Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)

Gregorius Nazianzenus

Gregorius Nazianzenus, Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse), Brambs, Teubner, 1885

  1. ἀνῆγον, ἦγον, ἦγον εἰς ἄκρον τέλος,
  2. ὀρθὸς δ’ ἐς ὀρθὸν αἰθέρ’ ἐστηρίζετο.
  3. Ἐς κλῶνα δ’ ἐγκάρσιον ἄλλον εὐθέως
  4. ἔτεινον, ἐξέτεινον, ἥλωσαν χέρας,
  5. πόδας δὲ καθήλωσαν ἐν πηκτῷ ξύλῳ.
  6. Ὡς δ’ ἔσχον οὕτως Δεσπότην ἠρτημένον,
  7. ἄλλοι μὲν αὐτὸν καλάμῳ κραταιβόλῳ
  8. ἔβαλλον, ἀντίπυργον εἰσβάντες πέτραν,
  9. ἄλλοι δ’ ὑσώπῳ σπόγγον ὄξους ἔμπλεον,
  10. χολῇ κεκραμένου δ’ ἀνῆγον ἐς στόμα,
  11. οἵδ’ ὠσὶν ἠχὴν οὐ σαφῶς δεδεγμένοι,
  12. οὔτ᾿ εἶδον, οἷ’ ἔρεξε θαύματ’ ἐν βροτοῖς,
  13. ἄλλως διῆγον καὶ διήνεγκαν Κᾶρας
  14. καὶ στέρν’ ἔτυπτον ἀμαθῶς ἀγνωσίᾳ.
  15. Ἐγὼ δὲ πόρρω, Δεσπότῃ γὰρ εἱπόμην,)
  16. πρῶτον μὲν εἰς χλοηρὸν ἷζον που νάπος
  17. τά τ᾿ ἐκ ποδῶν σιγηλὰ καὶ γλώσσης ἄπο
  18. ἔσωζον, ὡς ὁρῶν νιν, οὐχ ὁρώμενος
  19. ὄχλῳ κακεργάτῃ τε καὶ μιαιφόνῳ·
  20. σέ τ᾿ αὐ δακρυχέουσαν ἑστῶσαν ἰδὼν