου καὶ αὐτὸν τὸν κόσμον, δι’ ὅλης τε τῆς γενέσεως ἐν τάξει κατιούσας, καὶ μέχρι τῶν κατὰ μέρος διατεινούσας ἀκωλύτως.

Περὶ μὲν οὖν τῶν μενουσῶν κατ’ οὐρανὸν ἐν τοῖς σώμασι τοῖς θείοις δυνάμεων οὐκ ἄν τις ἀμφισβητήσειεν ὥς εἰσιν ὅμοιαι πᾶσαι· λοιπὸν οὖν περὶ τῶν τῇδε καταπεμπομένων καὶ συμμιγνυμένων πρὸς τὴν γένεσιν διέλθωμεν. αὗται τοίνυν ἐπὶ μὲν σωτηρίᾳ τοῦ παντὸς διήκουσιν ὡσαύτως καὶ συνέχουσιν ὅλην τὴν γένεσιν κατὰ τὰ αὐτά. ἀπαθεῖς τέ εἰσι καὶ ἄτρεπτοι, καίτοι εἰς τὸ τρε

πόμενον καὶ πάσχον καθήκουσιν. ἡ μέντοι γένεσις πολυειδὴς οὖσα καὶ ἐκ διαφερόντων συνισταμένῃ τῇ οἰκείᾳ μὲν ἐναντιώσει καὶ διαιρέσει μαχομένως καὶ μεριστῶς τὸ ἓν αὐτῶν καὶ ἀδιάφορον δέχεται· παθητικῶς δὲ χωρεῖ τὸ ἀπαθές, καὶ ὅλως κατὰ τὴν οἰκείαν φύσιν οὐ κατὰ τὴν ἐκείνων δύναμιν πέφυκεν αὐτῶν μετέχειν. ὥσπερ οὖν τὸ γιγνόμενον τοῦ ὄντος γεννητῶς καὶ τὸ σῶμα τοῦ ἀσωμάτου σωματοειδῶς μεταλαμβάνει, οὕτω καὶ τὰ ἐν τῇ γενέσει φυσικὰ καὶ ἔνυλα τῶν ἀύλων καὶ ὑπὲρ τὴν φύσιν καὶ γένεσιν αἰθερίων σωμάτων ἀτάκτως καὶ πλημμελῶς ἔστιν ὅπου μεταλαμβάνει. ἄτοποι οὖν οἵ τε χρῶμᾳ καὶ σχῆμα καὶ ἁφὴν τοῖς νοητοῖς εἴδεσι προστιθέντες, διότι τὰ μεταλαμβάνοντα αὐτῶν εἰσὶ τοιαῦτα, καὶ οἱ τοῖς οὐρανίοις σώμασι κακίαν ἀνατεθέντες, διότι τὰ μετέχοντα αὐτῶν φύεται ἐνίοτε κακά. τὴν ἀρχὴν γὰρ οὐδ’ ἂν ἦν μετοχὴ τὸ τοιοῦτον, εἰ μή τι καὶ παραλλάττον εἶχε τὸ μεταλαμβάνον. εἰ δ’ ὡς ἐν ἑτέρῳ καὶ διαφέροντι δέχεται
τὸ μετεχόμενον, τοῦτο δήπου τὸ ὡς ἄλλο καὶ ἐν τοῖς περιγείοις ἐστὶ τὸ κακὸν καὶ ἄτακτον.

Ἥ τε οὖν μετάληψις αἰτία γίνεται τῆς ἐν τοῖς δευτέρος πολλῆς ἑτερότητος καὶ ἡ σύμμιξις τῶν ὑλικῶν πρὸς τὰς ἀύλους ἀπορροίας, καὶ ἔτι τὸ ἑτέρως διδόμενον ἑτέρως αὐτὰ τὰ τῇδε ὑποδέχεσθαι. οἷον ἡ τοῦ Κρόνου ἀπόρροιά ἐστι συνεκτική, ἡ δὲ τοῦ Ἄρεος κινητική· πλὴν ἔν γε τοῖς ἐνύλοις ἡ παθητικὴ γενεσιουργὸς ὑποδοχὴ τὴν μὲν κατὰ πῆξιν καὶ ψυχρότητα ἐδέξατο, τὴν δὲ κατὰ φλόγωσιν ὑπερβάλλουσαν τὸ μέτριον. οὐκοῦν τὸ φθοροποιὸν καὶ ἀσύμμετρον διὰ τὴν τῶν ὑποδεχομένων ἑτεροποιὸν καὶ ὑλικὴν καὶ παθητικὴν παραπροπὴν ἀπήντησεν; ἔτι τοίνυν ἡ ἀσθένεια τῶν ἐνύλων καὶ περιγείων τόπων τὴν ἀκραιφνῆ δύναμιν καὶ καθαρωτάτην ζωὴν τῶν αἰθερίων μὴ χωροῦσα

τὸ ἑαυτῆς πάθημα μεταφέρει ἐπὶ τὰ πρῶτα αἴτια· οἷον εἴ τις κάμνων τῷ σώματι καὶ μὴ δυνάμενος φέρειν τὴν ἡλίου ζωοποιὸν θερμότητα ἐτόλμα ψευδόμενος ἀπὸ τῶν οἰκείων παθῶν εἰπεῖν, ὡς οὐ λυσιτελής ἐστιν ὁ ἥλιος πρὸς ὑγίειαν ἢ ζωήν.

Γένοιτο δ’ ἄν τι καὶ τὸ τοιοῦτον ἐν τῇ τοῦ παντὸς ἁρμονίᾳ καὶ κράσει, ὡς τὰ αὐτὰ τῷ μὲν ὅλῳ καὶ παντὶ σωτήρια εἶναι διὰ τὴν τελειότητα τῶν τε ἐνόντων καὶ οἷς ἔνεστι, τοῖς δὲ μέρεσι βλαβερὰ διὰ τὴν μεριστὴν ἀσυμμετρίαν. καὶ ἐν τῇ τοῦ παντὸς οὖν κινήσει πᾶσαι μὲν αἱ περιφοραὶ τὸν πάντα κόσμον ὡσαύτως διαφυλάττουσιν, ἓν δέ τι τῶν ἐν μέρει πολλάκις θλίβεται ὑπ’ ἄλλου μέρους, ὅπερ καὶ ἐν ὀρχήσει περιφανῶς ὁρῶμεν γιγνόμενον.

Πάλιν δὴ οὖν τὸ φθειρόμενον καὶ μεταβαλλόμενον πάθημα σύμφυτον γίνεται τῶν κατὰ μέρος, καὶ οὐ δεῖ οὐδὲ τοῦτο τοῖς ὅλοις καὶ πρώτοις αἰτίοις ἀνατιθέναι ἢ ὡς ἐν αὐτοῖς ὂν ἢ ὡς ἀπ’ αὐτῶν εἰς τὰ τῇδε καθῆκον·

διὰ δὴ τοσούτων ἀποδέδεικται, ὡς οὔτε αὐτοὶ οἱ ἐν οὐρανῷ θεοὶ οὔτε αἱ δόσεις αὐτῶν εἰσὶ κακοποιοί.

Ἴθι δὴ οὖν κἀκεῖνο ἀποκρινώμεθα, τί τὸ συνάπτον ἐστὶ πρὸς τοῖς ἀσωμάτοις θεοῖς τοὺς ἔχοντας σῶμα ἐν τῷ οὐρανῷ. ἤδη μὲν οὖν ἀπὸ τῶν προειρημένων καὶ τοῦτο καταφαίνεται. εἰ γὰρ ὡς ἀσώματοι καὶ νοητοὶ καὶ ἡνωμένοι τῶν οὐρανίων σφαιρῶν ἐπιβεβήκασιν, ἀρχὰς ἔχουσιν ἐν τῷ νοητῷ, καὶ νοοῦντες τὰ θεῖα αὑτῶν εἴδη κατευθύνουσι τὸν σύμπαντα οὐρανὸν κατὰ μίαν ἄπειρον ἐνέργειαν· καὶ εἰ χωριστῶς τῷ οὐρανῷ παρόντες ἄγουσι μόναις ταῖς ἑαυτῶν βουλήσεσι τὰς ἀιδίους περιφοράς, ἀμιγεῖς ὑπάρχουσι καὶ αὐτοὶ πρὸς τὸ αἰσθητὸν καὶ τοῖς νοητοῖς θεοῖς συνυπάρχουσι.

Πλὴν οὐδὲν οἷον καὶ κατ’ ἰδίαν πραγματεύσασθαι τὴν παροῦσαν ἀπόκρισιν ὧδέ πως. λέγω δὴ οὖν, ὡς ἀπὸ τῶν νοητῶν θείων παραδειγμάτων καὶ περὶ αὐτὰ ἀπογεννᾶται τὰ ἐμφανῆ τῶν θεῶν ἀγάλματα, γενόμενά τε παντελῶς ἐν αὐτοῖς ἵδρυται, καὶ πρὸς αὐτὰ ἀνήκουσαν

ἔχει τὴν ἀπ’ αὐτῶν ἀποτελεσθεῖσαν εἰκόνα· ἑτέρως τε τὰ αὐτὰ ἄλλην διακόσμησιν δεδημιούργηται, συνεχῆ τέ ἐστι τὰ τῇδε πρὸς ἐκεῖνα κατὰ μίαν ἕνωσιν, καὶ τὰ μὲν παρόντα θεῖα νοερὰ εἴδη τοῖς ὁρωμένοις σώμασι τῶν θεῶν χωριστῶς αὐτῶν προϋπάρχει· τὰ δ’ ἄμικτα καὶ ὑπερουράνια αὐτῶν νοητὰ παραδείγματα μένει καθ’ ἑαυτὰ ἐν ἑνὶ ὁμοῦ πάντα κατὰ τὴν διαιωνίαν αὐτῶν ὑπερβολήν.

Ἔστι μὲν οὖν καὶ κατὰ τὰς νοερὰς ἐνεργείας ὁ κοινὸς σύνδεσμος αὐτῶν ἀδιαίρετος, ἔστι δὲ καὶ κατὰ τὰς τῶν εἰδῶν κοινὰς μετουσίας, ἐπεὶ οὐδὲν διείργει ταύτας, οὐδ’ ἔστι τι αὐτῶν μεταξύ· οὐ μὴν ἀλλὰ καὶ αὐτὴ ἡ ἄυλος οὐσία καὶ ἀσώματος οὔτε τόποις οὔτε ὑποκειμένοις διισταμένη οὔτε μερῶν μερισταῖς διωρισμένη περιγραφαῖς εὐθὺς συνέρχεται καὶ συμφύεται εἰς ταὐτότητα, ἥ τε ἀφ’ ἑνὸς πρόοδος καὶ εἰς ἓν τῶν ὅλων ἀναγωγὴ καὶ τοῦ ἑνὸς πάντη ἐπικράτεια συνάγει τὴν κοινωνίαν τῶν ἐν τῷ κόσμῳ θεῶν πρὸς τοὺς ἐν τῷ νοητῷ προϋπάρχοντας.

Ἔτι δὲ ἡ τῶν δευτέρων πρὸς τὰ πρῶτα νοερὰ ἐπιστροφὴ καὶ ἀπὸ τῶν προτέρων εἰς τοὺς δευτέρους θεοὺς δόσις τῆς αὐτῆς οὐσίας καὶ δυνάμεως συνέχει τὴν εἰς ἓν αὐτῶν σύνοδον ἀδιάλυτον. ἐπὶ μὲν τῶν ἑτερουσιῶν οἷον ψυχῆς καὶ σώματος, καὶ τῶν ἀνομοειδῶν ὥσπερ τῶν ἐνύλων εἰδῶν καὶ τῶν ἄλλως ὁπωσοῦν κεχωρισμένων, ἡ συμφυὴς ἕνωσις ἐπίκτητός τε παραγίνεται ἀπὸ τῶν ἄνωθεν καὶ ἀποβλητὴ κατὰ χρόνων περιόδους ὡρισμένας· ὅσῳ δ’ ἂν ἀνίωμεν ἐπὶ τὸ ὕψος καὶ τὴν ταὐτότητα τῶν πρώτων κατὰ τὸ εἶδός τε καὶ τὴν οὐσίαν, .ἀπό τε τῶν μερῶν ἐπὶ τὰ ὅλα ἀναγάγωμεν ἑαυτούς, τοσούτῳ πλέον τὴν ἕνωσιν τὴν ἀίδιον ὑπάρχουσαν εὑρίσκομεν, προηγουμένην τε αὐτὴν καὶ κυριωτέραν θεωροῦμεν καὶ περὶ ἑαυτὴν καὶ ἐν ἑαυτῇ ἔχουσαν τὴν ἑτερότητα καὶ τὸ πλῆθος.

Ἐπεὶ δέ γε τῶν θεῶν ἐν τῇ ἑνώσει πάντων ἐστὶν ἡ τάξις, τά τε πρῶτα καὶ δεύτερα αὐτῶν γένη καὶ τὰ περὶ αὐτὰ φυόμενα πολλὰ ἐν ἑνὶ τὰ ὅλα συνυφέστηκε, τότε

πᾶν ἐν αὐτοῖς ἐστὶ τὸ ἕν, ἀρχή τε καὶ μέσα καὶ τέλη κατ’ αὐτὸ τὸ ἓν συνυπάρχει· ὥστ’ ἐπί γε τούτων οὐδὲ χρὴ ζητεῖν πόθεν τὸ ἓν ἅπασιν ἐφήκει· αὐτὸ γὰρ ὅ τι ποτέ ἐστιν ἐν αὐτοῖς τὸ εἶναι, τοῦτο αὐτῶν ὑπάρχει τὸ ἕν· καὶ τὰ μὲν δεύτερα μένει κατὰ τὰ αὐτὰ ἐν τῷ ἑνὶ τῶν πρώτων, τὰ δὲ πρῶτα δίδωσι τοῖς δευτέροις τὴν ἀφ’ ἑαυτῶν ἕνωσιν, πάντα δὲ ἐν ἀλλήλοις κοινωνίαν ἔχει τῆς ἀδιαλύτου συμπλοκῆς.

Ἀπὸ δὴ ταύτης τῆς αἰτίας καὶ τοῖς αἰσθητοῖς θεοῖς σώματα ἔχουσιν οἱ παντελῶς ἀσώματοι θεοὶ συνήνωνται. οἵ τε γὰρ ἐμφανεῖς θεοὶ σωμάτων εἰσὶν ἔξω, καὶ διὰ τοῦτό εἰσιν ἐν τῷ νοητῷ, καὶ οἱ νοητοὶ διὰ τὴν ἄπειρον αὐτῶν ἕνωσιν περιέχουσιν ἐν ἑαυτοῖς τοὺς ἐμφανεῖς, ἀμφότεροί τε κατὰ κοινὴν ἕνωσιν καὶ μίαν ἐνέργειαν ἵστανται. ὡσαύτως καὶ τοῦτο τῆς τῶν θεῶν αἰτίας καὶ διακοσμήσεώς ἐστιν ἐξαίρετον, διόπερ ἄνωθεν μέχρι τοῦ τέλους τῆς θείας τάξεως ἡ αὐτὴ διήκει πάντων ἕνωσις. εἰ

δὴ τοῦτο ἄξιον ἀμφισβητεῖν, τοὐναντίον γὰρ ἂν ᾖ θαυμαστόν, εἰ μὴ οὕτως εἶχε.

Καὶ περὶ μὲν τῆς συναφῆς τῶν αἰσθητῶν θεῶν ἱδρυμένων πρὸς τοὺς νοητοὺς θεοὺς τοσαῦτα εἰρήσθω·

τὸ δὲ μετὰ τοῦτο τὰς αὐτὰς ἐρωτήσεις ἐπαναλαμβάνεις αὖθις, περὶ· ὦν ἤρκει μὲν τὰ προειρημένα ἀρτίως εἰς διάλυσιν ὧν ἐπεζήτησας. ἀλλ’ ἐπεὶ δεῖ τὰ καλά, ὥς φασι, πολλάκς λέγειν τε καὶ ἐπισκοπεῖν, οὐδὲ ἡμεῖς ὑπερβησόμεθα ταῦτα ὡς ἤδη τετυχηκότες ἱκανῆς ἀποκρίσεως τρίβοντες δὲ αὐτὰ πολλάκις διὰ τῶν λόγων τάχα ἂν ἐξ ἀπάντων τέλειόν τι καὶ μέγα ἀγαθὸν εἰς ἐπιστήμην κτησαίμεθα. ἀπορεῖς γὰρ δὴ τί τὸ διακρῖνόν ἐστι τοὺς δαίμονας ἀπό τε τῶν ἐμφανῶν καὶ τῶν ἀφανῶν θεῶν, συνημμένων δὲ τῶν ἐμφανῶν θεῶν τοῖς ἀφανέσιν. ἐγὼ δ’ ἀπ’ αὐτοῦ τοῦδε πρώτου ἀρχόμενος τὸ διάφορον αὐτῶν παραδεικνύω. διότι γὰρ οἱ μέν εἰσιν συνημμένοι πρὸς τοὺς νοητοὺς θεοὺς καὶ αὐτὴν τὴν ἰδέαν πρὸς αὐτοὺς ἔχοντες, οἱ δὲ πόρρωθεν

αὐτῶν ἀφεστηκότες κατὰ τὴν οὐσίαν καὶ μόλις δι’ ὁμοιότητος αὐτοῖς ἀπεικαζόμενοι, διὰ τοῦτο δὴ κεχωρισμένοι τῶν ἐμφανῶν θεῶν εἰσὶ δαίμονες. τῶν δ’ ἀφανῶν θεῶν διεστήκασι κατ’ αὐτὴν τὴν τοῦ ἀφανοῦς διαφοράν· οἱ μὲν γὰρ δαίμονες ἀόρατοί τέ εἰσι καὶ οὐδαμῶς αἰσθήσει περιληπτοί, οἱ δὲ καὶ λόγου γνώσεως καὶ νοήσεως ἐνύλου προέχουσι· καὶ διότι τούτοις εἰσὶν ἄγνωστοι καὶ ἀφανεῖς, οὕτως ἐπονομάζονται πολὺ διαφερόντως ἢ ὡς ἐπὶ τῶν δαιμόνων λέγεται τὸ ἀφανές· τί οὖν; τῶν ἐμφανῶν θεῶν ἀφανεῖς ὄντες ἔχουσι κρεῖττον καθ’ ὅσον εἰσὶν ἀφανεῖς; οὐ μὲν οὖν· τὸ γὰρ θεῖον ὅπου ποτ’ ἂν ᾖ καὶ ἥντινα ἂν ἔχῃ λῆξιν, τὴν αὐτὴν ἔχει δύναμιν καὶ ἐπικράτειαν τῶν ὑποτεταγμένων ὅλων. οὐκοῦν κἂν ἐμφανὲς ᾖ, τῶν ἀφανῶν ὡσαύτως ἐπάρχει δαιμόνων, κἂν παρὰ γῆν ὑπάρχῃ τῶν ἀερίων βασιλεύει δαιμόνων. οὐ γὰρ ὁ τόπος. ὁ δεχόμενος οὐδ’ ἡ τοῦ κόσμου μερὶς ποιεῖ τινὰ μεταβολὴν εἰς τὴν τῶν θεῶν ἀρχήν· μένει δὲ ἡ αὐτὴ πανταχοῦ τῶν
θεῶν ὅλη ἡ οὐσία ἀδιαίρετός τε καὶ ἀναλλοίωτος, ἣν σέβει πάντα ὁμοίως τὰ ὑποδεέστερα τῇ κατὰ φύσιν τάξει.

Ἀπὸ δὲ τῆς αὐτῆς ἀφορμῆς ἐπιόντες καὶ ἄλλην εὑρίσκομεν αὐτῶν διαφοράν· οἱ μὲν γὰρ ἐμφανεῖς τε καὶ ἀφανεῖς θεοὶ τὴν ὅλην ἐν ἑαυτοῖς συνειλήφασι κυβέρνησιν τῶν ὄντων κατὰ πάντα τε τὸν οὐρανὸν καὶ κόσμον καὶ κατὰ τὰς ἀφανεῖς ἐν τῷ παντὶ δυνάμεις ὅλας· οἱ δὲ τὴν δαιμονίαν ἐπιστασίαν διαλαχόντες, μοίρας τινὰς μεριστὰς τοῦ κόσμου κατατεινάμενοι, ταύτας κατευθύνουσιν, ἔχουσί τε καὶ αὐτοὶ μεριστὸν τὸ τῆς οὐσίας εἶδος καὶ δυνάμεως. καὶ ἔτι συμφυεῖς πώς εἰσι καὶ ἀχώριστοι τῶν ὕφ’ ἑαυτῶν διοικουμένων· οἱ δὲ θεοὶ κἂν σωμάτων ἐπιβαίνωσι, παντελῶς εἰσὶν ἀπ’ αὐτῶν κεχωρισμένοι. οὐ τὸ τῶν σωμάτων οὖν ἐπιμελεῖσθαι φέρει τινὰ ἐλάττωσιν οἷς ὑπηρετεῖ τὸ σῶμα, καὶ συνέχεται ὑπὸ τοῦ κρείττονος καὶ ἐπέστραπται πρὸς αὐτὸ καὶ οὐδὲν ἐμπόδιον αὐτῷ παρέχει· ἀλλὰ τὸ τῇ γενεσιουργῷ φύσει προσκεῖσθαι καὶ μερίζε

σθαι παρ’ αὐτὴν ἐξ ἀνάγκης καταδεεστέραν μοῖραν δίδωσι τοῖς δαίμοσιν· ὅλως δὲ τὸ μὲν θεῖόν ἐστιν ἡγεμονικὸν καὶ προϊστάμενον τῆς ἐν τοῖς οὖσι διατάξεως, διακονικὸν δὲ τὸ δαιμόνιον καὶ παραδεχόμενον ἅπερ ἂν παραγγείλωσιν οἱ θεοί, προθύμως αὐτουργίᾳ χρώμενον περὶ ὧν οἱ θεοὶ νοοῦσί τε καὶ βούλονται καὶ ἐπιτάττουσι. τοιγαροῦν οἱ θεοὶ τῶν ῥεπουσῶν εἰς τὴν γένεσιν δυνάμεών εἰσιν ἀπηλλαγμένοι· δαίμονες δὲ τούτων οὐ πάντη καθαρεύουσι. τοσαῦτα δὴ οὖν περὶ τῆσδε τῆς διακρίσεως προσεθήκαμεν καὶ οἰόμεθα ἀπ’ ἀμφοτέρων, τῶν τε ἔμπροσθεν καὶ τῶν νῦν ἐφόδων, γνωριμωτέραν αὐτὴν καθεστηκέναι.

Ἣν δὲ συναινεῖς διαίρεσιν τὴν τοῦ ἐμπαθοῦς ἀπὸ τοῦ ἀπαθοῦς ἴσως μὲν ἄν τις παραιτήσαιτο, ὡς οὐδετέρῳ τῶν κρειττόνων γενῶν ἐφαρμόζουσαν, δι’ ἃς ἔμπροσθεν εἰρήκαμεν αἰτίας· καὶ μὴν διὰ τοῦτό γε αὐτὴν ἀνατρέπειν ἄξιον, διότι ἐλήλεγκται ἐκ τῶν ὡς εἰς ἐμπαθεῖς ὄντας

δρωμένων. ποία γὰρ ἁγιστεία καὶ κατὰ νόμους ἱερατικοὺς θεραπεία δρωμένη διὰ πάθους γίνεται, ἢ παθῶν τινὰ ἀποπλήρωσιν ἐμποιεῖ; οὐχ αὕτη μὲν κατὰ θεσμοὺς θεῶν νοερῶς τε κατ’ ἀρχὰς ἐνομοθετήθη; μιμεῖται δὲ τὴν τῶν θεῶν τάξιν, τήν τε νοητὴν καὶ τὴν ἐν οὐρανῷ. ἔχει δὲ μέτρα τῶν ὄντων ἀίδια καὶ ἐνθήματα θαυμαστά, οἷα ἀπὸ τοῦ δημιουργοῦ καὶ πατρὸς τῶν ὅλων δεῦρο καταπεμφθέντα, οἷς καὶ τὰ μὲν ἄφθεγκτα διὰ συμβόλων ἀπορρήτων ἐκφωνεῖται, τὰ δὲ ἀνειδέα κρατεῖται ἐν εἴδεσι, τὰ δὲ πάσης εἰκόνος κρείττονα δι’ εἰκόνων ἀποτυποῦται, πάντα δὲ διὰ θείας αἰτίας μόνης ἐπιτελεῖται, ἥτις τοσοῦτον κεχώρισται τῶν παθῶν, ὥστε μηδὲ λόγον αὐτῆς δυνατὸν εἶναι ἐφάπτεσθαι.

Σχεδὸν οὖν καὶ τοῦτο αἴτιον γέγονε τῆς ἐπὶ τὰ πάθη τῶν ἐπινοιῶν παρατροπῆς. ἀδύνατοι γὰρ ὄντες αὐτῶν οἱ ἄνθρωποι λογισμῶν τὴν γνῶσιν ἐπιλαβεῖν. νομίζοντες δὲ εἶναι δυνατὸν φέρονται ὅλοι πρὸς τὰ οἰκεῖα ἑαυτῶν τὰ

ἀνθρώπινα πάθη, καὶ ἀπὸ τῶν παρ’ ἑαυτοῖς τὰ θεῖα τεκμαίρονται. διαμαρτάνουσι τοίνυν αὐτῶν διχῇ, καὶ διότι τῶν θείων ἀποπίπτουσι καὶ διότι τούτων ἀποτυγχάνοντες ἐπὶ τὰ ἀνθρώπινα αὐτὰ πάθη καθέλκουσιν. ἐχρῆν δέ γε καὶ τῶν ὡσαύτως δρωμένων πρὸς θεοὺς καὶ ἀνθρώπουης, οἷον προκυλίσεων προσκυνήσεων δωρεῶν ἀπαρχῶν, μὴ τὸν αὐτὸν ὑπολαμβάνειν τρόπον ἐπ’ ἀμφοτέρων, κατὰ δὲ τὴν ἐπὶ τὰ τιμιώτερα διαφορὰν χωρὶς τιθέναι ἑκάτερα, καὶ τὰ μὲν ὡς θεῖα ἀποσεμνύνειν, τὰ δὲ ὡς ἀνθρώπινα ἡγεῖσθαι εὐκαταφρόνητα, καὶ τῶν μὲν πάθη διδόναι τὴν ἀπεργασίαν τῶν τε ποιούντων καὶ πρὸς οὓς γίνονται, (ἀνθρώπινα γάρ ἐστι καὶ σωματοειδῆ) τῶν δὲ διὰ θαύματος ἀτρέπτου καὶ σεμνῆς καταστάσεως, νοερᾶς τε χαρᾶς καὶ βεβαίας γνώμης ἀπεργαζομένων τιμᾶν διαφερόντως τὴν ἐνέργειαν, ἐπειδὴ τοῖς θεοῖς ἀνατίθεται.