Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

αὐτὰ γοῦν τὰ ῥήματα τοῦτο παρίστησιν »συνήδομαι γὰρ τῷ νόμῳ τοῦ θεοῦ κατὰ τὸν ἔσω« λέγοντος »ἄνθρωπον, βλέπω Τε ἒτερον νόμον ἐν τοῖς μέλεσί μου ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός μου καὶ αἰχμαλωτίζοντά με τῷ νόμῳ τῆς ἁμαρτίας, τῷ ὄντι ἐν τοῖς μέλεσί μου. ταλαίπωρος ἐγὼ ἄνθρωπος, τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου«;

οὐ τὸ σῶμα θάνατον ἀποφηνάμενος, ἀλλὰ τὸν νόμμον τῆς ἁμαρτίας τὸν ἐν τοῖς μέλεοι <τοῦ σώματος> διὰ τῆς παραβάσεως ἐν ήμῖν ἐμφωλεύοντα καὶ πρὸς θάνατον ἀεὶ ἀεὶ τῆς ἀδικίας τὴν ψυχὴν ἐμφαντάζοντα.

ἐπιφέρει γοῦν εὐθέως, ἀμέλει διαλυόμενος ἀπὸ κποίου θανάτου ἐγλίχετο ῥυσθῆναι καὶ τίς αὐτὸν ό ῥυόμενος ἦι· »χάρις τῷ [*](9 Psal. 18, 13 — –15 öm. 7, —24 –24 19 Röm. 7) [*](M U S Phot.) [*](1 τῇ <U | ύπάρχοντος] ἐπιτυγχάνοντος U 2 ὡς <S; lies σαφῶς? * | ἐν ήμῖν αὐτοῖς U ύαυτοῖς ήημῖν Phot. uns in ihnen S 3 καὶ] aber S | μὲν] μέλλῃ Phot. | φύσει <S 3 f γενηθῆναι Phot. 4 τὸ χεπιρον] das öse u. Feindselige S 5 πλεονάσαν — αγαθῷ <S | ὃ ἀντιστρατεύεσθαι — ἀγαθῷ <Phot. | ὃ] τὸ U | τῷ] τὸ M 6 παντοδαπὰς] πᾶς M örige S | ό ἄνθρπος hinter κείρονας Phot. 6f καὶ λογισμοὺς χείρονας <S 9 εἶναι <SPhot. | ό προφήτης] David S 10 λέγων] sprach S hinter με Phot. | γοῦν] γὰρ U οὐν Phot. | ῥήματα] ῥητὰ U | τοῦτο] diese (zu ῥήματα gezogen) S | παρίστησιν] συνιστῶσι Phot. 11 ἄνθρωπον λέγοντος U 12 δ’ Phot. | ἐν τοῖς μέλεσί μου <U | ἐν <u. ἀντιστρατευόμενον vor τοῖς μέλεσί μου Phot. 13 καὶ <S 14 ῥύσηται M 16 τῆς ἁμαρτίας] des Todes S | τοῦ < Bonwetsch nach S 17 ἐμφολεύοντα M 17f τὴν ψυχὴν<M 18 ἐπιφέρει . . . διαλυόμενος] ügend. . . macht er deutlich S | εὐθέως ἀμέλει <S | διαλεγόμενος MU 18 f ἀπὸ ποίου] ὁποίου U Phot. 19 ἐγλίχετο] will S | ῥυόμενος + von ihm S | ἦν] <M. ist S | χάρις + δὲ Phot. | χάρις τῷ] εὐχαριστῶ Μ)

498
θεῷ διὰ Ἱησοῦ Χριστοῦ«. προσεκτέον γὰρ ὅτι, εἰ τὸ σῶμα θάνατον τοῦτο, ὦ Ἀγλαοφῶν, ὡς ὑπειλήφατε, ἔλεγεν, οὐκ ἂν τὸν Χριστὸν ὡς ῥυόμενον αὐτὸν ὕστερον ἐκ τοῦ τοιούτου κακοῦ παρελάμβανεν· ἐπεὶ τί παραδοξότερον ἢ πλέον ἀπὸ τοῦ Χριστοῦ τῆς παρουσίας ἐσχήκαμεν;

τί δὲ καὶ ὁ ἀπόστολος ὅλως, ὠς διὰ τῆς παρουσίας τοῦ Χριστοῦ δυνάμενος ἐκ τοῦ θανάτου ὑπὸ θεοῦ ἐλευθερωθῆναι τούτου ἐφθέγγετο, ὁπότε πᾶσι καὶ πρὸ τοῦ τὸν Χριστὸν ἐλθεῖν εἰς τὸν κόσμον συνέβαινε θνῄσκειν;

ἐρρύοντο γὰρ χωριζόμενοι πάντες τῶν σωμάτων κατὰ τὴν ἀπὸ τοῦ βίου τούτου ἐξοδον, ἀλλὰ καὶ ὡσαύτως δὲ πᾶσαι αἱ ψυχαί, [καὶ] αἱ τῶν ἀπίστων καὶ πιστῶν καὶ τῶν ἀδίκων καὶ δικαίων, ἐχωριζοντο τῶν σωμάτων κατὰ τὴν ἡμέραν τῆς τελευτῆς.