De Vita Pythagorica

Iamblichus

Iamblicus. De vita Pythagorica liber ad fidem codicis Florentini. Nauck, August, editor. St. Petersburg: Eggers, I. Glausunof, 1884.

Ἀλλὰ μὴν τῆς γε τῶν ἀνθρώπων ἐπιμελείας ἀρχὴν ἐποιεῖτο τὴν ἀρίστην, ἥνπερ ἔδει προειληφέναι τοὺς μέλλοντας καὶ περὶ τῶν ἄλλων τὰ ἀληθῇ μαθήσεσθαι. ἐναργέστατα γὰρ καὶ σαφῶς ἀνεμίμνησκε τῶν ἐντυγχανόντων πολλοὺς τοῦ προτέρου βίου, ὃν αὐτῶν ἡ ψυχὴ πρὸ τοῦ τῷδε τῷ σώματι ἐνδεθῆναι πάλαι ποτὲ ἐβίωσε, καὶ ἑαυτὸν δὲ ἀναμφιλέκτοις τεκμηρίοις ἀπέφαινεν Εὔφορβον γεγονέναι Πάνθου υἱόν, τὸν Πατρόκλου καταγωνιστήν, καὶ τῶν Ὁμηρικῶν στίχων μάλιστα ἐκείνους ἐξύμνει. καὶ μετὰ λύρας ἐμμελέστατα ἀνέμελπε καὶ πυκνῶς ἀνεφώνει τοὺς ἐπιταφίους ἑαυτοῦ,

αἵματί οἱ δεύοντο κόμαι χαρίτεσσιν ὁμοῖαι πλοχμοί θ’, οἳ χρυσῷ τε καὶ ἀργύρῳ εὐ ἤσκηντο.
οίον δὲ τρέφει ἔρνος ἀνὴρ ἐριθηλὲς ἐλαίης χώρῳ ἐν οἰοπόλῳ, ὅθ’ ἅλις ἀναβέβρυχεν ὕδωρ, καλὸν τηλεθάον, τὸ δέ τε πνοιαὶ δονέουσι παντοίων ἀνέμων, καί τε βρύει ἄνθεϊ λευκῷ, ἐλθὼν δ’ ἐξαπίνης ἄνεμος σὺν λαίλαπι πολλῇ βόθρου τ’ ἐξέστρεψε καὶ ἐξετάνυσσ’ ἐπὶ γαίης· τοῖον Πάνθου υἱὸν ἐυμελίην Εὔφορβον Ἀτρείδης Μενέλαος, ἐπεὶ κτάνε, τεύχε’ ἐσύλα.
τὰ γὰρ ἱστορούμενα περὶ τῆς ἐν Μυκήναις (ἀνακειμένης) σὺν Τρωϊκοῖς λαφύροις τῇ Ἀργείᾳ Ἥρᾳ Εὐφόρβου τοῦ Φρυγὸς τούτου ἀσπίδος παρίεμεν ὡς πάνυ δημώδη. πλὴν ὅ γε διὰ πάντων τούτων βουλόμεθα δεικνύναι ἐκεῖνό ἐστιν, ὅτι αὐτός τε ἐγίγνωσκε τοὺς προτέρους ἑαυτοῦ βίους καὶ τῆς τῶν ἄλλων ἐπιμελείας ἐντεῦθεν ἤρχετο, ὑπομιμνήσκων αὐτοὺς ἧς εἶχον πρότερον ζωῆς.