De Vita Pythagorica

Iamblichus

Iamblicus. De vita Pythagorica liber ad fidem codicis Florentini. Nauck, August, editor. St. Petersburg: Eggers, I. Glausunof, 1884.

Περὶ ἐπιτηδευμάτων οἷα κατεστήσατο Πυθαγόρας καὶ δι’ ὅλης ἡμέρας παρέδωκε τοῖς ἑταίροις ἐπιμελῶς πράττειν, καὶ παραγγέλματά τινα τοῖς ἐπιτηδεύμασιν ὁμολογούμενα.

Τίς ὁ τρόπος τῆς παιδείας ὁ διὰ τῶν Πυθαγορικῶν ἀποφάσεων καὶ τῶν εἰς τὸν βίον καὶ τὰς ἀνθρωπίνας ὑπολήψεις διατεινουσῶν.

Τίς ἡ διὰ συμβόλων προτροπὴ εἰς φιλοσοφίαν, καὶ ἀπόρρητος δογμάτων ἔμφασις καὶ ἀποκεκρυμμένη μόνοις τοῖς εἰδόσι παιδείαν παρεδόθη ὑπὸ Πυθαγόρου κατὰ τὴν Αἰγυπτίων καὶ τῶν ἀρχαιοτάτων παρ’ Ἕλλησι θεολόγων συνήθειαν.

Τίνων ἀπείχετο βρωμάτων καθόλου Πυθαγόρας καὶ τίνων τοῖς ἑταίροις ἀπέχεσθαι παρήγγελλε, καὶ πῶς ἄλλους καὶ ἄλλους νόμους ἐνομοθέτησε περὶ τούτου κατὰ τοὺς οἰκείους βίους ἑκάστοις καὶ διὰ τίνας αἰτίας.

Πῶς καὶ διὰ μουσικῆς καὶ μελῶν ἐπαίδευε τοὺς ἀνθρώπους κατὰ καιρούς τε ὡρισμένους καὶ ὅτε μάλιστα παρηνώχλει αὐτοῖς τὰ πάθη, τίνας τε καθάρσεις νόσων ψυχῆς τε καὶ σώματος δι’ αὐτῆς ἐποιεῖτο, καὶ πῶς αὐτὰς ἐπετήδευε.

Πῶς τὴν εὕρεσιν ἐποιύησατο Πυθαγόρας καὶ ἀπὸ ποίας μεθόδου ἁρμονίας τε καὶ τῶν ἁρμονικῶν λόγων, καὶ πῶς παρέδωκε τοῖς ἐπηκόοις πᾶσαν τὴν περὶ τοιούτων ἐπιστήμην.

Όσα πολιτικὰ καὶ κοινωφελῆ ἀγαθὰ παρέδωκε τοῖς ἀνθρώποις δι’ ἔργων καὶ λόγων καὶ διὰ τῆς τῶν πολιτειῶν καταστάσεως καὶ τῆς τῶν νόμων θέσεως δι’ ἄλλων τε πολλῶν καλῶν ἐπιτηδευμάτων αὐτός τε καὶ οἱ ἑταῖροι αὐτοῦ.

Ὅσα θεῖα καὶ θαυμαστὰ ἔργα διεπράξατο, καὶ ὅσα ἀνήκει εἰς εὐσέβειαν καὶ διὰ τῆς τῶν θεῶν εὐμενείας τὴν μεγίστην παρέχεται εἰς ἀνθρώπους εὐεργεσίαν, ἃ καὶ κατεπέμφθη εἰς τὸ θνητὸν γένος διὰ Πυθαγόρου.

Περὶ τῆς Πυθαγόρου σοφίας, τίς τε ἦν καὶ καθ’ ὅσα γένη καὶ εἴδη διῄρητο, ὅπως τε ἀπὸ τῶν πρώτων μέχρι τῶν τελευ. ταίων γνωριστικῶν δυνάμεων τὴν ὀρθότητα καὶ ἀκρίβειαν κατώρθωσε καὶ τοῖς ἀνθρώποις παρέδωκε.

Περὶ δικαιοσύνης, ὅσα τοῖς ἀνθρώποις εἰς αὐτὴν συνεβάλλετο Πυθαγόρας καὶ ὡς ἄνωθεν ἀπὸ τῶν ἄκρων αὐτῆς γενῶν μέχρι τῶν τελευταίων εἰδῶν ἐπετήδευσεν αὐτὴν καὶ παρέδωκε τοῖς πᾶσι.

Περὶ σωφροσύνης, ὅπως αὐτὴν ἐπετήδευσε Πυθαγόρας καὶ παρέδωκεν εἰς ἀνθρώπους διὰ λόγων τε καὶ ἔργων καὶ πάσης κτίσεως, πόσα τε αὐτῆς εἴδη καὶ τίνα κατεστήσατο ἐν τοῖς ἀνθρώποις.

Περὶ ἀνδρείας ὅσα καὶ· οἷα παραδείγματα Πυθαγόρας παρέδωκεν εἰς ἀνθρώπους, ἀσκήματά τε ὅσα καὶ ἔργα γενναῖα

τὰ μὲν αὐτὸς διεπράξατο, τὰ δὲ καὶ τοὺς χρωμένους αὐτῷ ἐποίησε διαπράξασθαι.

Περὶ φιλίας, οἵα τε ἦν καὶ ὅση παρὰ Πυθαγόρᾳ αὐτή, καὶ ὅπως εἰς πάντας αὐτὴν διέτεινε, πόσα τε αὐτῆς εἴδη κατεστήσατο καὶ τίνα ἔργα σύμφωνα τοῖς ἐπιτηδεύμασιν οἱ Πυθαγόρειοι διεπράξαντο.

Σποράδην τινὲς ἀφηγήσεις περὶ ὧν εἶπε καὶ ἔπραξε Πυθαγόρας αὐτὸς ἢ οἱ διαδεξάμενοι αὐτοῦ τὴν φιλοσοφίαν, ὅσαι οὐκ εἴρηνται εἰς τὴν τεταγμένην κατὰ τὰς ἀρετὰς περὶ αὐτοῦ διήγησιν.

Τίς ἡ ἐπανάστασις κατὰ τῶν Πυθαγορείων ἐγένετο καὶ ποῦ ὄντος Πυθαγόρου, καὶ διὰ τίνας αἰτίας ἐπέθεντο αὐτοῖς οἱ τυραννικοὶ καὶ ἀλιτήριοι ἄνδρες.

Περὶ τῆς διαδοχῆς τῆς Πυθαγόρου καὶ τῆς τελευτῆς, καὶ τῶν ἀνδρῶν τὰ ὀνόματα καὶ τῶν γυναικῶν τῶν παραλαβόντων παρ’ αὐτοῦ τὴν φιλοσοφίαν.

Ἐπὶ πάσης μὲν φιλοσοφίας ὁρμῇ θεὸν δήπου παρακαλεῖν ἔθος ἅπασι τοῖς γε σώφροσιν, ἐπὶ δὲ τῇ τοῦ θείου Πυθαγόρου δικαίως ἐπωνύμῳ νομιζομένῃ πολὺ δήπου μᾶλλον ἁρμόττει τοῦτο ποιεῖν· ἐκ

θεῶν γὰρ αὐτῆς παραδοθείσης τὸ κατ’ ἀρχὰς οὐκ ἔνεστιν ἄλλως ἢ διὰ τῶν θεῶν ἀντιλαμβάνεσθαι. πρὸς δὲ τούτῳ καὶ τὸ κάλλος αὐτῆς καὶ τὸ μέγεθος ὑπεραίρει τὴν ἀνθρωπίνην δύναμιν ὥστε ἐξαίφνης αὐτὴν κατιδεῖν, ἀλλὰ μόνως ἄν τίς του τῶν θεῶν εὐμενοῦς ἐξηγουμένου κατὰ βραχὺ προσιὼν ἡρέμα ἂν αὐτῆς παρασπάσασθαί τι δυνηθείη.

διὰ πάντα δὴ οὖν ταῦτα παρακαλέσαντες τοὺς θεοὺς ἡγεμόνας καὶ ἐπιτρέψαντες αὐτοῖς ἑαυτοὺς καὶ τὸν λόγον ἑπώμεθα ᾗ ἂν ἄγωσιν, οὐδὲν ὑπολογιζόμενοι τὸ πολὺν ἤδη χρόνον ἠμελῆσθαι τὴν αἵρεσιν ταύτην καὶ τὸ μαθήμασιν ἀπεξενωμένοις καί τισιν ἀπορρήτοις συμβόλοις ἐπικεκρύφθαι ψεύδεσί τε καὶ νόθοις πολλοῖς συγγράμμασιν ἐπισκιάζεσθαι ἄλλαις τε πολλαῖς τοιαύταις δυσκολίαις παρεμποδίζεσθαι. ἐξαρκεῖ γὰρ ἡμῖν ἡ τῶν θεῶν βούλησις, μεθ’ ἧς καὶ τὰ τούτων ἔτι ἀπορώτερα δυνατὸν ὑπομένειν. μετὰ δὲ θεοὺς ἡγεμόνα ἑαυτῶν προστησόμεθα τὸν ἀρχηγὸν καὶ πατέρα τῆς θείας φιλοσοφίας, μικρόν γε ἄνωθεν προλαβόντες περὶ τοῦ γένους αὐτοῦ καὶ τῆς πατρίδος.

Λέγεται δὴ οὖν Ἀγκαῖον τὸν κατοικήσαντα Σάμην τὴν ἐν τῇ Κεφαληνίᾳ γεγενῆσθαι μὲν ἀπὸ Διός, εἴτε δι’ ἀρετὴν εἴτε διὰ ψυχῆς τι μέγεθος ταύτην τὴν φήμην αὐτοῦ ἀπενεγκαμένου, φρονήσει δὲ καὶ δόξῃ τῶν ἄλλων Κεφαλήνων διαφέρειν. τούτῳ δὲ γενέσθαι χρησμὸν παρὰ τῆς Πυθίας, συναγαγεῖν ἀποικίαν ἐκ τῆς Κεφαληνίας καὶ ἐκ τῆς Ἀρκαδίας καὶ ἐκ τῆς Θετταλίας, καὶ προσλαβεῖν ἐποίκους παρά τε τῶν Ἀθηναίων καὶ παρὰ τῶν Ἐπιδαυρίων καὶ παρὰ τῶν Χαλκιδέων, καὶ τούτων ἁπάντων ἡγούμενον οἰκίσαι νῆσον τὴν δι’ ἀρετὴν τοῦ ἐδάφους [καὶ τῆς γῆς] Μελάμφυλλον καλουμένην, προσαγορεῦσαί τε τὴν πόλιν Σάμον ἀντὶ τῆς Σάμης τῆς ἐν Κεφαληνίᾳ.

τὸν μὲν οὖν χρησμὸν συνέβη γενέσθαι τοιοῦτον·

Ἀγκαῖ’, εἰναλίαν νῆσον Σάμον ἀντὶ Σάμης σε οἰκίζειν κέλομαι· Φυλλὰς δ’ ὀνομάζεται αὕτη.
τοῦ δὲ τὰς ἀποικίας ἐκ τῶν τόπων τῶν προειρημένων συνελθεῖν σημεῖόν ἐστιν οὐ μόνον αἱ τῶν θεῶν τιμαὶ καὶ θυσίαι, διότι μετενηνεγμέναι τυγχάνουσιν ἐκ τῶν τόπων ὅθεν τὰ πλήθη τῶν ἀνδρῶν συνῆλθεν,
ἀλλὰ καὶ τῶν συγγενειῶν καὶ τῶν μετ’ ἀλλήλων συνόδων, ἃς ποιούμενοι οἱ Σάμιοι τυγχάνουσι. φασὶ τοίνυν Μνήσαρχον καὶ Πυθαΐδα τοὺς Πυθαγόραν γεννήσαντας ἐκ ταύτης εἶναι τῆς οἰκίας καὶ τῆς συγγενείας τῆς ἀπ’ Ἀγκαίου γεγενημένης τοῦ τὴν ἀποικίαν στείλαντος.