De Vita Pythagorica

Iamblichus

Iamblicus. De vita Pythagorica liber ad fidem codicis Florentini. Nauck, August, editor. St. Petersburg: Eggers, I. Glausunof, 1884.

Περὶ δὲ ἀνδρείας πολλὰ μὲν ἤδη καὶ τῶν εἰρημένων οἰκείως καὶ πρὸς αὐτὴν ἔχει, οἷον τὰ περὶ Τιμύχαν [θαυμαστὰ ἔργα] καὶ τὰ τῶν ἑλομένων ἀποθανεῖν πρὸ τοῦ τι παραβῆναι τῶν ὁρισθέντων ὑπὸ Πυθαγόρου [περὶ κυάμων] καὶ ἄλλα τὰ τῶν τοιούτων ἐπιτηδευμάτων

ἐχόμενα, ὅσα τε Πυθαγόρας αὐτὸς ἐπετέλεσε γενναίως, ἀποδημῶν πανταχοῦ μόνος καὶ πρὸς πόνους καὶ κινδύνους ἀμηχάνους ὅσους παραβαλλόμενος, ἑλόμενος δὲ καὶ τὴν πατρίδα ἀπολιπεῖν καὶ ἐπὶ τῆς ἀλλοδαπῆς διατρίβων, τυραννίδας δὲ καταλύων καὶ πολιτείας συγκεχυμένας διατάττων, ἐλευθερίαν τε ἀπὸ δουλείας ταῖς πόλεσι παραδιδοὺς καὶ τὴν παρανομίαν παύων ὕβριν τε καταλύων καὶ τοὺς ὑβριστὰς καὶ τυραννικοὺς κολούων, καὶ τοῖς μὲν δικαίοις καὶ ἡμέροις πρᾶον ἑαυτὸν παρέχων καθηγεμόνα, τοὺς δὲ ἀγρίους ἄνδρας καὶ ὑβριστὰς ἀπελαύνων τῆς συνουσίας καὶ μὴ θεμιστεύειν τούτοις ἀπαγορεύων, καὶ τοῖς μὲν συναγωνιζόμενος προθύμως, τοῖς δὲ παντὶ σθένει ἐνιστάμενος.

πολλὰ μὲν οὖν τούτων ἔχοι τις ἂν λέγειν τεκμήρια καὶ πολλάκις αὐτῷ κατορθωθέντα, μέγιστα δὲ πάντων ἐστὶ τὰ πρὸς Φάλαριν αὐτῷ μετὰ παρρησίας ἀνυποστάτου ῥηθέντα τε καὶ πραχθέντα. ὅτε γὰρ ὑπὸ Φαλάριδος τοῦ ὠμοτάτου τῶν τυράννων κατείχετο, καὶ συνέμιξεν αὐτῷ σοφὸς ἀνήρ, Ὑπερβόρειος τὸ γένος, Ἄβαρις τοὔνομα, αὐτοῦ τούτου ἕνεκα ἀφικόμενος τοῦ συμβαλεῖν αὐτῷ, λόγους τε

ἠρώτησε καὶ μάλα ἱερούς, περὶ ἀγαλμάτων καὶ τῆς ὁσιωτάτης θεραπείας καὶ τῆς τῶν θεῶν προνοίας, τῶν τε κατ’ οὐρανὸν ὄντων καὶ τῶν περὶ τὴν γῆν ἐπιστρεφομένων, ἄλλα τε πολλὰ τοιαῦτα ἐπύθετο, ὁ δὲ Πυθαγόρας, οἷος ἦν, ἐνθέως σφόδρα καὶ μετ’ ἀληθείας πάσης ἀπεκρίνατο καὶ πειθοῦς, ὥστε προσαγαγέσθαι τοὺς ἀκούοντας, τότε ὁ Φάλαρις ἀνεφλέχθη μὲν ὑπὸ ὀργῆς πρὸς τὸν ἐπαινοῦντα Πυθαγόραν Ἄβαριν, ἠγρίαινε δὲ καὶ πρὸς αὐτὸν Πυθαγόραν, ἐτόλμα δὲ πρὸς τοὺς θεοὺς αὐτοὺς βλασφημίας δεινὰς προφέρειν καὶ τοιαύτας οἵας ἂν ἐκεῖνος εἶπεν.

ὁ δ’ Ἄβαρις πρὸς ταῦτα ὡμολόγει μὲν χάριν Πυθαγόρᾳ, μετὰ δὲ τοῦτο ἐμάνθανε παρ’ αὐτοῦ περὶ τοῦ οὐρανόθεν ἠρτῆσθαι καὶ οἰκονομεῖσθαι πάντα ἀπ’ ἄλλων τε πλειόνων καὶ ἀπὸ τῆς ἐνεργείας τῶν ἱερῶν, πολλοῦ τε ἔδει γόητα νομίζειν Πυθαγόραν τὸν ταῦτα παιδεύοντα, ὅς γε αὐτὸν καὶ ἐθαύμαζεν ὡς ἂν θεὸν ὑπερφυῶς. πρὸς ταῦτα Φάλαρις ἀνῄρει μὲν μαντείας, ἀνῄρει δὲ καὶ τὰ ἐν τοῖς ἱεροῖς δρώμενα περιφανῶς.

ὁ δ’ Ἄβαρις μετῆγε τὸν λόγον ἀπὸ τούτων ἐπὶ τὰ πᾶσι φαινόμενα ἐναργῶς, καὶ ἀπὸ τῶν ἐν ἀμηχάνοις, ἤτοι πολέμοις ἀτλήτοις ἢ νόσοις ἀνιάτοις ἢ καρπῶν φθοραῖς ἢ λοιμῶν φοραῖς ἢ ἄλλοις τισὶ τοιούτοις παγχαλέποις καὶ ἀνηκέστοις,

παραγιγνομένων δαιμονίων τινῶν καὶ θείων εὐεργετημάτων ἐπειρᾶτο συμπείθειν ὡς ἔστι θεία πρόνοια πᾶσαν ἐλπίδα ἀνθρωπίνην καὶ δύναμιν ὑπεραίρουσα. ὁ δὲ Φάλαρις καὶ πρὸς ταῦτα ἠναισχύντει τε καὶ ἀπεθρασύνετο. αὖθις οὖν ὁ Πυθαγόρας, ὑποπτεύων μὲν ὅτι Φάλαρις αὐτῷ ῥάπτοι θάνατον, ὅμως δὲ εἰδὼς ὡς οὐκ εἴη Φαλάριδι μόρσιμος, ἐξουσιαστικῶς ἐπεχείρει λέγειν. ἀπιδὼν γὰρ πρὸς τὸν Ἄβαριν ἔφη ὅτι οὐρανόθεν ἡ διάβασις εἴς τε τὰ ἀέρια καὶ τὰ ἐπίγεια φέρεσθαι πέφυκε,

καὶ ἔτι περὶ τῆς πρὸς τὸν οὐρανὸν ἀκολουθίας πάντων διεξῆλθε γνωριμώτατα τοῖς πᾶσι, περί τε τῆς ἐν τῇ ψυχῇ αὐτεξουσίου δυνάμεως ἀναμφισβητήτως ἀπέδειξε, καὶ προϊὼν περὶ τῆς τοῦ λόγου καὶ τοῦ νοῦ τελείας ἐνεργείας ἐπεξῆλθεν ἱκανῶς, κᾆθ’ οὕτω μετὰ παρρησίας περὶ τυραννίδος τε καὶ τῶν κατὰ τύχην πλεονεκτημάτων πάντων ἀδικίας τε καὶ τῆς ἀνθρωπίνης πλεονεξίας ὅλης στερεῶς ἀνεδίδαξεν, ὅτι οὐδενός ἐστι ταῦτα ἄξια· μετὰ δὲ ταῦτα θείαν παραίνεσιν ἐποιήσατο περὶ τοῦ ἀρίστου βίου καὶ πρὸς τὸν κάκιστον ἀντιπαραβολὴν αὐτοῦ προθύμως ἀντιπαρέτεινε, περὶ ψυχῆς τε καὶ τῶν δυνάμεων αὐτῆς καὶ τῶν παθῶν, ὅπως ἔχει ταῦτα, σαφέστατα ἀπεκάλυψε, καὶ τὸ κάλλιστον πάντων ἐπέδειξεν, ὅτι οἱ θεοὶ τῶν κακῶν εἰσὶν ἀναίτιοι καὶ ὅτι νόσοι καὶ ὅσα πάθη σώματος ἀκολασίας ἐστὶ σπέρματα· περί τε τῶν κακῶς λεγομένων ἐν τοῖς μύθοις διήλεγξε τοὺς λογοποιούς τε καὶ ποιητάς· τόν τε Φάλαριν μετ’ ἐλέγχων ἐνουθέτει,

καὶ τὴν τοῦ οὐρανοῦ δύναμιν, ὁποία τίς ἐστι καὶ ὅση, δι’ ἔργων ἐπεδείκνυε, περί τε τῆς κατὰ νόμον κολάσεως, ὡς εἰκότως γίνεται, τεκμήρια πολλὰ παρέθετο, περί τε τῆς διαφορᾶς ἀνθρώπων πρὸς τὰ ἄλλα ζῷα παρέδειξε περιφανῶς, περί τε τοῦ ἐνδιαθέτου λόγου καὶ τοῦ ἔξω προϊόντος ἐπιστημονικῶς διεξῆλθε, περί τε νοῦ καὶ τῆς ἀπ’ αὐτοῦ κατιούσης γνώσεως ἀπέδειξε τελείως, ἠθικά τε ἄλλα πολλὰ ἐχόμενα τούτων δόγματα.

περὶ τῶν ἐν τῷ βίῳ χρηστῶν ὠφελιμώτατα ἐπαίδευσε, παραινέσεις τε συμφώνους τούτοις συνήρμοσεν ἐπιεικέστατα, ἀπαγορεύσεις τε ὧν οὐ χρὴ ποιεῖν παρέθετο· καὶ τὸ μέγιστον, τῶν καθ’ εἱμαρμένην καὶ κατὰ νοῦν δρωμένων τὴν διάκρισιν ἐποιήσατο [καὶ τῶν κατὰ πεπρωμένην καὶ καθ’ εἱμαρμένην], περὶ δαιμόνων τε πολλὰ καὶ σοφὰ διελέχθη καὶ περὶ ψυχῆς ἀθανασίας. ταῦτα μὲν οὖν ἄλλος ἂν εἴη τόπος λέγειν· ἐκεῖνα δὲ καὶ μάλα τοῖς περὶ ἀνδρείας ἐπιτηδεύμασι προσήκει.

εἰ γὰρ ἐν αὐτοῖς μέσος ἐμβεβηκὼς τοῖς δεινοῖς σταθερᾷ τῇ γνώμῃ φιλοσοφῶν ἐφαίνετο, παντάπασι παρατεταγμένως καὶ καρτερούντως ἠμύνετο τὴν τύχην, καὶ εἰ πρὸς αὐτὸν τὸν ἐπάγοντα τοὺς κινδύνους ἐξουσίᾳ καὶ παρρησίᾳ χρώμενος ἔνδηλος ἦν, πάντως που καταφρονητικῶς εἶχε τῶν νομιζομένων εἶναι δεινῶν ὡς οὐδενὸς ἀξίων ὄντων. καὶ εἰ τοῦ θανάτου

προσδοκωμένου, ὅσα γε δὴ τὰ ἀνθρώπινα, ὠλιγώρει τούτου παντάπασι καὶ οὐκ ἦν πρὸς τῇ παρούσῃ τότε προσδοκίᾳ, δῆλον δήπουθεν ὡς εἰλικρινῶς ἀδεὴς ἦν πρὸς θάνατον. καὶ τούτων δὲ ἔτι γενναιότερον διεπράξατο, τὴν κατάλυσιν τῆς τυρανίδος ἀπεργασάμενος καὶ κατασχὼν μὲν τὸν τύραννον μέλλοντα ἀνηκέστους συμφορὰς ἐπάγειν τοῖς ἀνθρώποις, ἐλευθερώσας δὲ τῆς ὠμοτάτης τυραννίδος Σικελίαν.