Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

71. Εν δὲ τῷ <τοῦ> Δαυὶδ περὶ τοῦ ἐγκαινισμοῦ τοῦ οἴκου Δαυὶδ ψαλμῷ ὡς καραδοκῶν ὁ προφήτης καὶ πνεύματι ἁγίῳ σκοπῶν τὸ μέλλον εὐλόγως περὶ ἀναστάσεως ἔφη· »ὑψώσω σε, κύριε, ὅτι ὑπέλαβές με, ἀνακανίζων μου τὸν οἶκον«, τουτέστιν τὸ σῶμα τὸ πεσόν, [*](4 vgl. Luk. 20, 15 — 15 Psal. 7, 15 — 17 Psal. 7, 16 — 20 Jes. 40, 28) [*](M U (von Ζ. 13 καὶ ὁρᾶτε an)) [*](1 > Dind. 9 τὸ] τῶ M 11 περὶ *] παρὰ Μ | * ὁμοῦ <ὁμοῦ αἰτίων> * 12 τῶν] * | εἴτε . . . εἴτε *] μήτε . . . μήτε M 16 πᾶς] πῶς Μ | ἑαυτὸν Μ τὸν πόνων U | διανοημάτων] διὰ νοσσημάτων M 19 ἔχειν M | ε.ι τις 2] ἐπὶ τῶ U | > * 20 ἀντιπράττων U | τολμάτω] καμάτω U 20f πεινάσει οὐδὲ U 27 δὲ] μὲν U | <τοῦ> * 28 ψαλμῷ *] ψαλμὸς MU 29 εὐλόγως <Μ)

518
καὶ οὐκ ηὔφρανας τοὺς ἐχθρούς μου ἐπ’ ἐμέ«.

καὶ ὁ Σολομῶν ἐν παροιμίαις ὼσαύτως εἰς τὴν ἐκεῖσε ἑτοιμασίαν τὰ πάντα τῆς ἐλπίδος παρασκευάζων προύτρεπε φάκων »ἑτοίμαζε εἰς τὴν ἔξοδον τὰ ἔργα σου. ἔξοδον λέγων τὴν ἀπ’ ἐντεῦθεν ἀπαλλαγήν) καὶ ἑτοιμάζου« φησίν εἰς τὸν ἀγρόν«, ὁμοῦ πᾶσι τὴν νουθεσίαν ἐπεκτεινόμενος κατὰ κατὰ ἀγρόν τε καὶ κατὰ ἄστυ, λογίοις τε καὶ τοῖς τὰς βαναύσους τέχνας ἐπιχειροῦσιν, οἶς ούδεμία ἐργασία κατὰ ἀγρὸν ἐπιζητουμένη·

πόθεν γὰρ λινουργοῖς καὶ ἀργυροχόοις, ποιηταῖς τε καὶ λογογράφοις ἡ κατὰ τὴν ἄρουραν ἑτοιμασία; συλλήβδην γὰρ ὁμοῦ ἡ φωνὴ ἀδιακρίτως τοὺς πάντας κέκληκεν ἐπειποῦσα »ἐτοιμάζου εἰς τὸν ἀγρόν«, <τί> ἀλλ’ τοῦτο αἰνιττομένη, ὃτι παντὶ ἀνθρώπῳ πολίτῃ τε καὶ ἀγροίκῳ ἀπόθεσις τοῦ σώματος ἀγρός, τὸ διὰ τὴν ταφὴν τέλος;

εἶτα μετέπειτα πειτα τὴν αὐτὴν τῆς ἄναστάσεως σημαίνων ἐλπίδα φάσκει φάσκει καὶ ἀνοικοδομήσεις τὸν οἶκόν σου.. οὐκ εἶπεν »οἰκοδομήσεις τὸν οἶκον«· ἃπαξ γὰρ ᾠκοδομήθη ὲν τῇ πλάσει τῇ κατὰ τὴν γαστέρα, ὃτε μητέρες ἐκύϊσκον ἓκαστον ἡμῶν ἐν τῇ πλάσει· ἀπὸ ἀπὸ τῆς γῆς ¨η ἀνάστασις ἢ ἀπὸ ἀγροῦ, οὐκέτι οίκοδομουμένῃ ἀλλὰ ἀνοικοδομουμένῃ, διὰ τὴν ἐπενεχθεῖσαν αὐτῇ καθαίρεσιν ἐν τῷ τῆς ταφῆς πτώ- ματι·

ὡς καὶ ὁ σωτὴρ ἴφη »λύδατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγείρω αὐτόν« ἢ οἰκοδομῶ αὐτόν, σοφία ὢν καὶ ἐν τοιαύτῃ »φρονήσει« *, ἡς οὐκ ἔστιν« ὑπὸ ἀνθρώπων ἐξεύρεσις‘, ἐν ᾗ ἐξ ἀπόρων τόπων διαχυθέντων ἡμῶν τῶν σωμάτων, τῶν μὲν τέφραν τῶν δὲ ἐν θαλάσσῃ τῶν δὲ ὑπὸ σαρκοβόρων οἰωνῶν τῶν δὲ ὑπὸ θηρίων τῶν δὲ ὑπὸ σκωλήκων φθαρέντων, * φέρει.

[*](1 Psal. 29, 2 — 3 Prov. 24, 42 — 13 Prov. 24, 42 — 19 Job. 2, 19 — 21f vgl. Jes. 40, 28)[*](M U 1 ὁ < U | Σαλομῶν U 2 εἰς τὴν] ἕκτην M | ἐκεῖσε] ἐν Σιὼν M 4 ἔξοδον λέγων — ἀπαλλαγήν hinter ἀγρόν M | φησίν < M 6 vor + τὸν U | τε 1 < M | ἄστυ, λογίοις] ἄστειο λόγοις M 7 κατ᾿ ἀγρὸν M 9 vor ἀδιακρίτως + Μ 10 ἐπειποῦσα κέκληκεν U | τί) * 11 αἰνιττομένη *] αἰνίττεται MU 12 τὸ διὰ — τέλος] διὰ τὴν ταφὴν καὶ τὸ τέλος U | διὰ τῆς ταφῆς ül. 13 σημαίνων Μ 14 ἀνοικοδομήσω M | οὐκ — τὸν οἶκον U 15 οἰκοδομήθη M 16 < M 17 ἢ ἀπὸ ἀπὸ < M (vgl. Ζ. 18) 17 f οἰκοδομουμένῃ . . . ἀνοικοδομουμένῃ (sc. πλάσει) *] οἰκοδομουμένη . . . ἀνοικοδομουμένη MU | ἀλλὰ ἀνοικοδομουμένη U | ἀνοικοδομουμένη + ή ἀπὸ ἀγροῦ οὐκέτι οἰκοδομουμένη M 18 ὑπηνεχθεῖσαν M 20 ἐγερῶ U 21 τοιαύτῃ] τῇ αὐτοῦ U | ♦ etwa > * 23 τῶν δὲ2] τῆς δὲ U 24 θήρων U | etwa τὰ λείψανα συνάγει καὶ ὁλοσχερεῖς ἡμᾶς εἰς παλιγγενεσίαν> * vgl. S. 520, 7f)
519

Εἰ γὰρ τὰ <ὄντα> ἐξ οὐκ ὄντων ἐποίησεν εἰς τὸ εἶναι, πόσῳ δὴ μᾶλλον τὸ ὄν εἰς τὴν ἰδίαν κατάστασιν εὐχερῶς ἀποκαταστήσει; ἴνα δικαίαν ὁρίσῃ κρίσιν, ἴνα μὴ ἓτερον ἀνθ᾿ ἑτέρου κρίνῃ, ἵνα μὴ ἀπο- στερήσῃ τὸ καμόν.

εἰ γὰρ ψυχῆς ἡ ἀπόλαυσις καὶ οὐρανῶν βασιλείας κληρονομία, μετασχέτω τὸ σῶμα ὡν βούλεται· τρυφάτωσαν οἱ περὶ τὸν Γεδεὼν καὶ μὴ κακουχείσθωσαν ἐν μηλωταῖς καὶ αἰγείοις δέρμασι«, μὴ μάτην καμνέτω Ἰωάννης ἐκ καμήλων ἔχων τὸ ἔνδυμα, μὴ ἐν ἀναχωρήσει τὴν σάρκα ὑπωπιάσωμεν, μὴ τὰ σώματα ἡμῶν δαμάσωμεν ἐν ἁγνείᾳ.

εἰ δὲ ἄρα κοινωνεῖ σῶμα ψυχῇ ἐν πολιτείαις ἐν ἁγνείᾳ ἐν νηστείᾳ καὶ ταῖς ἄλλαις ἀρεταῖς, »οὐκ ἄδικος ὁ θεὸς. ἀποστερεῖν τὸν κάματον τοῦ κεκμηκότος καὶ μὴ ἀποτῖσαι τὴν μισθαποδοσίαν τῷ ἃμα τῇ ψυχῇ κεκμηκότι σώματι.

εὐθὺς γὰρ εὑρεθήσεται ἀργὴ ἡ κρίσις· εἰ γὰρ ἡ ψυχὴ μονωτάτη εὑρεθήσεται, ἀντιλέξειεν κρινομένη ὃτι οὐκ ἀπ᾿ ἐμοῦ τὸ αἴτιον τῆς ἁμαρτίας, ἀλλὰ ἀπ᾿ ἐκείνου τοῦ φθαρτοῦ καὶ γηίνου σώματος τὸ πορνεύειν τὸ μοιχεύειν τὸ ἀσελγαίνειν· ἐξότε γὰρ ἀπ᾿ ἐμοῦ ἀπέστη, οὐδέν μοι τού- των πέπρακται, καὶ ἔσται εὐαπολόγητος καὶ παραλύουσα τὴν τοῦ θεοῦ κρίσιν.

εἰ δὲ καὶ τὸ σῶμα καθ᾿ ἑαυτὸ ἀγάγοι ὁ θεός — δύναται γάρ, ὡς καὶ ἄνω μοι διὰ τοῦ Ιεζεκιὴλ δεδήλωται· εἰ καὶ διὰ παραβολῆς τὸ ἔργον γεγένηται, ἀλλὰ τὸ εἶδος εἰς ἀλληγορίαν τῆς τότε παραβολευθείσης ἀληθείας ἐτελειώθη, ὡς συνήχθη ὀστέον πρὸς ὀστέον καὶ ἁρμονία πρὸς ἁρμονίαν, καὶ ξηρῶν ὄντων τῶν ὀστέων καὶ οὺδέπω ψυχῆς οὐδὲ πνεύματος τοῦ κινοῦντος ἐν αὐτοῖς ὄντος, καὶ] εὐθὺς τὰ σώματα συνήχθη καὶ κατὰ τὸν τοῦ προφήτου λόγον ἐστερεώθη.

ρεώθη. καὶ εἰ θέλει ὁ θεός, δυνατός ἐστι τοῦτο ποιῆσαι ἄνευ ψυχῆς παρεῖναί τε καὶ κινεῖσθαι, ὡς καὶ τὸ τοῦ Ἄβελ αἱμα σῶμα ὃν [*](6f vgl. Hebr. 11, 37 — 7 vgl. Matth. 3, 4 — 10 vgl. Hebr. 6, 10 — 12ff vgl. Ancoratus c. 87, 3ff; I 108, 4ff Panarion haer. 42, 5, 7; II 101, 4ff — 19ff vgl. Ezech. 4ff; dazu Ancoratus c. 88, 1ff; 108, 20ff c. 99, 5; 1 120, 11|ff — 25 ff vgl. Gen. 4, 10; dazu Ancoratus c. 94, 4; 1 115, 20 Panarion haer. 9, 3, 1; I 199, 15) [*](M U 1 <ὄντα> * | δὴ] γε U 2 ἀποκαταστήσειεν U 3 κρίνοι M 4 ψυχῆς + <μόνον>? * 4f βασιλείας οὐρανῶν U 5 ὧν *] ὃ MU 6f καὶ μὴ — μασι < U 8 ὑποπιάσωμεν M 9 ἐν1] τῆ U | δ’ U | ψυχῇ < U 9f πολι- τεία M 10 vor ἐν άγνειᾳ + ἤ M 11 vor ἀποστερεῖν + <τοῦ>? 12 ψυχὴν M 13 εὑρίσκεται M 18 ό < M 19 f διὰ παραβολὴν U 20 f τῆς τότε — ἀληθείας] τοῖς γε παραβουλευθεῖσι τῆς ἀληθείας M 21 παραβολευθείσης] lies προφητευθείσης? * 23 ὄντος < Μ | καὶ] * 25 ό < U | τοῦτο] τοῦ U)

520
μετὰ θάνατον ἐφθέγγετο καὶ οὐ ψυχή· οὐ γὰρ ψυχή ἐστι τὸ αἷμα, ἀλλὰ σῶμά ἐστι τὸ φαινόμενον.

ἀλλ’ οὐ δυνήσεται σῶμα ἄνευ ψυχῆς κριθῆναι. άντιλέξειε γὰρ καὶ αὐτό, λέγον ὃτι οὐκ ἐγὼ ἣμαρτον, ἀλλὰ ἡ ψυχή· μή, ἐξότε ἀπεκρίθη ἀπ᾿ ἐμοῦ, μὴ ἐμοίχευσα, μὴ ἐπόρνευσα, μὴ εἰδωλολάτρησα; καὶ ἔσται ἀντιλέγον τὸ σῶμα τῇ τοῦ θεοῦ δικαιοκρισίᾳ καὶ εὐλόγως ἀντιλέγον.

τούτου τουτου τοίνυν καὶ δι᾿ ἄλλα πολλὰ καὶ ἀναγκαῖα ὁ θεὸς ἐν τῇ αὐτοῦ σοφίᾳ τεθνεῶτα ἡμῶν σώματα καὶ τὰς ψυχὰς εἰς παλιγγενεσίαν φέρει ἐν αὐτοῦ ὐποσχέσει τῆς φιλανθρωπίας, εἰς τὸ τὸν κεκμηκότα ἐν ὁσιότητι ἀπολαβεῖν τὴν πᾶσαν ἀπὸ θεοῦ καλὴν ἀνταπόδοσιν καὶ τοὺς τὰ μάταια πεποιηκότας ὡσαύτως κριθῆναι, σῶμα ἅμα ψυχῇ καὶ ψυχὴν αμα σωματι.

Καὶ εἰς περισσοτέραν πληροφορίαν τῆς ἡμετέρας ζωῆς παραγενόμενος ἐν σαρκὶ καὶ ἐνανθρωπήσας τελειότατα * εἰς τὸ στηρίξαι τὴν αὐτοῦ πίστιν ἐν ἡμῖν, προγινώσκων τὴν μέλλουσαν ἐν σοί, Ὠρίγενες, ἀπιστίαν γίνεσθαι * τὸ ἀμφιβαλλόμενον μᾶλλον παρὰ σοὶ καὶ ἐν πολλαῖς αἱρέσεσι, ταῖς τῆς ἀπιστίας σου ὁμοίαις Μανιχαίων καὶ Μαρκιωνιστῶν, καὶ λοιπὸν τὰ πάντα ἐν ἑαυτῷ τελειώσας εἰς βεβαίωσιν καὶ στερέμνιον τῆς πίστεως αὐτοῦ καὶ ἀληθείας ἐναργῶς ἐποίησεν.

ἀναστὰς γὰρ ἐκ τῶν νεκρῶν ἤγειρε σὺν αὐτῷ πολλὰ σώματα τῶν ἁγίων καὶ εἰσῆλθον μετ᾿ αὐτοῦ εἰς τὴν ἁγίαν πόλιν, ὡς καὶ ἐν ἄλλοις τόποις διηγησάμην.

καὶ οὐκ εἶπεν· ἀνέστησαν ἃγιοι, ἳνα μὴ δῶ πρόφασιν τῇ μεθόδῳ τῆς κακοτροπίας, ἀλλὰ φύσει αὐτὸ τὸ παρὰ τοῖς ἀπίστοις ἀμφιβαλλόμενον ἐκεῖνο ἐσπούδασεν εἰς εἰς βεβαίωσιν τῆς ἡμῶν περὶ ζωῆς γνώσεως, σώματα εἰπὼν τῶν ἁγίων.

καὶ οὐ μόνον ὃτι ἤγειρεν, ἀλλὰ καὶ ὃτι ἐνεφάνισαν > πολλοῖς ἐν τῇ πόλει, ἐφ’ οἶς ἐπληροῦτο διὰ τῆς αὐτοῦ δυνά- [*](2ff vgl. Ancoratus c. 88, 6; I 109, 18ff (dazu die Talmudstellen bei Holl, Das Apoki-. Ezech. Festschrift ür A. Schlatter S.90f) — 20ff vgl. Ancoratus c.100,2; Ι 121, 2ff Panarion haar. 42, 12, 3 refut. 24h; II 173, 4ff haer. 46, 5, 10; II 209, 26 ff — 20 vgl. Matth. 27, 52f) [*](M U (bis ἃμα σώματι Ζ. 12; 13 — S. 522, 5 τῆ ὑμῶν πλάνῃ ausgelassen)) [*](1 γὰρ < M 2 τὸ φαινόμενον — δυνήσεται < M 3 λέγων Μ U 4 ἀπεκινήθη U 5 ἀντιλέγων M 6 ἀντιλέγων Μ 7 διὰ πολλὰ πολλὰ U 10 ἀπὸ *] ὑπὸ MU | ἀνταπόδωσιν M 13 εἰς *] εἰ M 14 * etwa αὐτὸς ὁ λόγος ἐφάνη ἐν > * 16 * etwa βουλόμενός τε κυρῶσαι> * 19 ἐναργῶς *] ἐνεργῶς 22 εἶπεν *] εἶπαν Μ 21 ἐκεῖνο *] ἐκεῖ ὃ M | * etwa <κυρῶσαι> * 25 εἶπον M 26 μόνον + <εἶπεν>? * 26f <ἑαυτοὺς> *)

521
μεως τό ἐξάγων πεπεδημένους ἐν ἀνδρείᾳ‘, ἓνα εἴπηῃ τὰς ψυχὰς τῶν ἐγηγερμένων σωμάτων. οὑτοι γὰρ ἠσαν οἱ δέδμιοι τῆς οἱ ἐν Ἅιδῃ πεπεδημένοι·

καί φησιν ὁμοίως τοὺς παραπικραίνοντας, τοὺς κατοικοῦντας ἐν τάφοις‘, ἳνα εἴπῃ τὰ σώματα τῶν άναστάντων, καὶ οὐκ εἶπεν· τοὺς παραπικρανθέντας ἢ παραπικραινομένους, ἀλλὰ τοὺς παραπικραίνοντας.

ὀφθέντες γὰρ ἐν τῇ πόλει πολλοῖς οἱπρόσφατον τελευτήσαντες μετὰ τῶν παλαιοτάτων — νομίζω γὰρ ὃτι ἀπὸ τοῦ Αδὰμ ἤρξατο τὴν ἀνάστασιν ποιεῖσθαι, οἱ δὲ πρόσφατοι * τῶν αὐτῶν σωμάων, * τεθαμμένους αὐτοὺς ἐν τῷ Γολγοθᾷ τόπῳ ἐπ’ αὐτὸν * σταυρωθεὶς καὶ πληρῶν τὸ γεγραμμένον »ἔγειρε ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν καὶ ἐπιφαύσει σοι ὁ Χριστός«, ὁ ἐπάνω σου ἐσταυρωμένος, — καὶ ἄλλων μετ’ αὐτῶν ἐκ τῶν ἰδίων <αὐτοὺς > ἐπιγινωσκόντων πρῶτον μὲν ἐξέπληττον τοὺς τας.

εἰ γάρ τις συνέτυχε πατὴρ τέκνῳ ἀναστάνται ἢ ἀδελφὸς ἀδελφῷ ἢ <συγγενὴς> συγγενεῖ πρὸ ἐτῶν εἴκοσι ἢ δέκα τελευτήσαντι, καὶ τοῦ θαύματος ἐρωτῶντες· οὐκ εἶ σὺ ὁ δεῖνα ὁ ἐν τῷδε τῷ τόπῳ ὑφ᾿ ἡμῶν; πῶς ἀνέστης καὶ ἠλθες;