Protrepticus

Iamblichus

Iamblichus. Protrepticus. Pistelli, Ermenegildo, editor. Leipzig: Teubner, 1888.

XXI. Τελευταῖον δὴ τρόπον εἰς προτροπὴν τίθεμεν τὸν ἀπὸ τῶν συμβόλων, τὸν μὲν ἴδιον ὄντα τῆς αἱρέσεως [*](27. p. 105, 25 cf. p. 7, 18 sqq.) [*](7 καταλύσει ci. Κ || 12 συλῆσαι, τοὐναντίον? Vitelli ||15 τοσούτων δὲ ἀγαθῶν ex Ciz K || 20 αὐτᾦ ] αὑτῶ || 26 προτροπὴν coni K: ἀποτροπὴν (similiter p 16, 1 ἀποτρέπει apographa).)

105
σεως καὶ ἀπόρρητον πρὸς τὰς ἄλλας ἀγωγάς, τὸν δὲ δημώδη καὶ κοινὸν πρὸς ἐκείνας, τρίτον δὲ παρʼ ἀμφότερα μέσον ἀμφοῖν οὔτε παντάπασι δημώδη οὔτε μὴν ἄντικρυς Πυθαγορικόν, ἀλλʼ οὐδὲ ἀπηλλαγμένον ὁλοσχερῶς ἑκατέρου. τῶν γὰρ λεγομένων Πυθαγορικῶν συμβόλων ὅσα ἂν ἀξιομνημόνευτα ἡμῖν φαίνηται καὶ τὸ προτρεπτικὸν εἶδος παραδεικνύῃ ἐκθέμενοι, διεγνώκαμεν ἐξήγησιν ποιήσασθαι τὴν πρέπουσαν αὐτῶν εἰς παράκλησιν, ἐκ τοῦ τοιούτου νομίζοντες πλήρη καὶ ἐντελεστέραν προτροπὴν εἰς φιλοσοφίαν ἐνήσειν τοῖς [*](130 A.) ἐντευξομένοις μᾶλλον ἢ εἰ διὰ πλειόνων στίχων ποιοίμεθα [*](308 K.) τὴν προτροπήν. καθὸ μὲν οὖν ἐξωτερικάς τινας ἐπιλύσεις καὶ κοινὰς πάσης φιλοσοφίας ἐντάξομεν αὐτῷ, κατὰ τοῦτο ἡγητέον αὐτὸ κεχωρίσθαι Πυθαγορικοῦ βουλήματος, καθὸ δὲ καὶ τὰς τῶν ἀνδρῶν τούτων κυριωτάτας περὶ ἑκάστου δόξας ἐγκαταμίξομεν, κατὰ τοῦτο πάλιν οἰκεῖον μὲν Πυθαγορικῶν, ἀλλότριον δὲ τῶν ἄλλων φιλοσόφων καλῶς ἔχει τίθεσθαι αὐτό. λεληθότως δέ, ὡς εἰκός, ἀποπαιδαγωγήσει μὲν τοῦτο ἡμᾶς ἀπὸ τῶν ἐξωτερικῶν ἐννοιῶν, προσάξει δὲ καὶ οἰκειώσει μάλιστα ταῖς προκειμέναις καὶ κατὰ τήνδε τὴν αἵρεσιν τεχνολογουμέναις παρακλήσεσιν, οἷά τις γέφυρα ἢ κλῖμαξ κάτωθεν ἄνω καὶ εἰς ὕψος ἐκ βάθους ἀνιμῶσα πολλοῦ καὶ ἀνάγουσα τὴν ἑκάστου τῶν γνησίως προσεξόντων διάνοιαν· εἰς γὰρ τὸ τοιοῦτο καὶ ἐμηχανήθη κατὰ μίμησιν καὶ ἀπόμαξιν τῶν προλεχθέντων. οἱ γὰρ παλαιότατοι καὶ αὐτῷ συγχρονήσαντες καὶ [*](27. p. 106, 12 cf. Vit. Pyth. 104 sq. (p. 76, 5—77, 9 Nauck).) [*](14 αὐτὸ Scaliger; αὐτῶ || 27 συγχρονήσαντες hic codex: rectius συγχρονίσαντες Vit.Pyth. (cf. etiam supra p. 96, 5), at similiter (lamblich.? ) Theologum. Arithm. p 41, 29 Ast συνεχρόνει.)
106
μαθητεύσαντες τῷ Πυθαγόρᾳ οὐ τῇ κοινῇ καὶ δημώδει καὶ τοῖς ἄλλοις ἅπασιν εἰωθυίᾳ λέξει τε καὶ ἑρμηνείᾳ ἐποιοῦντο συνετὰ καὶ εὐνόητα τοῖς ἀπλῶς ἀκούουσιν [*](310 Κ.) ἐξ ἐπιδρομῆς τε ἐντυγχάνουσιν, εὐπαρακολούθητα πειρώμενοι [*](131 A.) τίθεσθαι τὰ φραζόμενα ὑπʼ αὐτῶν, ἀλλὰ κατὰ τὴν νενομοθετημένην αὐτοῖς ὑπὸ Πυθαγόρου ἐχεμυθίαν μυστηρίων καὶ πρὸς τοὺς ἀτελεστέρους τρόπων ἀπορ- ρήτων ἥπτοντο καὶ διὰ συμβόλων ἐπέσκεπον τὰς πρὸς ἀλλήλους διαλέξεις ἢ συγγραφάς. καὶ εἰ μή τις αὐτὰ τὰ σύμβολα ἐκλέξας διαπτύξειε καὶ ἀμώκῳ ἐξηγήσει περιλάβοι, γελοῖα ἂν καὶ γραώδη δόξειε τοῖς ἐντυγχάνουσι τὰ λεγόμενα λήρου μεστὰ καὶ ἀδολεσχίας. ἵνʼ οὖν τὰ ῥήματʼ ἐκφανῆ καὶ τὸ εἰς προτροπὴν αὐτῶν ὄφελος κατάδηλον γένηται, κατὰ τὸ ἐξωτερικόν τε ἅμα καὶ κατὰ τὸ ἀκροατικὸν ἀποδώσομεν ἑκάστου συμβόλου τὰς ἐπιλύσεις, μηδὲ τὰ παρʼ αὐτοῖς ἀπόρρητα καὶ ἐχεμυθούμενα πρὸς τοὺς ἀνεισάκτους παραλιπόντες ἀνεξέταστα. ἔστω δὲ τὰ φρασθησόμενα σύμβολα ταῦτα·

α΄. Εἰς ἱερὸν ἀπιὼν προσκυνῆσαι μηδὲν ἄλλο μεταξὺ βιωτικὸν μήτε λέγε μήτε πράττε.

βʹ. Ὁδοῦ πάρεργον οὔτε εἰσιτέον εἰς ἱερὸν οὔτε 312K προσκυνητέον τοπαράπαν, οὐδʼ εἰ πρὸς ταῖς θύραις 132 A αὐταῖς παριὼν γένοιο.

γʹ. Ἀνυπόδητος θῦε καὶ προσκύνει.

[*](19 sqq v.Goettling, Gesammte Abhandl. I278sqq. ll280 sqq Mullach, Philos. gr. Fragm. l 504 sqq.)[*](7 θείων μυστηρίων et ἀτελέστους Vit. Pyth. || 9 ἀλλήλους et 11 δόξειε Vit. Pyth.: ἄλλους et δόξειαν || 10 τὰ σύμβολα delet Nauck || 13 ῥήματα Scaliger, τὰ addidit Κ: χρήματ χρήσιμʼ Rittershusius ad Porph. Vit Pyth. p. 61 Kust. (224 Kiessl.) 15 immo ἀκροαματικον || 21 εἰσιτέον p. 109, 10 et Vit. Pyth p. 77, 15 NΚ.: εἰσιτητέον || 24 θύε constanter.)
107

δʹ. Τὰς λεωφόρους ὁδοὺς ἐκκλίνων διὰ τῶν ἀτραπῶν βάδιζε.

εʹ. Μελανούρου ἀπέχου· χθονίων γάρ ἐστι θεῶν.

ϛʹ. Γλώσσης πρὸ τῶν ἄλλων κράτει θεοῖς ἑπόμενος.

ζ΄. Ἀνέμων πνεόντων τὴν ἠχὼ προσκύνει.

η΄. Πῦρ μαχαίρῃ μὴ σκάλευε.

θʹ, Ὀξίδα ἀπὸ σεαυτοῦ ἀπόστρεφε πᾶσαν.

ι΄. Ἀνδρὶ ἐπανατιθεμένῳ μὲν φορτίον συνέπαιρε, μὴ συγκαθαίρει δὲ ἀποτιθεμένῳ.

ια΄. Εἰς μὲν ὑπόδησιν τὸν δεξιὸν πόδα προπάρεχε, εἰς δὲ ποδόνιπτρον τὸν εὐώνυμον.

ιβ΄. Περὶ Πυθαγορείων ἄνευ φωτὸς μὴ λάλει.

ιγʹ. Ζυγὸν μὴ ὑπέρβαινε.

ιδ΄. Ἀποδημῶν τῆς οἰκίας μὴ ἐπιστρέφου Ἐρινύες γὰρ μετέρχονται.

ιεʹ. Πρὸς ἥλιον τετραμμένος μὴ οὔρει.

[*](314 Κ.)

ις΄. Δᾳδίῳ θᾶκον μὴ ἀπόμασσε.

ιζ΄. Ἀλεκτρυόνα τρέφε μὲν μὴ θῦε δέ· μήνῃ γὰρ καὶ ἡλίῳ καθιέρωται.

[*](133 Α.)

ιη΄. Ἐπὶ χοίνικι μὴ καθέζου.

ιθʹ. Γαμψώνυχον μηδὲν παράτρεφε.

κ΄. Ἐν ὁδῷ μὴ σχίζε.

κα΄. Χελιδόνα οἰκίᾳ μὴ δέχου.

κβ΄. Δακτύλιον μὴ φόρει.

κγ΄. Θεοῦ τύπον μὴ ἐπίγλυφε δακτυλίῳ.

κδ΄. Παρὰ λύχνον μὴ ἐσοπτρίζου.

κε΄. Περὶ θεῶν μηθὲν θαυμαστὸν ἀπίστει, μηδὲ περὶ θείων δογμάτων.

κϛ΄. Ἀσχέτῳ γέλωτι μὴ ἔχεσθαι.

[*](6 μαχαίρῃ (sic) etiam p.112,24 || 10 ὑπόδησιν] cf.ad p.114, 6 || πάρεχε p. 114, 7 || 20 χοίνικι p. 116, 26: χοίνικα || 21 παράτρεφε p 117, 7: παράτρεχε.)
108

κζ΄. Παρὰ θυσίᾳ μὴ ὀνυχίζου.

κη΄. Δεξιὰν μὴ παντὶ ῥᾳδίως ἔμβαλλε.

κθ΄. Στρωμάτων ἀναστὰς συνέλισσε αὐτὰ καὶ τὸν τύπον συνστόρνυε.

λ΄. Καρδίαν μή τρῶγε.

λα΄. Ἐγκέφαλον μὴ ἔσθιε.

λβʹ, Ἀποκαρμάτων σῶν καὶ ἀπονυχισμάτων κατάπτυε.

[*](316 K.)

λγ΄. Ἐρυθῖνον μὴ προσλαμβάνου.

λδ΄. Χύτρας ἴχνος ἀπὸ σποδοῦ ἀφάνιζε.

λε΄. Χρυσὸν ἐχούσῃ μὴ πλησίαζε ἐπὶ τεκνοποιίᾳ.

λϚ΄. Προτίμα τὸ σχῆμα καὶ βῆμα τοῦ σχῆμα καὶ [*](134 A.) τριώβολον.

λζ΄. Κυάμων ἀπέχου.

λη΄. Μολόχην ἐπιφύτευε μέν, μὴ ἔσθιε δέ.

λθ΄. Ἐμψύχων ἀπέχου.

Ταῦτα δὴ πάντα κοινῶς μὲν προτρεπτικά ἐστι [*](318 K.) πρὸς πᾶσαν ἀρετήν, κατʼ ἰδίαν δὲ ἕκαστα πρὸς ἑκάστην ἀρετήν· πρὸς μέρη τε φιλοσοφίας καὶ μαθήσεως ἄλλα ἄλλως προσοικειοῖ, οἷον εὐθὺς τὰ πρῶτα εἰς εὐσέβειαν καὶ τὴν θείαν ἐπιστήμην ἐστὶ παρακλητικά.

αʹ Τὸ γὰρ εἰς ἱερὸν ἀπιόντα προσκυνῆσαι μηδὲν ἄλλο μεταξὺ βιωτικὸν μήτε λέγειν μήτε πράττειν τηρεῖ τὸ θεῖον ᾗπέρ ἐστι καθʼ αὐτὸ ἀμιγὲς ἄχραντον, τῷ τε καθαρῷ τὸ καθαρὸν ἐθίζει συνάπτειν [*](320 K.) καὶ ποιεῖ μηδὲν ἐφέλκεσθαι ἀπὸ τῶν ἀνθρωπίνων εἰς [*](1 θυσίᾳ p. 121, 26: θυσίαν || 4 συστόρνυε hic et p. 122, 23 scr. K || 8 ἐρυθρῖνον scr. K, at cf. p. 124, 10. Lobeck, Pathol. Prol. p. 207 sq. contra Vit. Pyth. 24,109 (p.80, 6 Nk.) codex habet ἐρυθρῖνον || 11 sq. τοῦ σχήματος καὶ τριωβόλου perperam Mullach: cf. Nauck Vit. Pyth. p. 18, 11 sqq. (Goettl. op. c. p. 294 sqq .). Procl. in Eucl. p.84 Friedl. || 17 δὲ scripsit Vitelli: γὰρ || 17 sq. πρὸς ἑκάστην ἀρετὴν καὶ πρὸς μέρη τῆς φιλοσοφίας perperam 18 τὲ || 21 marg. ἀνάπτυξις τῶν Πυθαγορικῶν συμβόλων.)

109
τὴν θείαν θρησκείαν· πάντα γὰρ ἀλλότριά ἐστι καὶ ἐναντίως πρὸς αὐτὴν ἔχει. τὸ δʼ αὐτὸ καὶ πρὸς ἐπιστήμην [*](135 A.) μεγάλα συμβάλλεται· οὐδὲν γὰρ δεῖ πρὸς τὴν θείαν ἐπιστήμην προσφέρειν τοιοῦτον, οἷόν ἐστιν ἀνθρώπινον διανόημα ἢ βιωτικῆς φροντίδος ἐχόμενον. οὐδὲν οὖν ἄλλο παρακελεύεται ἐν τούτοις ἢ τοὺς λόγους τοὺς ἱεροὺς καὶ τὰς θείας πράξεις μὴ συμμιγνύναι τοῖς ἀνθρωπίνοις ἀστάτοις ἤθεσι.

β΄ Τούτῳ δὲ συνῳδόν ἐστι καὶ τὸ ἑξῆς τὸ ὁδοῦ πάρεργον οὐκ εἰσιτέον εἰς ἱερὸν οὐδὲ προσκυνητέον τοπαράπαν, οὐδʼ εἰ πρὸς ταῖς θύραις αυταῖς παριὼν γένοιο. εἰ γὰρ ὁμοίῳ τὸ ὅμοιον φίλον τέ ἐστι καὶ προσήγορον, δῆλον ὅτι καὶ ἀρχηγικωτάτην οὐσίαν ἐχόντων τῶν θεῶν ἐν τοῖς ὅλοις, [*](322 Κ.) προηγουμένην αὐτῶν δεῖ ποιεῖσθαι τὴν θεραπείαν· εἰ δʼ ἄλλου τις ἕνεκα αὐτὴν ποιοῖτο, δεύτερον οὕτω θήσεται τὸ πάντων προηγούμενον καὶ ἀναστρέψει τὴν ὅλην τάξιν τῆς ὅλης θεραπείας τε καὶ γνώσεως. ἔτι γὰρ τὰ τίμια ἀγαθὰ οὐ δεῖ τῶν ἀνθρωπίνων χρησίμων ἐν ὑστέρᾳ μοίρᾳ τίθεσθαι, οὐδὲ ἐν τέλους μὲν τάξει τὰ ἡμέτερα, ἐν προσθήκης δὲ μέρει τὰ κρείττονα οὔτε ἔργα οὔτε διανοήματα.

[*](136 Α.)

γʹ Ἡ δʼ ἐπὶ τὸ αὐτὸ προτροπὴ καὶ ἀπὸ τοῦ ἑξῆς γένοιτο ἄν· τὸ γὰρ ἀνυπόδητος θῦε καὶ προσκύνει ἓν μὲν σημαίνει τὸ δεῖν κοσμίως καὶ μετρίως καὶ μὴ ὑπερέχοντας τῆς ἐν τῇ γῇ τάξεως τοὺς θεοὺς θεραπεύειν καὶ τὴν ὑπὲρ αὐτῶν γνῶσιν ποιεῖσθαι, ἕτερον δὲ τὸ δεῖν δεσμῶν χωρὶς καὶ εὔλυτον ὄντα [*](324 K.) τὴν θεραπείαν καὶ γνῶσιν τῶν θεῶν ποιεῖσθαι. ταῦτα δὲ οὐκ ἐπὶ τοῦ σώματος μόνου παραγγέλλει τὸ σύμβολον [*](17 ἀνατρέψει AΚ.)

110
διαπράττεσθαι, ἀλλὰ καὶ ἐπὶ τῶν τῆς ψυχῆς ἐνεργειῶν, ὡς μήτε ὑπὸ παθῶν αὐτὰς κατέχεσθαι μήτε ὑπὸ τῆς τοῦ σώματος ἀσθενείας μήτε ὑπὸ τῆς περιπεφυκυίας ἔξωθεν ἡμῖν γενέσεως, εὔλυτα δὲ πάντα ἔχειν καὶ ἕτοιμα πρὸς τὴν μετουσίαν τῶν θεῶν.

κε΄ Καὶ ἄλλο δέ τι τούτοις ὅμοιον εἰς τὴν αὐτήν τε ἀρετὴν προτρέπον ἐστὶ τὸ τοιοῦτον σύμβολον· περὶ θεῶν μηδὲν θαυμαστὸν ἀπίστει, μηδὲ περὶ θείων δογμάτων. ἱκανῶς γὰρ τὸ δόγμα τοῦτο σεβαστικὸν ὑπάρχει καὶ ἐμφαντικὸν τῆς τῶν θεῶν ὑπεροχῆς, ἐφοδιάζον ἡμᾶς καὶ ὑπομιμνῇσκον ὅτι οὐκ ἀπὸ τῆς ἡμῶν αὐτῶν συγκρίσεως χρὴ τεκμαίρεσθαι καὶ τὴν [*](137 Α.) θείαν δύναμιν, ἀλλʼ ἡμῖν μὲν ἄτε σωματικοῖς ὑπάρχουσι γενητοῖς τε καὶ φθαρτοῖς καὶ προσκαίροις, ὑποκειμένοις τε νόσων ποικιλίᾳ καὶ ὄγκου μικρότητι καὶ τῆς ἐπὶ τὸ μέσον φορᾶς τῇ βαρήσει καὶ ὑπνωδίᾳ καὶ [*](326 Κ.) ἐνδείᾳ καὶ πλεονασμῷ ἀβουλίᾳ τε καὶ ἀσθενείᾳ καὶ ψυχῆς παραποδισμῷ καὶ τοῖς ἄλλοις, εἰκὸς ἀμήχανά τινα καὶ ἀδύνατα ὑπάρχειν. καίτοι πολλὰ οὕτω παρὰ τῆς φύσεως ἔχομεν ἐξαίρετα, ἀλλʼ ὅμως πάντῃ τῶν θεῶν ἀπολειπόμεθα, καὶ οὔτε δύναμιν τὴν αὐτὴν οὔτε ἀρετὴν ἴσην πρὸς αὐτοὺς ἔχομεν. γνῶσιν οὖν θεῶν διαφερόντως τοῦτο εἰσηγεῖται, ὡς πάντα δυναμένων αὐτῶν. διὰ τοῦτο δὴ οὖν περὶ θεῶν μηδὲν ἀπιστεῖν παραγγέλλει. πρόσκειται δὲ μηδὲ περὶ θείων δογμάτων, τῶν τῇ Πυθαγορικῇ φιλοσοφίᾳ δοκούντων· ταῦτα γὰρ ὑπὸ μαθημάτων καὶ ἐπιστήμονος θεωρίας ἠσφαλισμένα ἀληθῆ καὶ ἀδιάψευστα μόνα ὑπάρχει, [*](6 fortasse τούτους 〈θʼ〉 7 κε΄ ] ita codex. cf. infra p. 121, 4 sqq. || 10 ἐμφαντικὸν] sic (non ἐκφαντικὸν), cf. Vit. Pyth. 67 (p. 48, 2 Nk .) || 14 γεννητοῖς.)

111
ἀποδείξει παντοίᾳ καὶ συναναγκασμῷ ὠχυρωμένα. τὰ δὲ αὐτὰ ταῦτα δύναται καὶ πρὸς τὴν ἐπιστήμην τὴν περὶ θεῶν προτρέπειν· παραγγέλλει γὰρ ἐπιστήμην τοιαύτην κτήσασθαι, διʼ ἧς οὐδενὶ ἀπιστήσομεν τῶν [*](138 A.) λεγομένων περὶ θεῶν καὶ περὶ θείων δογμάτων. δύναται παραινεῖν τὰ αὐτὰ καὶ τὸ διὰ μαθημάτων χωρεῖν· [*](328 K.) ὀμματουργὰ γὰρ ταῦτα μόνα καὶ φωτοποιὰ περὶ τῶν ὄντων ἁπάντων τῷ μέλλοντι σκέψεσθαι καὶ κατόψεσθαι αὐτά. ἐκ γὰρ τοῦ μαθημάτων μετασχεῖν ἓν πρὸ πάντων συνίσταται, τὸ μὴ ἀπιστεῖν μήτε περὶ φύσεως θεῶν μήτε περὶ οὐσίας μήτε περὶ δυνάμεως, μηδὲ μὴν περὶ τῶν Πυθαγορικῶν δογμάτων τερατολογεῖσθαι δοκούντων τοῖς ἀνεισάκτοις καὶ μαθημάτων ἀμυήτοις· ὥστε τὸ ῾ μὴ ἀπίστειʼ ἴσον ἐστὶ τῷ μετέρχου καὶ κτῶ ἐκεῖνα διʼ οὐκ ἀπιστήσεις, τουτέστι μαθήματα καὶ ἐπιστημονικὰς ἀποδείξεις.

δ΄ Οἶμαι δʼ ὅτι καὶ τὸ ἐπὶ τούτοις εἰς τὸ αὐτὸ συντείνει· [*](330 Κ.) τὰς λεωφόρους ὁδοὺς ἐκκλίνων διὰ τῶν ἀτραπῶν βάδιζε. καὶ γὰρ τοῦτο τὴν μὲν δημώδη καὶ ἀνθρωπίνην ζωὴν ἀφιέναι παραγγέλλει, τὴν δὲ χωριστὴν καὶ θείαν μεταδιώκειν ἀξιοῖ, καὶ τὰ μὲν δοξάσματα τὰ κοινά φησι δεῖν ὑπερορᾶν, τὰ δὲ ἴδια [*](139 Α.) καὶ ἀπόρρητα περὶ πολλοῦ ποιεῖσθαι, καὶ τὴν μὲν πρὸς ἀνθρώπους φέρουσαν τέρψιν ἀτιμάζειν, τὴν δὲ τῆς θείας βουλήσεως ἐχομένην εὐπραγίαν περὶ πολλοῦ ποιεῖσθαι, καὶ τὰ μὲν ἀνθρώπινα ἔθη ἐᾶν ὡς δημώδη, τὰς δὲ τῶν θεῶν θρησκείας ὡς ὑπερεχούσας τὴν δημώδη ζωὴν ἀνταλλάττεσθαι.

ε΄ Συγγενὲς δʼ ἐστὶ τούτῳ καὶ τὸ ἐφεξῆς· μελανούρου [*](4 ἧς] ἣν? cf. v. 15 et p. 121, 6 || 24 ἀτιμάζειν A: ἀτιμάσειν.)

112
ἀπέχου· χθονίων γάρ ἐστι θεῶν. τὰ μὲν οὖν ἄλλα περὶ αὐτοῦ ἐν τῷ Περὶ συμβόλων ἐροῦμεν, ὅσα δὲ εἰς προτροπὴν ἁρμόζει, παραγγέλλει τῆς οὐρανίας πορείας ἀντέχεσθαι καὶ τοῖς νοεροῖς θεοῖς συνάπτεσθαι, τῆς τε ἐνύλου φύσεως χωρίζεσθαι καὶ [*](332 Κ.) περιάγεσθαι πρὸς τὴν ἄυλον καὶ καθαρὰν ζωήν, θεῶν τε θεραπείᾳ χρῆσθαι τῇ ἀρίστῃ καὶ μάλιστα τοῖς πρωτίστοις θεοῖς προσηκούσῃ.

Ταῦτα μὲν οὖν εἰς θεῶν γνῶσιν καὶ θρησκείαν ποιεῖται τὴν παράκλησιν, εἰς δὲ σοφίαν τὰ τοιαῦτα·

ϛʹ Γλώσσης πρὸ τῶν ἄλλων κράτει θεοῖς ἑπόμενος. πρῶτον γάρ ἐστι σοφίας ἔργον τὸ τὸν λόγον ἐπιστρέφειν εἰς ἑαυτὸν καὶ ἐθίζειν μὴ ἔξω προϊέναι, τελεοῦσθαί τε καθʼ ἑαυτὸν καὶ ἐν τῇ πρὸς ἑαυτὸν [*](140 A.) ἐπιστροφῇ καὶ μετὰ τοῦτο ἐν τῷ τοῖς θεοῖς ἕπεσθαι· οὐδὲν γὰρ ἄλλο οὕτω τελειοῖ τὸν νοῦν ἢ ὅταν ἐπιστρεφόμενος εἰς ἑαυτὸν τοῖς θεοῖς συνακολουθῇ.

ζʹ Τὸ δὲ ἀνέμων πνεόντων τὴν ἠχὼ προσκύνει καὶ αὐτὸ τῆς θείας σοφίας ἐστὶ γνώρισμα· αἰνίττεται γὰρ ὡς δεῖ τῶν θείων οὐσιῶν καὶ δυνάμεων τὴν ὁμοιότητα ἀγαπᾶν, καὶ ὅταν ἐνεργῶσι, τὸν [*](334 K.) σύμφωνον πρὸς τὰς ἐνεργείας αὐτῶν λόγον μετὰ μεγάλης σπουδῆς τιμᾶν τε καὶ σέβειν.

η΄ Τὸ δὲ μαχαίρῃ πῦρ μὴ σκάλευε φρονήσεώς ἐστι παρακλητικόν· ἐγείρει γὰρ ἡμῖν τὴν ἔννοιαν τὴν προσήκουσαν περὶ τοῦ μὴ δεῖν πυρὸς πλήρει καὶ θυμοῦ ἀνθρώπῳ μήτε ἀντιτιθέναι λόγον τεθηγμένον μήτε ἐρίζειν. πολλάκις γὰρ κινήσεις τῷ λόγῳ τὸν ἀμαθῆ καὶ ταράξεις καὶ πείσῃ δεινὰ καὶ ἀηδῆ. μάρτυς τοῖς [*](20 καὶ δυνάμεων] κατὰ δύναμιν Mullach.)

113
λεχθεῖσιν Ἡράκλειτος· θυμῷ γάρ φησι μάχεσθαι χαλεπόν· ὅ τι γὰρ ἂν χρηίζῃ γίγνεσθαι, ψυχῆς ὠνέεται. καὶ τοῦτο ἀληθῶς εἶπε· πολλοὶ γὰρ χαριζόμενοι [*](141 A.) θυμῷ ἀντηλλάξαντο τὴν ἑαυτῶν ψυχὴν καὶ θάνατον φίλτερον ἐποιήσαντο. ἐκ δὲ τοῦ γλώσσης κρατεῖν καὶ εἶναι ἠρεμαῖον ἐκ μὲν νείκους γίγνεται φιλία σβεννυμένου πυρὸς θυμικοῦ, καὶ αὐτὸς οὐκ ἄφρων εἶναι δόξεις.

θ΄ Τούτῳ δὲ συμμαρτυρεῖ καὶ τὸ ἑξῆς· τὴν ὀξίδα [*](336 Κ.) ἀποστρέφειν ἀπὸ σαυτοῦ· πρὸς ὃν γὰρ ἂν τύχῃ ἐπεστραμμένη, ἐπίληπτος ἔσται. καὶ τοῦτο φρονήσει χρῆσθαι παρακελεύεται καὶ μὴ θυμῷ. τὸ μὲν γὰρ ὀξὺ τῆς ψυχῆς, ὅπερ θυμὸν καλοῦμεν, λογισμοῦ καὶ φρονήσεως ἐστέρηται (ζεῖ γὰρ ὁ θυμὸς ὥσπερ λέβης πυρὶ θαλπόμενος), οὐθὲν εἰς τὸ πρόσθεν γιγνόμενον μερίζων γνώμη. χρὴ οὖν ἐν νηνεμίᾳ καθιστάναι τὴν ψυχὴν ἀποστρέφοντα τὴν ψυχὴν τοῦ θυμοῦ, ἐπιλαμβανόμενον ἑαυτοῦ πολλάκις· ὥσπερ γὰρ ἠχοῦντα χαλκὸν ἁφῇ, καὶ τὸ πάθος οὖν τοῦτο τῷ λογισμῷ πιέζειν χρή.

ι΄ Τὸ δὲ φορτίον συνανατιθέναι, συγκαθαιρεῖν δὲ μή, εἰς ἀνδρείαν προτρέπει. πᾶς μὲν γὰρ ἀνατιθέμενος φορτίον πόνου καὶ ἐνεργείας σημαίνεται πρᾶξιν, ὁ δὲ καθαιρούμενος ἀναπαύσεως καὶ ἀνέσεως, [*](142 Α.) ὥστε καὶ τὸ σύμβολον τοιόνδε ἔχει ἐπιλογισμόν· μὴ [*](338 Κ.) γίγνου μήτε αὑτῷ μήτε ἄλλῳ ῥαθυμίας καὶ μαλθακῆς διαίτης αἴτιος· πόνῳ γὰρ πᾶν χρῆμα ἁλώσιμον. Ἡράκλειον δὲ οἱ Πυθαγόρειοι ἐφήμιζον τόδε τὸ σύμβολον [*](1 Ἡράκλειτος] Fr. 105 p. 41 Βyw.) [*](2 χρήζη ||  3 ὠνέεται Vulcanius: ὀνέεται || 15 γνωμην A: ῾aliquando lusi ἐπειγόμενον μετριάζον γνώμῃʼ Vitell || 16 τὴν ψυχὴν delevi || 17 γὰρ addidit Vitelli, qui v. 21 σημαίνει τὴν scripserit || 20 αν addito αν compendiose || 24 σαυτῷ vel σεαυτῷ Rittershusius ad Porph. Vit. Pyth. p. 65 Kuster.)

114
εἶναι αὐτοῖς, ἐπισφραγιζόμενοι ἀπὸ τῶν ἐκείνου ἔργων. ὅτε γὰρ ὡμίλει κατʼ ἀνθρώπους, πολλάκις ἐκ πυρὸς καὶ πάντων τῶν δεινοτάτων ἀπενόστει ὄκνον παραιτούμενος· ἐκ γὰρ τοῦ πράττειν καὶ ἐργάζεσθαι τὸ κατορθοῦν παραγίγνεται, ἀλλʼ οὐκ ἐκ τοῦ ἀποκνεῖν.

ιαʹ Τὸ δὲ εἰς μὲν ὑπόδησιν τὸν δεξιὸν πόδα πάρ εχε, εἰς δὲ ποδόνιπτρον τὸν εὐώνυμον εἰς τὴν πρακτικὴν φρόνησιν παρακαλεῖ, τὰς μὲν σπουδαίας πράξεις ὡς δεξιὰς περιτίθεσθαι παραγγέλλον τὸ σύμβολον, τὰς δὲ φαύλας ὡς ἀριστερὰς ἀποτίθεσθαι παντάπασι καὶ ἀπορρύπτεσθαι.

ιβʹ Μάλιστα δὲ τὸ περὶ Πυθαγορείων ἄνευ φωτὸς μὴ λάλει παρακλητικόν ἐστιν εἰς τὸν κατὰ φρόνησιν [*](340 Κ.) νοῦν. οὗτος γὰρ τῷ φωτὶ ἔοικε τῆς ψυχῆς καὶ ἀόριστον οὖσαν αὐτὴν ὁρίζει, περιάγει τε ὥσπερ ἐκ σκότου εἰς φῶς. περὶ πάντων μὲν οὖν τῶν ἐν τῇ ζωῇ [*](143 Α.) καλῶν ἡγεμόνα νοῦν προΐστασθαι προσήκει, μάλιστα μὲν οὖν περὶ τῶν Πυθαγορείων δογμάτων· ταῦτα γὰρ ἄνευ φωτὸς οὐχ οἷόν τέ ἐστι γνῶναι.

ιγ΄ Τὸ δὲ ζυγὸν μὴ ὑπερβαίνειν δικαιοπραγεῖν παρακελεύεται καὶ προτιμᾶν ἰσότητα καὶ μετριότητα θαυμαστῶς καὶ τὴν τελειοτάτην ἀρετὴν γιγνώσκειν δικαιοσύνην, ἧς συμπληρωτικαὶ αἱ λοιπαὶ καὶ ἧς ἄνευ τῶν ἄλλων οὐδὲν ὄφελος· καὶ οὐ παρέργως αὐτὴν εἰδέναι χρή, ἀλλὰ διὰ θεωρημάτων καὶ ἐπιστημονικῆς ἀποδείξεως. τοῦτο δὲ οὐδεμιᾶς ἄλλης ἔργον ἐστὶ τέχνης εἰδέναι καὶ ἐπιστήμης πλὴν μόνης φιλοσοφίας τῆς κατὰ Πυθαγόραν, ἥτις ἐξαιρέτως τῶν ἄλλων τὰ μαθήματα προτιμᾷ.

ιδ΄ Εἰς ταὐτὸ δὲ φέρει καὶ τὸ ἀποδημῶν τῆς οἰκίας [*](6 immo ὑπόδεσιν hic et p. 107, 10 (cf. Nauck ad lambl. Vit. Pyth. 233 sq .) || 9 sq τὸ σύμβολον delev || 18 μὲν οὖν] fort. δὲ.)

115
[*](342 K.) μὴ ἐπιστρέφου· Ἐρινύες γὰρ μετέρχονται. καὶ γὰρ τοῦτο εἰς φιλοσοφίαν προτρέπει καὶ τὴν κατὰ νοῦν αὐτοπραγίαν. δηλοῖ τε καὶ προλέγει τὸ σύμβολον ἐναργῶς ὅτι φιλοσοφεῖν ἐπιβαλλόμενος χώριζε σαυτὸν [*](144 A.) πάντων σωματικῶν καὶ αἰσθητῶν, καὶ ὄντως θανάτου μελέτην ποιοῦ ἐπὶ τὰ νοητὰ καὶ ἄυλα καὶ ἀεὶ κατὰ ταὐτὰ καὶ ὡσαύτως ἔχοντα ἀμεταστρεπτὶ χωρῶν διὰ τῶν προσηκόντων μαθημάτων. ἀποδημία μὲν γὰρ μετάστασις τόπου, θάνατος δὲ ὁ τῆς ψυχῆς χωρισμὸς ἀπὸ τοῦ σώματος, οὗτος δὲ τὸ φιλοσοφεῖν ὡς ἀληθῶς καὶ ἄνευ αἰσθητηρίων καὶ σωματικῶν ἐνεργειῶν καθαρῷ τῷ νῷ χρῆσθαι εἰς κατάληψιν τῆς ἐν τοῖς οὖσιν ἀληθείας, ἥπερ ἐπέγνωσται σοφία οὖσα. φιλοσοφεῖν δὴ ἐπιβαλλόμενος μὴ ἐπιστρέφου μηδὲ καθέλκου πρὸς τὰ πρότερα καὶ ἐν συντροφίᾳ σοι διατελέσαντα σωματικά· μετάνοια γὰρ ἐκ τούτου πολλή σοι παρέψεται ἐμποδιζομένῳ εἰς τὰς ὑγιεῖς καταλήψεις ὑπὸ τῆς περὶ τὰ σωματικὰ ἀχλύος. τὴν δὲ μετάνοιαν Ἐρινὺν μετωνόμασε.

[*](344 K.)

ιε΄ Τὸ δὲ πρὸς ἥλιον τετραμμένος μὴ οὔρει ἐκεῖνο προτρέπει· μηδὲν ζῳῶδες ἐπιβάλλου ποιεῖν, φιλοσόφει δὲ τὸν οὐρανὸν ὁρῶν καὶ τὸν ἥλιον, φῶς τέ σοι τῆς ἀληθείας ἡγείσθω, καὶ μηδέποτε μέμνησο ταπεινόφρων εἶναι ἐν φιλοσοφίᾳ, ἐπὶ θεοὺς δὲ καὶ [*](145 Α.) σοφίαν διὰ τῆς τῶν οὐρανίων ἐπισκέψεως ἀνέρχου, καὶ φιλοσοφίᾳ ἐπιβαλλόμενος καὶ τῷ ἐν αὐτῇ φωτὶ τῆς ἀληθείας καθαίρων σεαυτὸν καὶ τραπεὶς ἐπὶ τὴν τοιαύτην ἐπιτήδευσιν θεολογίαν τε καὶ φυσιολογίαν καὶ σφαιρικῶν ἐπίγνωσιν αἰτιολογίαν τε τὴν ὑπὲρ πάντα ταῦτα μηκέτι ζῳῶδές τι ποίει μηδὲ βοσκηματῶδες.

[*](5 καὶ οὕτως ex apogr. Ciz. || 20 fort 〈εἰς〉 ἐκεῖνο 24 ἐπισκέψεως A: ἐπισκήψεως.)
116

ιϚ΄ Τὸ δὲ αὐτὸ παραγγέλλει καὶ τὸ δᾳδίῳ θᾶκον μὴ ἀπόμασσε. οὐ γὰρ μόνον ἐπεὶ καθαρτικὸν τὸ δᾳδίον τῷ ταχίστου καὶ πλείστου μεθεκτικὸν εἶναι [*](346 Κ.) πυρός, ὥσπερ τὸ λεγόμενον θεῖον, παραινεῖ μὴ μιαίνειν αὐτὸ φύσει μιασμῶν ἀποσοβητικὸν ὑπάρχον, μηδʼ ἀντιμάχεσθαι τῇ φυσικῇ ἐπιτηδειότητι αὐτοῦ μολύνοντα τὸ μολυσμῶν κωλυτικόν, ἀλλὰ μᾶλλον μὴ μίσγειν μηδὲ κατακιρνᾶν τὰ σοφίας ἴδια τοῖς τῆς ζῳωδίας· δᾳδίον μὲν γὰρ διὰ τὴν εὐφέγγειαν φιλοσοφίᾳ παρα βέβληται, θᾶκος δὲ διὰ τὴν χαμαιπέτειαν ζῳωδίᾳ.

ιζ΄ Τὸ δὲ ἀλεκτρυόνα τρέφε μέν, μὴ θῦε δέ· [*](146 Α.) μήνῃ, γὰρ καὶ ἡλίῳ καθιέρωται συμβουλεύει ἡμῖν ὑποτρέφειν καὶ σωματοποιεῖν καὶ μὴ παρορᾶν ἀπολλύμενα καὶ διαφθειρόμενα τὰ τῆς τοῦ κόσμου ἑνώσεως καὶ ἀλληλουχίας συμπαθείας τε καὶ συμπνοίας μεγάλα τεκμήρια. ὥστε προτρέπει τῆς τοῦ παντὸς θεωρίας καὶ φιλοσοφίας ἀντιλαμβάνεσθαι. ἐπεὶ γὰρ ἀπόκρυφος φύσει ἡ περὶ τοῦ παντὸς ἀλήθεια, καὶ δυσθήρατος ἱκανῶς· ζητητέα δὲ ὅμως ἀνθρώπῳ καὶ ἐξιχνευτέα μάλιστα διὰ φιλοσοφίας. διὰ γὰρ ἄλλου τινὸς ἐπιτηδεύματος οὕτως ἀδύνατον· αὕτη δὲ μικρά τινα ἐναύσματα παρὰ [*](348 Κ.) τῆς φύσεως λαμβάνουσα καὶ ὡσανεὶ ἐφοδιαζομένη ζωπυρεῖ τε αὐτὰ καὶ μεγεθύνει καὶ ἐνεργέστερα διὰ τῶν παρʼ αὐτῆς μαθημάτων ἀπεργάζεται. φιλοσοφητέον ἄρα ἂν εἴη.