Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

8. Ἀρχὴ δέ μοι λέγειν πρὸς τὸν κομπώδη καὶ δοκήσει σοφὸν καὶ ἐρευνητὴν τῶν ἀνερευήτων καὶ ἐκβιβαστὴν τῶν ἐπουρανίων τουτονί, τὸν φλυαρίς ἐμπλήσαντα τὸν βίον, ὡς καὶ ὁ κρείττων ἡμῶν κατ᾿ αὐτοῦ εἴρηκε, πρῶτον περὶ γενητοῦ θεοῦ.

| καὶ ὅτι μὲν ὁμολεξίαι τε καὶ ὁμωνυμίαι πολλαὶ ἐν τῷ βίω εἰσίν, παντί τῳ δῆλόν ἐστιν.

καὶ εἰ μὲν ὑπὸ ἄλλου ἡ λέξις ἐλέγετο, ἦν εἰπεῖν ὅτι κατὰ ὀρθὴν διάνοιαν καὶ τοῦτο εἴρηται· ὁπότε δὲ ἐν πολλοῖς τόποις εὕραμεν αὐτὸν κακῶς τὸν μονογενῆ θεὸν ἀπαλλοτριοῦντα τῆς τοῦ πατρὸς θεότητός τε καὶ οὐσίας, ὁμοῦ δὲ καὶ τὸ ἅγιον πνεῦμα, τούτου χάριν τῷ γενητὸν θεὸν εἰρηκέναι αὐτὸν σαφές ἐστιν ὅτι κτιστὸν ὁρίζεται.

Ὠς γάρ τινες ἡμᾶς βούλονται σοφίζεσθαι καὶ λέγειν ἴσον τὸ γενητὸν εἶναι τῷ γεννητῷ, οὐ παραδεκτέον <τοῦτο>· * [δὲ] ἐπὶ θεοῦ λέγειν ἀλλ᾿ ἢ ἐπὶ τὰ κτίσματα μόνον. ἕτερον γάρ ἐστι γενητὸν καὶ ἕτερόν ἐστι γεννητόν.