Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

οὐκ ἠν δὲ δισσολογία, [*](3–13 Matth. 1, —12 — 11 f vgl. Ancoratus c. 59, 4; S. 70, 13 — 19 ff Matth. 1, 17 GU Μ) [*](2 ἥμισυ < U 1 ἐκαλοῦντο *] καλούμενοι(!) GUM | βασιλευόμενοι 3 Σολομῶνος U | Ῥοβοὰμ + γὰρ G 4 γεννᾷ nur das erste Mal gesetzt, dann (bis Ζ. S) weggelassen U | Ἀσὰ] Ἀσὰφ Ancor. 70, 9 6 das erste Mal Ἀμμεσσίαν Μ 7 ὁ < U 8 Ἀχαὰζ beidemale U 11 Ἀμὼν beidemale nur das zweite Mal U 15 κειμένης M 16 χρηστομαθείας G | γραφῶν, vgl. Ancor. c. 4, 1; S. 9, 20 καὶ ὅρα μοι τὴν τῶν γραφῶν ἀκρίβειαν κτἑ.] ἀντιγράφων U 17 εὐθὺ Μ 18 δι’ *] εἰς GUM 20 ἄχρι GU 21 ἕως + ἄχρι G 24 ἔλληψιν U 1 Ἰεχονία U 26 τὸ πλήρωμα ἔχων GU 27 εὑρόντες hinter τὸ αὐτὸ G U 28 δεδισσολογημένον + εἰναι U)

195
ἀλλὰ ἀριθμὸς σαφής. εἰς ὄνομα γὰρ πατρὸς ὁ παῖς ἐπεκέκλητο Ἰεχονίας τοῦ Ἰεχονίου. ἀφελόμενοι οὖν τινες ὡς κατὰ φιλοκαλίαν τὸ ἓν ὄνομα, ἀγνοίᾳ φερόμενοι, ἐλλιπῆ ἐποιήσαντο τῆς ὑποθέσεως κατὰ τὴν ὁμάδα τοῦ ἀριθμοῦ τῶν δεκατεσσάρων ὀνομάτων τὴν ὑπόσχεσιν καὶ τὸ πολύπειρον τῆς σχέσεως ἠφάνισαν.

Γίνεται γοῦν ἐντεῦθεν ἀπὸ τοῦ χρόνου Ἰεχονίου ἡ αἰχμαλωσία ἡ εἰς Βαβυλῶνα. ἐν τούτῳ τῷ χρόνῳ τῆς αἰχμαλωσίας προσῆλθον οἱ πρεσβύτεροι τῷ Ναβουχοδονόσορ ἐν Βαβυλῶνι, παρακαλοῦντες ἀποσταλῆναί τινας τῶν ἰδίων αὐτοῦ ἐγκαθέτους εἰς τὴν Ἰσραηλῖτιν γῆν, ὅπως μὴ ἡ χώρα ὑλομανήσασα ἐρημωθείη.

καὶ ἐδέξατο τὴν παρ’ αὐτῶν παράκλησιν (οὐ γὰρ ἀνεβάλλετο) καὶ ἀποστέλλει μὲν τῶν ἰδίων τέσσαρα γένη, τούς τε Κουθαίους καλουμένους καὶ Κουδαίους, Σεπφαρουραίους καὶ Ἀναγωγαυαίους, οἵτινες ἅμα τοῖς αὐτῶν εἰδώλοις ἀναβάντες κατῴκουν τὸ τηνικαῦτα τὴν Σαμάρειαν, ταύτην ἐπιλεξάμενοι ἑαυτοῖς τὴν γῆν διὰ τὸ εἶναι πίονά τε καὶ γονιμωτάτην.

χρόνῳ δὲ οὑτοι ὑπὸ τῶν θ·ηρίων διασπαραττόμενοι, λεόντων τε καὶ παρδάλεων καὶ ἄρκων καὶ τῶν ἄλλων πονηρῶν θηρίων, ἀποστέλλουσιν εἰς Βαβυλῶνα, παρακαλοῦντες καὶ ὑπερβολῇ θαυμάζοντες τὴν <τῶν> κατοικησάντων τὸ πρὶν ἐγκαθέτων διαγωγήν, πῶς ἠδύναντο ὑποστῆναι τὴν τῶν θηρῶν ἁρπαγήν τε καὶ βίαν.