Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)

Gregory, of Nazianzus

Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885

  1. βοᾷ μὲν ὅρκους, ἀνακαλεῖ δεξιὰς,
  2. πίστιν μεγίστην, καὶ Θεὸν μαρτύρεται·
  3. ἔγνω γὰρ ἡ τάλαινα συμφορῶν ὕπο,
  4. οἱον πατρῴαν μὴ λιπεῖν ἐσθλὸν χθόνα·
  5. στυγεῖ δὲ κόσμον οὐδ’ ὁρῶσ’ εὐφραίνεται.
  6. Εἰς τοῦτο γὰρ νῦν ἐκβέβηκ’ ἀλγηδόνος,
  7. ὥσθ’ ἵμερός μ’ ὑπῆλθε γῇ τε καὶ πόλῳ
  8. λέξαι μολοῦσαν δεῦρο φύσεως βλάβας.
  9. Οὔπω γὰρ ἡ τάλαινα παύεται γόων,
  10. τίκτουσα μὴ τίκτουσα, φεύγουσ’ αὖ τόκους.